1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

5

ἀλλ' ἐν τῇ ἀδι κίᾳ. Ὃ δὲ κατέφθειρε τὴν ὁδὸν τοῦ Θεοῦ, οὐκ ἔστι πνεῦμα, ἀλλὰ σάρξ· Τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν· καὶ, Οἱ ἐν σαρκὶ ζῶντες Θεῷ ἀρέ σαι οὐ δύνανται. ∆ύο, δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν ἵνα τρέφῃς μετὰ σεαυτοῦ. Ἄρσεν καὶ θῆλυ ἔσον ται. Ἐπεὶ καθαροὺς ἤθελε διαμένειν τοὺς εἰσελ θόντας ἀνθρώπους εἰς τὴν κιβωτὸν ἀπὸ μίξεως, οὕ τως αὐτοὺς εἰσάγει, κατὰ τὴν εἰσαγωγὴν κελεύων αὐτοῖς τὴν διατριβὴν ποιεῖσθαι τὴν ἐν τῇ κιβωτῷ. Οὐ γὰρ ἔπρεπε, τῶν ὁμοίων ἀπολλυμένων, τούτους κοίταις καὶ παιδοποιίαις σχολάζειν. Ὅτε μέντοι τὰ δεινὰ παρῆλθε, καὶ χρεία ἐκάλει τὴν γῆν ἀνθρώπων πληρωθῆναι, κατὰ γαμικὴν αὐτοὺς συζυγίαν ἐκβάλ λει, λέγων· Ἔξελθε σὺ, καὶ ἡ γυνή σου, καὶ οἱ υἱοί σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου. Ἀπὸ δὲ πάντων τῶν κτηνῶν τῶν καθαρῶν εἰσ άγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ, ἄρσεν καὶ θῆλυ· ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο, καὶ τὰ ἑξῆς. Ζητήσειέ τις ἂν πῶς, μηδέπω τοῦ νόμου διαστειλαμένου καθαρὰ καὶ ἀκάθαρτα, ὡς εἰδότι τῷ Νῶε διαφορὰν ἀκαθάρτων ταῦτα λέγεται. Ὅθεν ἄξιον ἐπιστῆσαι μὴ κατὰ τὸ, Ὅταν ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, ἢ ἀπὸ τοῦ φύσει νόμου ταῦτα ἠπίστατο ὁ Νῶε. Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Μήποτε πρὸς ἀντιδιαστολὴν μέλλοντος κατακλυσμοῦ γενέσθαι πυρὶ πρόσκειται ἐνταῦθα, τοῦ ὕδατος. Καὶ εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτὸν δύο δύο ἀπὸ πάσης σαρκός. Ὡς πρὸς τὸ ῥητὸν ζητήσειέ τις ἂν διὰ τί οὐκ εἴρηται, τὰ μὲν ἀκάθαρτα δύο δύο, τὰ δὲ καθαρὰ ἑπτὰ ἑπτά· ἀλλὰ σεσιώπηκε τὰ καθαρά. Ὅρα δὲ μὴ ἀπολογία ἐστὶν ἐν τῷ, ἀπὸ πάσης σαρ κὸς, ἀκαθάρτων μόνον δηλουμένων ἐν τῷ, ἀπὸ πά σης σαρκός. Καὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύ νεσθε, καὶ πληρώσατε τὴν γῆν. Ὁ Νῶε πῶς ηὔ ξησε, καὶ ἐπλήθυνε, μήπω γεννήσας μετὰ κατα κλυσμόν; μήποτε οὖν οὐ δεῖ σωματικῶς ἀκούειν τὸ, Αὐξάνεσθε καὶ πληθύνεσθε. Εἰ δὲ ἐνθάδε οὐ σω ματικῶς διὰ τὸν Νῶε, δῆλον, ὅτι κατὰ βούλημα τοῦ πνευματικοῦ νόμου καὶ ἐν τῇ ἀρχῇ οὕτως. 12.108 Καὶ ὁ τρόμος καὶ ὁ φόβος ὑμῶν ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς· καὶ τὰ ἑξῆς. Βιάζεται μέν τις κατὰ τὸ ῥητὸν φάσκων, πᾶν ζῶον φοβεῖσθαι βλέπον τὸν ἄνθρωπον, καὶ αὐτὰ τὰ ἐν ἐρημίαις θηρία. Μήποτε δὲ βέλτιον νοεῖν τὰς πονηρὰς δυνάμεις, τὰ ἄγρια θηρία τῆς γῆς, καὶ τὰ λοιπὰ εἴδη ἕτερα, πάσχειν ἀπὸ τοῦ δικαίου τὸν φόβον, καὶ τὸν τρόμον εἶναι ἐπὶ τοῖς τοιούτοις. Αἱ γὰρ πονηραὶ δυνάμεις φοβοῦνται τὸν δίκαιον. Πλὴν ἐν αἵματι ψυχῆς οὐ φάγεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω. Ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτό. Ἀπεμ φαίνοντος τοῦ ῥητοῦ, λεκτέον, ὅτι θηρία δυνά μεις ἀντικείμεναί εἰσι, τῷ ἁμαρτάνουσαν τὴν ψυ χὴν ἀποθνήσκειν, ἀφ' ὧν τῆς χειρὸς ἐκζητηθήσε ται ὁ θάνατος τοῦ ἡμαρτηκότος. ∆υνατὸν δὲ καὶ ἐπὶ τῶν κτηνῶν αὐτὸ ἐκλαβεῖν, ἀφ' ὧν τὸν κερατιστὴν ταῦρον λιθοβολεῖσθαι προσέταξεν. Ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ὁ Θεὸς λέγει· Ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον· εἰκὼν δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου ὁ Σωτήρ. Θεὸς ἄρα καὶ κατὰ τὴν Γραφὴν ὁ Σωτήρ. Ἦσαν δὲ οἱ υἱοὶ Νῶε, οἱ ἐξελθόντες ἐκ τῆς κι βωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ. Χὰμ δὲ ἦν πατὴρ Χα ναάν. Τί δήποτε, εἰποῦσα ἡ Γραφὴ, Καὶ ἦσαν οἱ υἱοὶ Νῶε ἐξερχόμενοι ἀπὸ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ, προσέθηκε· Καὶ Χὰμ οὗτος πατὴρ Χαναάν; Εἰ γὰρ ἐχρῆν μνημονεῦσαι τῶν υἱῶν, ἔδει πάντων, καὶ μὴ μόνου Χαναάν· ὁ Χαναὰν καὶ αὐτὸς ἀσεβὴς ἐγένετο, ὡς ἡ ἱστορία δηλοῖ. Βουλόμενον οὖν τὸ πνεῦμα δεῖξαι τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν, τρόπον τινὰ ἀπαλλοτριοῖ τῆς τῶν ἀδελφῶν εὐσεβείας προσθήκῃ τοῦ, Χὰμ ἦν πατὴρ Χαναάν. Υἱοὶ μὲν γὰρ πάντες τοῦ Νῶε τῷ γένει· μόνος δὲ οὗτος οὐχ υἱὸς τῷ τρόπῳ, ἀλλὰ τοῦ ὁμοίου παιδὸς πατήρ. ∆ιόπερ ἐμφαντικῶς κεῖται, Αὐτὸς πατὴρ Χαναάν. Ἔφερε δὲ ὁ Ἑβραῖος ὁ ταῦτα εἰπὼν καὶ παράδοσιν τοιαύτην, ἐπενεγκὼν ἀπόδειξιν τῇ παραδόσει· Ὡς ἄρα ὁ Χαναὰν πρότερος εἶδε τὴν ἀσχημοσύνην τοῦ πάππου, καὶ ἀνήγγειλεν αὐτοῦ τῷ πατρὶ μόνῳ