1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

30

ἐπείγομαι. εἰ καὶ πολλοῖς ἔτι ἀγκίστροις τεθήραμαι, βασιλεῖ ἀπρὶξ ἡμῶν δραττομένῳ καὶ πρὸς τοὺς προηγησαμένους περὶ ἡμῶν ἀντερίσαντι καὶ νικήσαντι τῇ τε ἄλλῃ τιμῇ καὶ λαμπρότητι καὶ τῷ «προκεκρίσθαι τῶν ἄλλων» ὑπὲρ τοὺς ἄλλους, ὅσοι καὶ νῦν καὶ πρῴην τῶν αὐτῶν λόγων συμμετειλήφασιν ἢ τὴν κοινωνίαν αὐτῶν προσειλήφασιν. εἰ γάρ τοι καὶ τὸ σχῆμα καὶ ὁ τρίβων ἄμικτά πως καὶ βασιλεῖ καὶ τοῖς περὶ βασιλέα δοκεῖ, ἀλλ' <οὐχ> ἡμῖν ταῦτα μόνοις κεκαινοτόμηται, καὶ ἥδιστά πως δοκεῖ οὐ τοῖς κοινωνικοῖς μόνον, ἀλλὰ καὶ τῶν ἀκοινωνήτων τοῖς πλείοσιν. εἰ δέ μοι τὸ ἦθος προσήρμοσε τοῖς διαφόροις καιροῖς, ἄλλοι περὶ τούτου φιλοσοφείτωσαν, ἐμοὶ γοῦν ηὐτομάτισται. καὶ ἵλαθι ἄνωθεν ταύταις δή μοι ταῖς ἐκτροπαῖς, μᾶλλον δὲ πρὸς τὴν ἀνάγουσαν πρὸς Θεὸν μετάκλινον καὶ ἀπεύθυνον, καὶ δίδου καθαρῶς «τοῦ εὐαγγελικοῦ βίου» κατατρυφᾶν, τῆς κεκρυμμένης ζωῆς ἐν Θεῷ. εἶτα δὴ καὶ τοῦ τῆς ἀρετῆς νάματος παρασχοῦσα πιεῖν ὁπόσον ἡμῖν τοῦ ῥείθρου ἐνδόσιμόν τε καὶ χωρητόν, μετὰ ταῦτα δέξαιο μεταστάντας καὶ πλήρωσον ταῖς πρὸς τὸ Θεῖον παρρησίαις σου καὶ δεήσεσι τῆς πρώτης καὶ θείας τῶν νοουμένων πηγῆς.