1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

ποιμνίοις καὶ αἰ πολίοις, ἀλλὰ καὶ τοὺς πλουσίους τῆς ποίμνης μὴ κατ εσθίωμεν. Ἐπεὶ δὲ οὐχ εὕρηνται οἱ αὐτοῦ θεοὶ, συμ βάσεις ποιεῖται μετὰ τοῦ θεσπεσίου Ἰακώβ· καὶ ὁ κόσμος, ἡνίκα τοὺς ψευδωνύμους ἀπεβάλετο θεοὺς, φίλος γέγονε τοῦ Χριστοῦ. Εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· Συλλέγετε λίθους· καὶ συνέλεξαν λίθους. Καὶ ἐν τῷ 12.128 Ἐκκλησιαστῇ γέγραπται· Καιρὸς τοῦ βαλεῖν λί θους, καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους. Συνά γονται δὲ κατὰ πρόσταξιν Ἰακὼβ, ὃς τύπος ἦν Χρι στοῦ, ἵνα ἡ οἰκοδομὴ πληρωθῇ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐ τοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐκ λίθων ζώντων, ὅτε γίνεται οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον. Καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. Τοῦ μὲν φαύλου διὰ τὴν κακίαν ἐγγὺς ὁ τόπος· τοῦ δὲ διὰ προκοπῆς ὁδεύοντος, ἐπεὶ μακράν ἐστιν ὁ τόπος, οὐ μικρὸς ὁ κόπος. Καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Ὁ Κύριός φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Τῷ οὖν τὴν ὁδὸν ταύτην πορευομένῳ συναντῶσιν ἄγγελοι τοῦ Θεοῦ. Καὶ ἐνετείλατο αὐτοῖς λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἠσαῦ· Οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα. Κατὰ τιμὴν τὸν πρε σβύτερον ἀδελφὸν ἀνυποκρίτως κύριον αὑτοῦ κα λεῖ. Πλὴν καὶ ἀπόκρισις ὑποπίπτουσα ἀπο στρέφει θυμόν. Καὶ ὡς ἄνθρωπος μὲν ἐφοβή θη, τῷ Θεῷ δὲ πιστεύσας, οὐκ ἔφυγεν, ἀλλ' ἤρ χετο. Καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώκ. Ἰαβὼκ πόταμός ἐστι τῆς Ἀραβίας, ὁ νῦν καλούμενος Ἰαμβίκης. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιε μετ' αὐτοῦ ἄνθρωπος, καὶ τὰ ἑξῆς. Τίς δ' ἂν ἄλλος εἴη ὁ λεγόμενος ἄνθρωπος ὁμοῦ καὶ Θεὸς, συμπαλαίων καὶ συναγωνιζόμενος τῷ Ἰακὼβ, ἢ ὁ πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν ἱερὸς τοῦ Θεοῦ Λόγος, Κύριος καὶ Θεὸς χρηματίζων, ὃς καὶ εὐλο γήσας τὸν Ἰακὼβ, Ἰσραὴλ αὐτὸν ὠνόμασεν, ἐπειπὼν, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ; οὕτω δὲ ἑώρων οἱ τότε ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Κυρίου ἡμῶν ἀπόστολοι· Ὃ ἦν ἀπ' ἀρχῆς, ἑωράκα- μεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς· ὃν Λόγον, καὶ ζωὴν θεασάμενος καὶ ὁ Ἰακὼβ, ἐπι φέρει λέγων· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον. Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. Χιτὼν ποικίλος ἐστὶν ἕξις ἀρίστη ταῖς ἀρεταῖς κεκοσμημένη. Ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτὸν ὁ πα τὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. Ὁ μισῶν ἀδυνάτως ἔχει πρὸς τὸ εἰρηνικόν τι λαλεῖν τῷ μισουμένῳ. Ἀποθώμεθα οὖν τὸ μῖσος, ἵνα λαλεῖν εἰρηνικὰ δυνηθῶμεν. 12.129 Οἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν Ἰωσὴφ εἰς Αἴ γυπτον τῷ Πετεφρῇ τῷ σπάδοντι Φαραὼ ἀρχιμα γείρῳ. Πετεφρῆς παρὰ Ἀκύλᾳ καὶ Συμμάχῳ Φουτιφὰρ εἴρηται ἐν τούτῳ τῷ τόπῳ, ἐν δὲ ἑτέρῳ Φουτιφαρέ. Καὶ ἡ μὲν τοῦ παρόντος ὀνόματος ἑρμη νεία παράκειται τῇ λέξει· ἡ δὲ ἔκθεσις τοῦ ἑτέ ρου ἐν τοῖς ἑξῆς φανεῖται. Γνοὺς δὲ Αὐνᾶν, ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγένετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν. Πᾶς ὁ σπεί ρων ἐπὶ τὴν σάρκα, καὶ τὰ ἔργα τῆς σαρκὸς ἐν τῇ γῇ θησαυρίζων, ὅμοιος τῷ Αὐνᾶν· διὸ καὶ θανα τοῦται ὑπὸ Θεοῦ. Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ· καὶ ἦν ἀνὴρ ἐπιτυγ χάνων. Ὡς ἐπὶ σκοπὸν βάλλων, ἔτεινε τὸ ἡγε μονικὸν ἑαυτοῦ, καὶ ἀεὶ ἐπετύγχανε. Πολλαχοῦ δὲ κέ χρηται τούτῳ ἡ Γραφή. Καὶ εὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ἰωσήφ. ∆ιὰ τὸν ἅγιον ἐν οἴκῳ ὄντα Αἰ γυπτίου εὐλογεῖται ὁ οἶκος, καὶ τὰ ὑπάρχοντα, καὶ ὁ ἀγρὸς τοῦ Αἰγυπτίου. Αὕτη δὲ οὐ πνευματικὴ εὐ λογία. Ἐγένετο δὲ μετὰ ῥήματα ταῦτα, ἥμαρτεν ὁ ἀρ χιοινοχόος τοῦ βασιλέως Αἰγύπτου, καὶ ὁ ἀρχισι τοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου. Νο μίζω ὅτι τὸ ἀνάλογον τῷ· Ἥμαρτον βασιλεῖ Αἰγύπτου, λέγοιτ' ἂν περὶ τῶν μαρτύρων, ὅτι τῷ νοητῷ βασιλεῖ τῆς Αἰγύπτου οὗτοι ἁμαρτάνουσιν, ἀλλ' οὐ τῷ Θεῷ. Εἰς γὰρ τὸν τοῦ κόσμου νόμον δοκοῦσιν ἁμαρτάνειν, ἐναντίον ὄντα τῷ νόμῳ τοῦ Θεοῦ. Ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ