1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

3

Ἑβραίοις· ἀλλ' ἔστι πλάνη Ἑβραίου γραφέως, πλανηθέντος ἐν τῇ πλάνῃ ἐκείνου, ἐν ᾧ κεῖται παρὰ μὲν Ἀκύλᾳ· Τοῦτο βι βλίον γεννημάτων Ἀδάμ· παρὰ δὲ τοῖς Οʹ· Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων. Ὠήθη γὰρ καὶ ἐν τούτῳ τῷ τόπῳ βιβλίον παραλελεῖφθαι, καὶ οὕτως αὐτὸ προσέθηκε. Καὶ ἐφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς 12.100 βρῶσιν. Ὅταν ἀναγινώσκοντες ἀναβαίνωμεν ἀπὸ τῶν μύθων καὶ τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς, ζητῶμεν τίνα τὰ ξύλα ἐστὶν ἐκεῖνα, ἃ ὁ Θεὸς γεωρ γεῖ· λέγομεν, ὅτι οὐκ ἔνι αἰσθητὰ ξύλα ἐν τῷ τόπῳ. Τοῦ αὐτοῦ. Τέθειται ἐν τῇ ἑρμηνείᾳ, κῆπον ἐν Ἐδὲμ, αὐτῇ χρησαμένῳ τῇ Ἑβραϊκῇ λέξει. Ἔστιμὲν οὖν ἑρμηνεία τοῦ Ἐδὲμ κυρίως ἡδύ. Οὐκοῦν παραδεδώκασιν Ἑβραῖοι, ὅτι ὁ τόπος ἐν ᾧ ἐφύτευσεν τὸν παράδεισον ἢ τὸν κῆπον Κύριος ὁ Θεὸς, Ἐδὲμ καλεῖται· καὶ φασὶν αὐτὸν μέσον εἶναι τοῦ κόσμου, ὡς κόρην ὀφθαλμοῦ· διὸ καὶ τὸν ποταμὸν τὸν Φείσων, ἑρμηνεύεσθαι στόμα κόρης, ὡς ἐκ τοῦ Ἐδὲμ ἐκπο ρευομένου τοῦ ποταμοῦ τοῦ πρώτου. Ὃ δὲ παραδιδόα σιν, τοιοῦτόν ἐστιν· Ἐδὲμ, ὃς ἑρμηνεύεται ἡδὺ, ἦν πρὶν τὸν κῆπον γενέσθαι· ἐν αὐτῷ γὰρ καὶ ὁ κῆπος ἐφυτεύθη. Τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν. Ὅτε ἀλ λοιοῦται ὑπὸ τῆς ἀρετῆς ἡμῶν τὸ στόμα, καὶ κυ ριεύει ἡ ψυχὴ καλὰ νοήματα, τότε τρέφει καλὰ δόγμα τα· ἅπερ αἰνιττόμενος ὁ λόγος εἶπεν, χρυσίον καλόν. Καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ, Γεών· οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας. Αἰθιοπίας, ἥτις ἐστὶ Ἑβραϊστὶ Χοῦς· σημαίνει καὶ σκότωσιν. Ἀπὸ οὖν τῆς Αἰθιοπίας, τουτέστιν ἀπὸ τοῦ Χοῦς, διὰ τὸ σκοτῶδες τῆς χροίας, ἧς ἔσχε παρὰ τοὺς λοι ποὺς ἀδελφούς. Καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ. Οἱ ἀναγεν νώμενοι διὰ τοῦ θείου βαπτίσματος ἐν τῷ παρα δείσῳ τίθενται, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ, ἐργάζε σθαι τὰ ἔνδον ὄντα ἔργα πνευματικά· καὶ ἐντολὴν λαμβάνουσι πάντας ἀγαπᾷν τοὺς ἀδελφοὺς, καὶ τὸν ἐρχόμενον καρπὸν δι' ὑπομονῆς ἐσθίειν, κατὰ τὸ εἰ ρημένον· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. Παραβαίνει δέ τις τὴν ἐντολὴν τοῦ ἀναγεννήσαντος ὁ τοῖς ὄφεως λογισμοῖς χρησάμενος, καὶ ἀγαπῶν τοὺς μὲν ὡς χρηστοὺς, τοὺς δὲ ὡς πονη ροὺς μισῶν· ὅπερ ἐστὶ τὸ ξύλον τοῦ γινώσκειν καλόν· οὗ ὁ ἀπογευσάμενος κατ' ἄδειαν ἀποθνήσκει· οὐχὶ τοῦ Θεοῦ τὸν θάνατον ποιήσαντος, ἀλλὰ τοῦ ἀνθρώπου τὸν πλησίον μισήσαντος. Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· οὔτε κινεῖται πάθει ὀργῆς, οὐδὲ ἐπινοεῖ πρᾶγμα εἰς ἄμυ ναν, οὐδὲ ἀλλοιοῦται πρὸς τὴν ἑκάστου ἐξίαν ἕξιν, ἀλλὰ πάντα ἐν σοφίᾳ ἐποίησεν, ὑπὸ νόμῳ πνευμα τικῷ κρίνεσθαι προορίσας. ∆ιὰ τοῦτο οὖν λέγει τῷ Ἀδάμ· Ἧ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε. Καὶ οὕτω δὲ ἑκάστῳ τῷ πράγματι καλοῦ τε καὶ κακοῦ φυσικῶς ἐπακολουθεῖν τὸ δέον ἀπένειμεν· καὶ οὐκ ἐπινοητικῶς, ὥς τινες νομίζουσιν, οἱ τὸν πνευματικὸν ἀγνοοῦντες νόμον. 12.101 Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυ σεν αὐτούς. Τί δεῖ νοεῖν τοὺς δερματίνους χι τῶνας; Σφόδρα μὲν οὖν ἠλίθιον καὶ γραῶδες, καὶ ἀνά ξιον τοῦ Θεοῦ, τὸ οἴεσθαι ζώων τινῶν περιελόντα δέρματα τὸν Θεὸν, ἀναιρεθέντων, ἢ ἄλλως πως ἀπο θανόντων, πεποιηκέναι σχήματα χιτώνων, καταῤῥά ψαντα δέρματα δίκην σκυτοτόμου. Πάλιν τε, φυγόντα τὸ οὕτως ἄτοπον, λέγειν τοὺς δερματίνους χιτῶνας οὐκ ἄλλους εἶναι ἢ τὰ σώματα πιθανὸν μὲν, καὶ εἰς συγκατάθεσιν ἐπισπάσασθαι δυνάμενον, οὐ μὴν σαφὲς ὡς ἀληθές. Εἰ γὰρ οἱ δερμάτινοι χιτῶνες σάρκες καὶ ὀστέα εἰσὶ, πῶς πρὸ τούτων φησὶν ὁ Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου; Ταύτας οὖν τὰς ἀπορίας περιιστάμενοί τινες, δερματίνους χιτῶνας τὴν νέκρωσιν, ἣν ἀμφιέν νυνται ὁ Ἀδὰμ καὶ ἡ Εὔα, διὰ τὴν ἁμαρτίαν θανατω θέντες, ἀπεφήναντο τυγχάνειν. Οὐ πάνυ τι οὐδὲ αὐ τοὶ εὐχερῶς δυνάμενοι παραστῆσαι, πῶς ὁ Θεὸς, καὶ οὐχὶ ἁμαρτία, νέκρωσιν ἐμποιεῖ τῷ παραβεβηκότι. Πρὸς τούτοις ἀνάγκην ἔχουσι λέγειν σάρκα καὶ ὀστέα τῷ ἰδίῳ λόγῳ