1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

6

καταμωκώμενος ὥσπερ τοῦ γέροντος. Ὁ δὲ Χὰμ, δέον ὁμοίως τοῖς ἀδελφοῖς μὴ προσελθεῖν τῷ πατρὶ ἀσεβῶς, ἀλλὰ καὶ ἐπιπλῆξαι τῷ πρώτῳ θεα σαμένῳ καὶ διαβάλλοντι, αὐτὸς δὲ καὶ πέπεισται, καὶ εἰσῆλθε, καὶ εἶδε, καὶ ἀνήνεγκε τοῖς ἀδελφοῖς. Καὶ ταῦτα δὲ δοκεῖ μῦθος εἶναι, εἰ μὴ τὸ τῆς ἀποδείξεως ἦν ἰσχυρόν· Καὶ ἐξυπνίσθη γὰρ, φησὶ, Νῶε ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Μικρότερος μὲν γὰρ υἱὸς αὐτοῦ ὁ Χὰμ οὐκ ἦν, ἀλλὰ δεύτερος. Σὴμ γὰρ, φησὶ, καὶ Χὰμ, καὶ Ἰάφεθ· καὶ εἰ τὸν μικρὸν ἤθελε δεῖξαι, τὸν Ἰάφεθ ἂν ἔλεγεν. Ἐπειδὴ δὲ τοὺς ἐκγόνους υἱοὺς ἀεὶ λέγουσιν οἱ πάπποι, καὶ τοὺς μακρόθεν ἀπογόνους, 12.109 τὸν βραχύτατον τῶν ἐκγόνων τὸν Χαναὰν εἴρηκεν ἡ Γραφὴ ἐγνῶσθαι παρὰ τοῦ Νῶε, ὅτι αὐτὸς ἐποίησε ταῦτα. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, εὐθὺς ἐπάγει τὸ θεῖον λόγιον, καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν, δοῦλος δούλων ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Εἰ δέ τις θαυμάζοι, τί δήποτε ὁ Χὰμ, καὶ αὐτὸς ἀσεβὴς ὢν, τὴν αὐτὴν κατάραν οὐκ ἔσχε τῷ υἱῷ, ἐπιγνώτω ὡς, εἰ ἦν λελεγμένον τῷ Χὰμ, δοῦλος δούλων ἔσται, τῆς δουλείας μετέσχον ἂν καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς οἱ τοῦ Χαναὰν ἀδελφοὶ δοῦλοι ἐγέ νοντο κατὰ τὴν κατάραν, ὧν δοῦλος ἀπεφάνθη Χα ναάν. Οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι. Ὑπισχνεῖται μηκέτι τὸν οἰκουμενικὸν ποιήσειν κατακλυσμὸν, ἐὰν ᾗ ἡ διάνοια τῶν ἀνθρώπων ἐκ νεότητος ἐγκει μένη ἐπὶ τὰ πονηρὰ, οὐκέτι οὕτως ἔχει πάσας τὰς ἡμέρας, ὥσπερ πρὸ τοῦ κατακλυσμοῦ. Νέμει γὰρ βραχεῖάν τινα συγγνώμην τοῖς νέοις διὰ τὸ τῆς ἡλι κίας εὐόλισθον. ∆ιόπερ, Οὐ μὴ προσθῶ, φησὶν, ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώ πων· ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπι μελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· τουτέστι, Προ οῖδα, ὅτι ἡ νεότης τοῖς ἐσομένοις εὐόλισθος ἔσται. Μὴ τοίνυν δείσητε. ∆ιὰ τοῦτο γὰρ οὐκέτι ἐπάξω ὑμῖν ἀφανισμὸν παντελῆ. Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Οὐκ ᾔδει Νῶε τὴν τοῦ οἴνου φύσιν, ὅτι μεθύσκει· καὶ τοῦτο μαρτυρεῖ ἡ Γραφὴ λέγουσα τὸ, ἤρξατο, καὶ ἐγυμνώθη. Τοῦ αὐτοῦ. Οἶνος γήϊνος γυμνοῖ τὸν νοῦν τῆς τῶν νοητῶν γνώσεως. Τοῦ αὐτοῦ. Τοιοῦτος ἦν ὁ καρπὸς τοῦ ξύλου τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ, οἷος ὁ οἶνος, ὁ τὸν Νῶε γυμνώσας. Τοῦ αὐτοῦ. Εἰ καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ὁ Νῶε, ἀλλ' ἐν τῷ οἴκῳ αὐτοῦ· ἁγίου γὰρ τὸ μὴ ἕξω τοῦ οἴκου αὐτοῦ γυμνοῦσθαι. Οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ. Ὁ κυνηγὸς οὐκ ἐπὶ δικαίων κεῖται νῦν· καὶ τήρει μήποτε οὐδὲ ἄλλοτε. Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. Τοῖς μὴ νοοῦσι τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ διὰ τοῦτο ἀρνουμένοις ὑπόστασιν ἰδίαν Υἱοῦ, προσοίσομεν τὸ, Ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. Ζητοῦντες δὲ διαφορὰν χείλους 12.112 καὶ φωνῆς, φήσομεν τὴν μὲν φωνὴν ἐπὶ τῆς διαλέκτου τάσσεσθαι, τάχα δὲ τὸ χεῖλος ἐπὶ τῆς διανοίας· ἢ τὸ ἔμπαλιν. ∆εῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Γνώρισμα κακίας τὸ συγχυθῆναι τὰς γλώσσας· γνώρισμα ἀρετῆς, ὅτε ἦν πάντων τῶν πιστευόντων καρδία, καὶ ψυχὴ μία. Καὶ οὕτω τηρῶν τὴν Γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα, ὅπου διαίρεσις, καὶ διαφωνία, καὶ ὅσα τοιαῦτα, κακίας ἐστὶ γνω ρίσματα· ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια, καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα. Καὶ ἔζησε Θάῤῥα ἑβδομήκοντα ἔτη, καὶ ἐγέν νησε τὸν Ἀβρὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀῤῥάμ. Τὸν πατέρα τοῦ ἑορτάζοντος ἔθνους τὴν ἑβδομά δα ἐγέννησεν ὁ Θάῤῥα γενόμενος ἑβδομηκονταέτης. Ἐφίστημι δὲ μήπως τοὺς τρεῖς τριδύμους ἐγέννησεν. Ἄλλως γὰρ, ἑβδομηκονταέτης ὢν, οὐ δύναιτ' ἂν τῶν τριῶν ἐκ μιᾶς γενέσθαι πατήρ. Ἀλλὰ καὶ οὐ δηλοῦν ται πλείους αὐτοῦ γυναῖκες. Καὶ κατέβη Ἀβρὰμ εἰς Αἴγυπτον παροικῆσαι ἐκεῖ, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. Ἀβραὰμ οὐ κατῴκει Αἴγυπτον, ἀλλὰ παρῴκει, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. Ὡς φαῦλοι οἱ Χαναναῖοι κατῴκουν, καὶ οὐ παρῴκουν τὴν γῆν. Ὥστε