1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

8

αὐτῆς. Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ. Τὰς ἑρμη νείας τῶν ὀνομάτων ζήτει· δυνάμει γὰρ ὠνομά σθησαν ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀλλὰ μὴν καὶ τοῦτο χρὴ εἰδέναι, ὅτι τὰ ὀνόματα ἕξεών ἐστι, καὶ καταστάσεων, καὶ ποιοτήτων δηλωτικά· ἐξ ὧν ἔστιν ἰδεῖν τὴν ἐπιτηδειότητα τοῦ ὀνομαζο μένου. Εἶπε δὲ Ἀβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σοῦ. Ἐξαίρετόν τι ἠξίου περὶ τοῦ Ἰσμαὴλ ὁ Ἀβραὰμ, οὐκ ἀρκούμενος τῷ, ζήτω· διὸ προσέθηκεν· ἐναντίον σοῦ. Τὸ γὰρ ζῇν ἐναντίον Κυρίου μακαρίων ἐστὶ καὶ τῶν ἁγίων μόνων. Ἀβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβε βηκότες ἡμερῶν. Μήποτε ἐπὶ δικαίων μόνων τὸ, προβεβηκότες ἡμερῶν, τέτακται. Ὅπερ ἐὰν οὕ τως ἔχει, οὐδεὶς φαῦλος προβέβηκε. Καὶ ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς. Ἐγκώμιον τοῦτο τοῦ Ἀβραάμ. ∆ηλοῦται γὰρ τὸ βέβαιον τῆς εὐσεβείας αὐτοῦ, διὸ καὶ ἐγγίσαι δεδύνηται. Τὸ δὲ ἐγγίσαι οὐ σωματικῶς νοητέον. Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. Οὐκ ἦν ἔνδον Σοδόμων Λὼτ, ἀλλὰ παρὰ τὴν πύλην. Εἴποιμι δ' ἂν αὐτὸς, ὃν τρόπον ἔξω τῆς σκη νῆς ὁ Ἀβραὰμ ἐκάθητο ἐπιτηρῶν διὰ φιλοξενίαν καὶ παρὰ καιρὸν τοὺς διοδεύοντας· (μεσημβρία γὰρ ἦν·) οὕτως ὁ ἐκείνου συγγενὴς καὶ μιμητὴς τῶν τρόπων ἐκαθέζετο παρὰ τῇ πύλῃ, προτρεπόμενος τοὺς παρ ιόντας, καὶ ἑσπέρας ἤδη καταλαβούσης· εἰδὼς μά λιστα τῶν ἐν Σοδόμοις τὴν ἀσέβειαν, καὶ ὡς οὐκ ἔστιν ἐκεῖσε τοῖς ξένοις ἀνάπαυσις. Καὶ κατεβιάσατο αὐτοὺς, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. Ἐπειδὴ μὴ τοιοῦτος ἦν ὁ Λὼτ οἷος ὁ Ἀβραὰμ, διὰ τοῦτο, ὀκνοῦντες διελθεῖν πρὸς αὐτὸν, βίας χρῄζουσιν. Τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ. Ἐπ' ἀγαθῷ πατάσ σονται ἀορασίᾳ οἱ κακῶς τῇ ὁράσει χρησάμενοι, καὶ εἰς τὸ ἁμαρτάνειν ἐμποδιζόμενοι ὑπὸ τῆς ἀορασίας. Καὶ κατέστρεψε πάσας τὰς πόλεις ταύτας, καὶ πᾶσαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοι κοῦντας ἐν ταῖς πόλεσι, καὶ πάντα τὰ ἀνατέλ 12.117 λοντα ἐκ τῆς γῆς. Ὁ Κύριος οὐ μόνον τοὺς ἀσεβεῖς ἀπόλλυσι, ἀλλὰ καὶ τὰς τροφὰς αὐτῶν, οὔσας Σοδομιτικὰς καὶ ἐπιβλαβεῖς, ἐν αἷς ἐστι καὶ ἄμπε λος, περὶ ἧς γέγραπται· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γο μόῤῥας. Καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός. Οὐδὲν ὤνησε τὴν γυ ναῖκα Λὼτ τὸ κεκρατῆσθαι ὑπὸ τῶν ἀγγέλων, εἰ καὶ ἐξῆλθεν ἔξω Σοδόμων, ἐπείπερ ἐστράφη εἰς τοὐπίσω. Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς. Ἔμφασιν ἔχει τὸ, οὐχ ἥψατο, ὡς τὸ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· ὅπερ ἐστὶ καὶ χωρὶς μίξεως κατὰ μηδὲν ἄλλο παθητικῶς, ἤτοι ἐνιδεῖν, ἢ ἅψασθαι γυ ναικός. Ὁ Θεὸς μέντοι οὐκ ἀφῆκεν ἅψασθαι τὸν Ἀβιμέλεχ αὐτῆς· τάχα καὶ πάντα τὸν ἄκρως συμφρο νοῦντα· θεόσδοτον γὰρ τὸ τοιοῦτον. Καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ὑπο στρέψομεν πρὸς ὑμᾶς. Ταῦτα εἶπε λογισά μενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ἔλαβε καὶ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώ σεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἐπωμάδιον γὰρ ἔχων τὸν οἰκεῖον σταυρὸν ἔξω τῆς πύλης ἔπαθεν ὁ Χριστὸς, οὐκ ἐξ ἀνθρωπίνης ἰσχύος βεβιασμένος εἰς τὸ πάθος, ἀλλ' ἐκ θελήματος οἰκείου, καὶ βουλήσει τοῦ Θεοῦ καὶ Πατρός. Ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχὼρ τῷ ἀδελφῷ σου, τὸν Ὢζ πρωτότοκον, καὶ τὰ ἑξῆς. Μελχὰ ἑρμηνεύουσι βασιλείαν· Ὢζ βουλευόμενον· Ναχὼρ ἀνάπαυσιν φωτός· Βαὺζ ἐξουδενωμέ νον· Καμουὴλ ἀνάστασιν Θεοῦ· Σύρων μετέωρον· Χαζὰδ ψεῦδος· Ἀζαῦ ὁρῶντα· Φάλδακ πτῶσιν ἐνδεοῦς, ἢ πτῶσιν πτωχείας· Ἰεδλὰφ χειρὸς περισ σείαν, ἢ χεῖρα λάβε· Βαθουὴλ ἔνοικον Θεοῦ, ἢ θυγα τέρα Θεοῦ· Ῥεβέκκα ὑπομονήν· Ῥεέμα ὅρασιν προσδοκωμένην· Ταὰμ, διαμηρυκώμενον· Τοχὼς σιγήν· Μωχὰν ἔντερον κενόν. Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος. ∆ιὸ φιλοτιμητέον ἑστηκέναι ἐπὶ τῆς πηγῆς, ἵνα μὴ καὶ ἐφ' ἡμῶν ἁρμόσῃ τὸ, Ἐμὲ ἐγκατέλιπον πη γὴν ὕδατος ζῶντος. Καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπίκλι 12.120 νον τὴν ὑδρίαν σου, καὶ τὰ ἑξῆς. Πρέπουσα ἡ