1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

4

μὴ εἶναι φθαρτὰ, εἴγε ὕστερον τὴν νέ κρωσιν οἱ πατέρες ἡμῶν διὰ τὴν ἁμαρτίαν εἰλήφασιν. Ἀλλ' εἰ καὶ ὁ παράδεισος θεῖόν τι χωρίον ἐστὶ, λεγέ τωσαν πῶς ἕκαστον ἐκεῖ τῶν μελῶν μὴ μάτην δεδη μιουργημένον τὴν οἰκείαν ἐνέργειαν ἐνήργει. Περὶ μὲν οὖν τοῦ μυκτῆρα λέγεσθαι παρὰ τῷ Ἀκύλᾳ καὶ Συμμάχῳ, ἢ πρόσωπον παρὰ τοῖς Ἑβδομήκοντα τοῦ πεπλασμένου, εἰς ὃ ἐνεφύσησεν ὁ Θεὸς πνοὴν ζωῆς, λεκτέον, ὅτι οὐ δεῖ περιέχεσθαι τοῦ γράμματος τῆς Γραφῆς ὡς ἀληθοῦς, τὸν δὲ κεκρυμμένον θησαυρὸν ἐν τῷ γράμματι ζητεῖν. Καὶ ἔταξε τὰ χερουβίμ. Οὐ μόνον τὰ λει τουργικὰ πνεύματα φυλάσσουσι τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, ἀλλὰ καὶ ἐναντίαι δυνάμεις φυλάττουσι, κωλύουσαι τοὺς βουλομένους προσπο ρευθῆναι τῷ ξύλῳ τῆς ζωῆς. Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· ∆ιέλθωμεν εἰς τὸ πεδίον. Ἐν τῷ Ἑβραϊκῷτὸ λεχθὲν ὑπὸ τοῦ Κάϊν πρὸς τὸν Ἄβελ οὐ γέγραπται· καὶ οἱ περὶ Ἀκύλαν ἔδειξαν, ὅτι ἐν τῷ ἀποκρύφῳ φασὶν οἱ Ἑβραῖοι κεῖσθαι τοῦτο ἐνταῦθα κατὰ τὴν τῶν Ἑβδομήκοντα ἐκδοχήν. Καὶ εἶπε Κάϊν πρὸς Κύριον τὸν Θεόν· Μείζων ἡ ἁμαρτία μου τοῦ ἀφεθῆναί με. Οὐ διεῖλεν ὀρ θῶς· τῆς θείας νομοθεσίας κατεφρόνησεν· ἀπέκτεινεν ἀδελφόν· ἀπέκτεινε πρὸς τούτῳ καὶ δί καιον· ἐψεύσατο· θάνατον ᾐτήσατο ἐν ἀπευδοκιμήσει ζωῆς καὶ μετανοίας. 12.104 Καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. Πρὸς τοὺς οἰομένους ἄλλην μὲν εἶναι τὴν εἰκόνα τοῦ Θεοῦ, ἄλλον δὲ τὸν κατ' εἰκόνα, λεκτέον, εἰ ἄλλος μὲν ὁ Ἀδὰμ, ἄλλος δὲ ἡ εἰκὼν αὐ τοῦ· καὶ εἰ τρίτος κατὰ τὸν οὗ κατ' εἰκόνα ὁ Ἀδάμ. Χρήσονται δὲ τῷ· Κύριε, ἐν τῇ πόλει σου τὴν εἰ κόνα αὐτῶν ἐξουδενώσεις· καὶ τῷ· Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Ζητητέον δὲ τίνι διαφέρει ἡ ἰδέα Ἀδὰμ τῆς εἰκόνος αὐτοῦ. Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα. Εἰ μετὰ τὸ γεννῆσαι τὸν Μαθουσάλα εὐηρέστησε, πρὸ τούτου κατὰ τὴν Γρα φὴν οὐκ ἦν εὐάρεστος. ∆ῆλον, ὅτι ἐκ μετανοίας εὐη ρέστησεν, ὅτε ἐγέννησεν τὴν τοῦ θανάτου ἐξαποστο λὴν, ὃν εἶχον πρὶν γεννῆσαι αὐτόν. Καὶ εἶπεν ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς. Οὐχ ἁπαξ απλῶς ἀπαλείψω, ἀλλ' ἀπὸ τῆς γῆς. Οὐ γὰρ πέ φυκε παντελῶς ἀπαλείφεσθαι ὁ ποιηθεὶς, ἐπεὶ ὁ ποιηθεὶς κατ' εἰκόνα Θεοῦ πεποίηται. Αὗται δὲ αἱ γενέσεις Νῶε, καὶ τὰ ἑξῆς. Εἰ κοι νότερον ἐγράφετο ταῦτα, ἐχρῆν ἐπιφέρεσθαι τῷ, Αὗται αἱ γενεαὶ Νῶε, Νῶε ἐγέννησε τρεῖς υἱούς. Νῦν δὲ ἐπεὶ δικαιοσύνης ἡ γένεσις αὐτοῦ, προτέ τακται μὲν τὸ, αὗται αἱ γενέσεις, ἐπιφέρεται δὲ τὸ, ἄνθρωπος δίκαιος ὤν. Τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Πε ριέχει ἐν τοῖς ἔμπροσθεν, ὅτι Ἔζησε Λάμεχ ἔτη ἑκατὸν καὶ ὀγδοήκοντα καὶ ὀκτὼ, καὶ ἐγέννησε Νῶε. Καὶ ἔζησε Λάμεχ, μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Νῶε, ἔτη πεντακόσια καὶ ἑξήκοντα καὶ πέντε· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἔτη ἑπτακόσια καὶ πεντήκοντα τρία, καὶ ἀπέθανε. Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε τρεῖς υἱούς. Καὶ εὑρίσκομεν ἐν τούτῳ διαφωνίαν ἑξήκοντα πέντε ἐτῶν τοῦ Νῶε. Ἀλλ' ἐνταῦθα ἡ Γραφὴ λέγει, ὅτι τῷ Θεῷ εὐηρέστησε Νῶε, καθὼς γέγραπται καὶ περὶ τοῦ Ἐνώχ. Κἀκεῖνος γὰρ ὅτε εὐηρέστησε τῷ Θεῷ, τότε καὶ μετέθηκεν αὐτόν. Ὁμοίως οὖν καὶ τοῦ Νῶε τὰ πρὸ τῆς εὐαρεστήσεως ἑξήκοντα καὶ πέντε ἔτη οὐκ ἐλογίσατο αὐτῷ ἡ θεία Γραφή. Ὥσπερ καὶ ἐπὶ τοῦ Ἀβραὰμ οὐκ ἐλογίσθη εἰς ζωὴν τὰ ἑξήκοντα ἔτη τὰ πρὸ τῆς θεογνωσίας αὐτοῦ, καὶ τοῦ Ἐνὼχ ἔτη τριά κοντα· καὶ τοῦ Σαοὺλ ἔτη εἴκοσι, καὶ τοῦ Σολομῶν τος ἔτη τεσσαράκοντα, καὶ τοῦ Ἐζεκίου ἔτη δέκα καὶ ἑπτά· ἀλλὰ καὶ περὶ τοῦ Μαθουσάλα εὑρίσκεται δια φωνία ἐτῶν δεκαπέντε. 12.105 Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ· καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας· καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη· ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Ἀδικία μὲν φθείρει τὴν γῆν, δικαιοσύνη δὲ σώζει· καὶ ὁ ἁμαρτάνων, τὸ ὅσον ἐφ' ἑαυτῷ, φθείρει τὴν γῆν. Οὐκ ἐν τῷ κατακλυσμῷ γέγονε κατεφθαρμένη ἡ γῆ (τότε γὰρ ἀπελούσατο τὴν φθορὰν),