1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

19

ἡμῖν ἐδίδους περιπλοκάς, ἀπαίρειν μέλλων καὶ στέλλεσθαι πρὸς ἐκδημίαν μακράν, ἐγὼ δὲ ᾤμην φύσεως εἶναι ταῦτα φιλοτιμίαν εἰς φιλοστοργίαν χαλασθείσης ἀθρόον, οἷα δὴ πολλὰ εἴωθεν. οὐκ οἶδα ποῖ τράπωμαι, πῶς δὲ τὸ ἐξοιδοῦν καταστελῶ τῆς ψυχῆς. τὴν δὲ μητέρα παρηγορήσω πρότερον ἢ παρηγοροῦσαν εἰσδέξομαι; σὺ μὲν οὖν, ὦ πάτερ, ἀπελήλυθας τὴν καλὴν ὄντως πορείαν, μᾶλλον δὲ ἐστάλης πρὸς οὐρανὸν τῷ ἀέρι ἐφεὶς καὶ «πρὸς Θεὸν ἀναβέβηκας», πρὸς ὃν τὰ πολλὰ πεπραγμάτευσαι, ἐγὼ δὲ περὶ τὸν «πλάνητα» τοῦτον «βίον» ἐλλέλειμμαι, οὐκ οἶδα εἰς ὃ τελευτήσων ἢ ἐγκαθορμισόμενος τὸ μέγα «περαιωσάμενος πέλαγος». ἀλλ' ὦ πάτερ, τὸ «γλυκὺ» τοῦτο ἐμοὶ καὶ ποθούμενον «ὄνομα». εἴ τις μνήμη ταῖς θείαις ὑμῶν ψυχαῖς τῶν ἐνταῦθα ἐγκάθηται, εἴ τις ἀνάμνησις παρὰ τοῦ Κρείττονος δέδοται, μέμνησο τοῦ υἱέος. οὐ γὰρ ἐκκόψεις σαυτῷ τὴν ἔλλαμψιν, οὐδ' ὑφαιρήσεις τῆς θεωρίας· οὕτω γὰρ καὶ περὶ τῶν ἀγγέλων ἀκούομεν ὅτι καὶ πρὸς τὰ ἄνω ἐπτέρωνται ἅμα καὶ τὰ τῇδε ἐπιτροπεύουσιν. «ἀγγελικῆς» καὶ αὐτὸς ἠξίωσαι «καταστάσεως», δεῖξον ἡμῖν τὸ ἀξίωμα, δεῖξον τὴν ῥοπὴν ἀμετάθετον». Ἐγὼ μὲν οὖν ταῦτα ἀνῴμωζον «περιπλέγδην ἐχόμενος» τοῦ πατρός. ὡς δὲ βραχύ τι ἀνένευσα, τότε πρῶτον ἐγνώκειν ἐπισπωμένην με τὴν μητέρα καὶ χερσὶν ὅλαις ἀνθέλκουσαν. ἐπιστραφεὶς γοῦν τεθέαμαι ταύτην· ὢ ψυχῆς ἐκείνης. ἀλλὰ πῶς ἂν εἴποιμι τὴν τῶν παθῶν αὐτῇ κρᾶσιν, πῶς δ' ὅπως κρείττων ἐγεγόνει τοῦ δυναστεύοντος; ἐδριμύττετο γοῦν τὰ σπλάγχνα δεινῶς καὶ ἡ φύσις αὐτῇ κατενήνεκτο· ἐῴκει δὲ κρείττονι νῷ ἐμβριμωμένη τοῖς φυσικοῖς πάθεσι καὶ ταράττουσα ἑαυτήν. ἀνέστελλε γοῦν καταρρέον τὸ δάκρυον καὶ ἀνασπώμενον κάτωθεν ἐπεῖχε τὸν στεναγμὸν καὶ τὸ πρόσωπον ὠχριακὸς αἰδοῖ τῇ περὶ τὸ πρᾶγμα ἠρύθαινε καὶ ἦν ἐν αὐτῇ μίξις καὶ στάσις πλειόνων ἐναντιώσεων. ἐνίκησε δ' οὖν ὅμως αὐτῇ τὸ φιλόσοφον. εἶτα δὴ καὶ πρὸς ἐμὲ ἀτενὲς ἰδοῦσα· «ἀλλ' οὐδέν σε, παιδίον, -ἔφη-ὁ θύραθεν ὤνησε λόγος πρὸς θεοσέβειαν, ἀλλὰ μάτην μέν σοι ἡ παίδευσις, μάτην δὲ τεθρύλληται ἡ εὐμάθεια; οὔπω γὰρ τὸ φιλοσοφούμενον τοῖς «τῆς εὐαγγελικῆς πολιτείας» τροφίμοις μεμάθηκας· ἡμῖν γὰρ τοῦτο σπούδασμα, λῦσαι τὸ σῶμα δι' ἐγκρατείας καὶ ἀναλῦσαι τὴν ψυχὴν τῆς φυσικῆς ταύτης κράσεως καὶ συνεῖναι Θεῷ. καὶ τοῦτο τέλος ἡμῖν τῆς πολλῆς ἐνταῦθα πραγματείας καὶ συντονίας, οὗ δὴ νῦν ὁ πατήρ σοι τετύχηκε, καὶ νῦν πρώτως καθαρῶς ἠλευθέρωται αὐτοῦ ἡ ψυχή. ὃ δὲ νῦν ὁρᾷς, ὕλη ἐστὶ μορφωθεῖσα παρὰ τῆς φύσεως, ἐκ στοιχείων συγκειμένη καὶ αὖθις εἰς αὐτὰ διακρινομένη. ἦν μὲν οὖν ποτε καὶ τοῦτο τὸ σῶμα καλὸν καὶ ἐγκείμενον τῇ ψυχῇ, ἀλλ' ὁ τοῦ ὄφεως ἐκεῖνος ἰὸς σκότους καὶ ἀχλύος ἐμπέπληκε. βούλεται γοῦν αὐτὸ καθᾶραι πάλιν Θεὸς καὶ τὸν ἰὸν ἐξελεῖν· διὰ ταῦτα διεῖλε τὸ κρᾶμα καὶ διαιρεῖ τὸ σύνθετον καὶ ἐκχεῖ τὸ δεινὸν φάρμακον, ἵν' αὖθις ἀναπλάσῃ καὶ οἰκοδομήσῃ καὶ τὴν ψυχὴν τούτῳ πάλιν ἐγκαταστήσῃ. ὄψει γοῦν αὖθις τὸν πατέρα, εἴ γε βούλοιο, μετὰ τοῦ συμφυοῦς ποτε σώματος, ὅτε σάλπιγξ ἠχήσει μέγα κατὰ τὰς ἡμεδαπὰς παραδόσεις καὶ «εἰδοποιήσει τὴν ὕλην» ὁ πλάσας καὶ μορφώσει τὴν κόνιν καὶ ἀναπλάσει τὸν ἄνθρωπον. ταύτην μοι, τέκνον, «παιδεύου τὴν παίδευσιν» καὶ φιλοσοφίας ἔχου τῆς κρείττονος καί, θρηνεῖν εἴ γε βούλοιο, σαυτὸν ἀποδύρου ἔτι τῷ δεσμῷ κατεχόμενον καὶ τῷ τοῦ βίου πελάγει πλανώμενον καὶ οὔπω ἐλλιμενίσαντα». Ἠιδέσθην, πῶς ἂν εἴποι τις, ταῦτα διεξιούσης μοι τῆς μητρός, καί, βραχύ τι τὸν θρῆνον ἐπισχών, τόν τε πατέρα τῇ γῇ κατεθέμην καὶ πρὸς τὴν μητέρα μεταστραφείς· «ἀλλὰ σύ μοι-ἔφησα-γενοῦ τοῦ κρείττονος «λόγου διδάσκαλος» καὶ τῆς σῆς μετάδος σοφίας, ἣν αὐτὴ δαψιλῶς ἐκ τῶν ἄνωθεν ἠρρύσω πηγῶν». . Βούλομαι μὲν οὖν τὸν λόγον εὐθὺς ἐπὶ τὴν μητέρα μετενεγκεῖν, ἕτερος δέ με λόγος ἀνθέλκει καὶ περὶ τὸν πατέρα καταναγκάζει φιλοχωρεῖν, μᾶλλον δὲ οὐ λόγος, ἀλλ' «ὄψις νυκτερινή», εἴ γε μὴ καὶ αὕτη λόγος ἐστίν,