1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

14

Πλὴν Βενιαμὶν οὔτε τὸν Ἠσαῦ οὔτε τὸν Ἰωσὴφ προσκυνεῖ. ∆ιὸ ἐν τῇ μερίδι αὐτοῦ γίνεται ὁ ναός. 12.137 Ναὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο. Κατὰ τὸ σιωπώμενον κα τεδέετο· οὐ γὰρ ἀναγέγραπται πῶς κατεδέετο. Ἀποκριθεὶς Ῥουβὶμ, εἶπεν αὐτοῖς· Οὐκ ἐλάλησα ὑμῖν, λέγων, Μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ εἰσηκούσατέ μου. Καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. Ἐν τοῖς ἀνωτέρω λέλεκται, ὅτι μὴ παρόντος τοῦ Ῥουβὶμ πέπραται τοῖς Ἰσμαηλίταις ὁ Ἰωσὴφ, καὶ μετὰ τὸ πραθῆναι αὐτὸν ἀνέστρεψεν ὁ Ῥουβὶμ ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν Ἰωσὴφ ἐν τῷ λάκκῳ, καὶ διέῤῥηξε τὰ ἱμάτια αὑτοῦ· καὶ ἐπέ στρεψεν πρὸς τοὺς ἀδελφοὺς αὑτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δὲ ποῦ πορεύσο μαι ἔτι; Καὶ οὐ φαίνεται μεμαθηκὼς παρὰ τῶν ἀδελφῶν περὶ τοῦ Ἰωσὴφ, ὅτι ἐπράθη. Μήποτε οὖν, οἰόμενος ἀνῃρῆσθαι αὐτὸν, νῦν φησι τὸ, Ἰδοὺ αἷμα αὐτοῦ ἐκζητεῖται. Εἶπε δὲ Ἰούδας πρὸς Ἰσραὴλ τὸν πατέρα αὑτοῦ· Ἀπόστειλον τὸ παιδάριον μετ' ἐμοῦ, καὶ ἀνα στάντες πορευσόμεθα ἵνα ζῶμεν. Μήποτε προφητεύει, ὅτι ἤμελλε μετὰ τῆς Ἰούδα φυλῆς εἶναι Βενιαμίν. Ἐγὼ δὲ ἐκδέχομαι αὐτόν· ἐκ χειρός μου ζήτη σον αὐτὸν, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ, καὶ τὰ ἑξῆς. Μηδὲν τῶν δυνατῶν γενέσθαι ὡς ἀνθρώπῳ τῷ Βενιαμὶν λογισάμενος Ἰούδας, προφητικῶς, οἶ μαι, τῷ πατρὶ ἐπαγγέλλεται. Λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγ γείοις ὑμῶν, καὶ κατάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ῥητίνης, καὶ τοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν, καὶ τερέβινθον, καὶ κάρυα. Ἀπὸ τῶν καρπῶν τῆς γῆς φέρεται τῷ Ἰωσὴφ δῶρα, ἃ οὐκ ἔχει Αἴγυ πτος· ἔστι δὲ ῥητίνη, μέλι, θυμίαμα, στακτὴ, τερέ βινθος, κάρυα· καὶ ἀνωτέρω δὲ, καὶ αἱ κάμηλοι ἔγεμον θυμιαμάτων, ῥητίνης, στακτῆς, ἀλλ' οὐχὶ καὶ μέλιτος, καὶ τερεβίνθου, καὶ καρύων. Τοῦ αὐτοῦ. Τρία εἴδη μετὰ Ἰωσὴφ κατάγουσι Μαδιηναῖοι εἰς Αἴγυπτον, οἷς ἄλλα τρία προσθέντες οἱ υἱοὶ Ἰακὼβ φέρουσι τῷ Ἰωσήφ. Πλὴν σπέρμα Ἀβραὰμ καὶ τὰ πρότερα φέρουσι, καὶ τὰ δεύτερα. Καὶ ἔδει τὰ μὲν ὑποδεέστερα ἀπὸ τῶν νόθων τοῦ Ἀβραὰμ φέρεσθαι παίδων, τὰ δὲ πλείονα, ἀπὸ τῶν γνησίων, ὡς τῆς Αἰγύπτου χρείαν τούτων ἐχούσης. Εἶπαν· ∆ιὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίποις τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα· τοῦ συ κοφαντῆσαι ἡμᾶς, καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας, καὶ τοὺς ὄνους ἡμῶν. Ἀπίθανον τὸ, ἐν τοιαύτῃ νομίζοντας εἶναι περιστάσει, περὶ τῶν ὄνων φροντίζειν, εἰ μὴ ἀλληγορεῖται. Εἶπε δὲ αὐτοῖς· Ἵλεως ὑμῖν, μὴ φοβεῖσθε. Ἔοικεν ὁ ἐπὶ τοῦ οἴκου τοῦ Ἰωσὴφ ἄνθρωπος ταῦτα εἰ ρηκέναι, ὠφεληθεὶς εἰς θεοσέβειαν παρὰ τοῦ Ἰωσήφ. Ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμὶν παρὰ τὰς με 12.140 ρίδας πάντων πενταπλασίως πρὸς τὰς ἐκείνων. Ἐμεγαλύνθη ἢ διὰ τὴν Ἱερουσαλὴμ, ἢ ὡς τύπος τοῦ ἀποστόλου Παύλου. Καὶ Ἰησοῦς δὲ τῆς φυλῆς ὢν Ἐφραῒμ διεμέρισε ταῖς ἄλλαις φυλαῖς τὴν γῆν. Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπο λείπεσθαι ὑμῖν κατάλειμμα. Ἐπείπερ ὁ Θεὸς ἀπέ στειλε διὰ τὴν τῶν πολλῶν ζωὴν τὸν Ἰωσὴφ ἔμπρο σθεν τῶν ἀδελφῶν αὐτοῦ εἰς Αἴγυπτον, δηλονότι ὁ Θεὸς ἀποστέλλων αὐτὸν εἰς Αἴγυπτον, συγκατεχρή σατο τῷ ζήλῳ καὶ τῇ προαιρέσει τῶν ἀδελφῶν αὐτοῦ εἰς τὴν περὶ τοῦ Ἰωσὴφ ἐπὶ ζωῇ πολλῶν οἰκονομίαν. Οὐκοῦν ἔσθ' ὅτε συγχρώμενος ἑτέρων ἁμαρτίαις ὁ Θεὸς, οἰκεῖα βουλεύεται ἐπὶ ἄλλων σωτηρίᾳ. Νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ' ὁ Θεὸς, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ, καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πά σης γῆς Αἰγύπτου. Ὁ ἄρχων τῶν σωματικῶν πρα γμάτων, καὶ μηδαμῶς αὐτοῖς εἴκων, λέγοιτ' ἂν τὸ, Ἐποίησέ με ὁ Θεὸς πάσης τῆς γῆς Αἰγύπτου κύ ριον. Καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν. Τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῶν ἔσται. Εἴ τι ὑπάρχει ἐν τῇ τροπικῶς καλουμένῃ Αἰγύπτῳ, οὐκ Αἰγυπτίων ἐστὶν, ἀλλὰ τοῦ Ἰσραήλ. ∆ιὰ τοῦτο καὶ ἐν τῇ ἐξόδῳ συσκευάζουσιν Ἑβραῖοι τοὺς Αἰ γυπτίους, καὶ λαμβάνουσι σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ εἴ τι ἀγαθὸν ἐν Αἰγύπτῳ ἦν. Καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος. Πρέπουσα ἐπαγγελία τῷ Θεῷ, οὐ μόνον ἀναβιβάζειν, ἀλλὰ