1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

13

τοὺς σοφοὺς αὐτῆς. Καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐ τοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. Οὐκ οἶμαι, ὅτι τέλεον ἐσιώπων, ἀλλὰ πάντα μᾶλλον ἔλεγον ἢ αὐτὸ τὸ τῆς ἐνυπνίων διηγήσεως. Ἀλλ' ἐρεῖ τις· Πῶς ᾔδει ὁ Φαραὼ πότερον ἐπιτυγ χάνουσιν οἱ ἐξηγηταὶ καὶ σοφοὶ Αἰγύπτου διηγούμε νοι τὰ ἐνύπνια, ἢ μή; Ἔλεγε δὲ πρὸς ταῦτα ὁ Ἑβραῖος, ὅτι ὁ Φαραὼ ἰδὼν τὸ ἐνύπνιον, εἶδε αὐτοῦ καὶ τὴν διήγησιν, ἥτις αὐτοῦ ἀπέπεσε τῆς μνήμης. Ἑκάστου οὖν ἀκούων λέγοντος, οὐκ ἀνεμιμνήσκετο οὗ ᾔδει ἑωρακέναι. ∆ιὰ τοῦτο δὲ ἐξεπλάγη τὸν Ἰω σὴφ, καὶ ἀθρόως αὐτὸν προήγαγεν εἰς τὸ πιστεῦ σαι τὴν πᾶσαν Αἴγυπτον, καὶ τὸν σῖτον αὐτῆς, καὶ τὴν σωτηρίαν τῶν Αἰγυπτίων, αὐτῷ· ἐπεὶ ἅμα γε ἐκδιηγήσατο τὰ ὀνείρατα, καὶ οὗτος ὑπεμνή σθη τὰ αὐτὰ εἶναι τὰ προδεδηλωμένα αὐτῷ. Ἀποκριθεὶς δὲ Ἰωσὴφ τῷ Φαραὼ, εἶπεν· Ἄνευτοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ. Εὔλογος Ἰωσὴφ ἐν ᾧ προοιμιάζεται ἀπὸ Θεοῦ. Τήρει δὲ, ὅτι πρὸς μὲν τὴν γυναῖκα εἶπε· Καὶ ποιή σω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ. Ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ φυ λακῇ εὐνούχους φησίν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ δια σάφησις αὐτῶν ἐστι; Καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ· Μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν ἑαυτῷ; Μεῖζον ἢ κατὰ ἄνθρωπον ἰδὼν Φαραὼ τὸ τὴν ἐκπεσοῦσαν τῆς μνήμης αὐτοῦ λύσιν τοῦ ὀνείρατος σεσαφηνίσθαι ὑπὸ τοῦ Ἰωσὴφ, πνεῦμα εἶπε Θεοῦ ἔχειν αὐτὸν ἐν ἑαυτῷ. Τοῦ αὐτοῦ. Ἠναγκάσθη καὶ Φαραὼ ἕνα εἰπεῖν Θεόν· καὶ τούτῳ δὲ συνᾴδει τὸ περὶ τῆς λύσεως τοῦ ὀνείρατος προαποδεδομένον. Καὶ ἐκήρυσσεν ἔμπροσθεν αὐτοῦ κήρυξ. Τὸ Ἑβραϊκὸν ἔχει Ἀβρὴχ, ὃ κυρίως σημαίνει, πατὴρ ἁπαλός. Εἰκότως πατέρα ἁπαλὸν ἐκάλεσε τὸν 12.136 Ἰωσὴφ, ἐπειδήπερ ἁπαλὸς ὢν κατὰ τὴν ἡλικίαν, ὡς πατὴρ σωτήριον ἀρχὴν Αἰγυπτίοις ἐνεδείξατο. ∆ηλοῖ δὲ οὐδὲν ἡ λέξις, ἢ τὸ γονατίζειν. Φανερὰ γάρ ἐστιν ἡ φωνὴ τοῦ κήρυκος. Καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσὴφ Ψονθομ φανήχ. Ψομθομφανὴχ ὃ ἑρμηνεύεται, ᾧ ἀπε καλύφθη τὸ μέλλον. Ἀκύλας, Σαφαμφανή· Σύμ μαχος, Σαφθφανὴ, κεκρυμμένα ἀπεκάλυψε. Καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετε φρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ γυναῖκα. Τὸ μὲν Φουτιφὰρ ἐν ὀνόματι τοῦ πατρός ἐστι τῆς γαμη θείσης τῷ Ἰωσήφ. Οἰήσεται δέ τις ἕτερον εἶναι τοῦ τον παρὰ τὸν ὠνησάμενον τὸν Ἰωσήφ. Οὐ μὴν οὕτως ὑπειλήφασιν Ἑβραῖοι· ἀλλ' ἐξ ἀποκρύφου λέγουσι τὸν αὐτὸν εἶναι, καὶ δεσπότην καὶ πενθερὸν γενέσθαι. Καὶ φασὶ ταύτην τὴν Ἀσενὲθ διαβεβληκέναι τὴν μητέρα παρὰ τῷ πατρὶ ὡς ἐπιβουλεύσασαν τῷ Ἰωσὴφ, καὶ οὐκ ἐπιβουλευθεῖσαν. Ἣν δὲ ἐκδέδωκε τῷ Ἰωσὴφ, δεῖξαι σπουδάσας καὶ τοῖς Αἰγυπτίοις, ὅτι μηδὲν τοιοῦτον ἡμάρτηται εἰς τὸν οἶκον αὐτοῦ. Ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασσῆ, ὅτι ἐπιλαθέσθαι ἐποίησέ με ὁ Θεὸς πάντων τῶν πόνων μου, καὶ πάντων τῶν τοῦ πατρός μου. Τὸ μὲν πάντων ἐπιλαθέσθαι τῶν πόνων τοῦ Θεοῦ τοῦτο ποιήσαντος, σαφῶς καλόν ἐστιν· εἰ δὲ καὶ πάντων τῶν τοῦ πατρὸς αὐτοῦ Ἰα κὼβ ὁ Ἰωσὴφ ἐπελάθετο, καὶ τοῦτο ποιήσαντος τοῦ Θεοῦ αὐτῷ, ζητητέον. Οὐ γὰρ Θεὸς ποιεῖ ἐπι λαθέσθαι τὸν Ἰωσὴφ λόγων τοῦ Ἰακὼβ, καὶ υἱῶν αὐτοῦ· εἰ μὴ ἄρα πόνων αὐτοῦ, ἵν' ᾖ ἀπὸ κοινοῦ τὸ, πόνων, οὕτως· πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρὸς πόνων. Τὸ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Ἐφραῒμ, ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου. Μυ στικῶς ἡ πνευματικὴ Αἴγυπτος γῆ ταπεινώσεώς ἐστι τοῦ δικαίου· παρὸ παρὰ τῷ Ἀποστόλῳ λέγεται· Τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν· καὶ ἐν Ψαλμοῖς· Ἐταπεινώθη εἰς χοῦν ἡ ζωὴ ἡμῶν· καὶ πάλιν· Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως. Ἰωσὴφ δὲ ἦν ἄρχων τῆς Αἰγύπτου. Οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς. Ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσω πον ἐπὶ τὴν γῆν. ∆ιὰ τὸ μὴ εἶναι λαοὺς τῆς γῆς τοὺς υἱοὺς Ἰακὼβ, οὐκ ἐπώλει αὐτοῖς· ἀπεδίδου δὲ τὰ ἀργύρια δίς. Ἔπρεπε γὰρ τοὺς υἱοὺς Ἰσραὴλ προῖκα λαμβάνειν τὸν σῖτον. Τοῦ αὐτοῦ. Χαριέντως περὶ τῶν αὐτῶν, ὅτε μὲν ἀγοράζουσι, φησὶν, υἱοὶ Ἰσραήλ· ὅτε δὲ προσκυ νοῦσιν Ἰωσὴφ, οἱ ἀδελφοὶ Ἰωσήφ.