1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

18

ἐνδομυχεῖ καὶ πρὸς τὸ βάθος ὑπείσεισι». Ταῦτα μὲν ἐκεῖνος. ἐγὼ δὲ εἰς δέον τῇ εὐγλωττίᾳ τότε χρησάμενος καὶ τοὺς τρόπους εἰρηκὼς καθ' οὓς κατατρέχει μὲν ἡμῶν τὰ πνεύματα, ἡμεῖς δὲ νικῶμεν ἐπιστρεφόμενοι καί, τὸν τάραχον αὐτοῦ ἀφελών, κατέστησα τὴν ψυχήν. καί· «ὦ σπλάγχνον-ἔφησε-γλυκύτατον, τί δὲ οὐκ ἀντεφεστιάσω σε τοιούτοις με λόγοις ξενίσαντα; ὡς ἡδὺ δὲ καὶ τὸ χρῆμα πατὴρ καὶ υἱὸς φιλοσόφως συνδιαιτώμενοι καὶ κοινῶν ἁλῶν συμμετέχοντες». «ἀλλ' οὐχὶ μὴ βουλόμενον, ὧ πάτερ, ξενοδοχεῖς. ἀπηλλάγην δ' οὖν οὐδαμῶς, εἰ καὶ μὴ αὐτὸς ἐπὶ τὴν σὴν ξενίαν με παρεκάλεσας». βραχύ τι πρὸς τὸν λόγον παρεμειδίασεν ὁ πατὴρ καί· «εἰ μὲν εἰσί τινα- ἔφη -ζῶα τὰ ἔκγονα πάλιν τεταραγμένα καὶ τοῖς φυσικοῖς κόλποις ὑποδεχόμενα, ἱστορούντων ἀκήκοα· ἔγωγ' οὖν ἄν σε καὶ τοῖς σπλάγχνοις ἡδέως ἐνέθηκα ἀναρρήξας αὐτά». Τὴν ἡμέραν τοίνυν ἐκείνην κοινῇ συνεστιαθεὶς τῷ πατρί, ἐπειδὴ πρὸς καταφορὰν ἐκ πολλοῦ ὁ ἥλιος ἐγεγόνει πολλοῖς τοῦτον κατασπασάμενος ἀσπασμοῖς ἐκδὺς τοῦ ἀσκητηρίου ἀπηλλάγην, ἐκεῖνον μὲν φαιδρὸν ἐγκαταλιπών. αὐτὸς δ' οὐ πάνυ εὔθυμος ὤν, ὅθεν ἔδοξέ μοι ἀπιέναι πρὸς τὴν μητέρα κἀκείνῃ φαρμάκῳ πρὸς τὸ πάθος χρήσασθαι τῆς ψυχῆς. ἡ δέ με τότε ὥσπερ ἀπόδημον εἰσεδέξατό τε περιχαρῶς καὶ τῆς νυκτὸς ἐκεῖσε διαναπαύσασθαι πέπεικεν. 19. Ἀλλ' οὔπω «μέσαι νύκτες» καί τις ἐψόφει τὴν αὔλειον καὶ ἡ θυρωρὸς γνοῦσα ὅστις εἴη τεταραγμένη τῇ μητρὶ κἀμοὶ πρόσεισιν· ἤδη γὰρ πρὸς τὸν ὄρθριον ὕμνον ὁ καιρὸς ἐκείνην ἐκάλει. προσιοῦσα οὖν· «ὁ πατήρ σοι, κάλλιστόν μοι μειράκιον-πρὸς ἐμὲ νεύσασα-, ἑσπέρας ἀθρόον κατενεχθεὶς λάβρῳ θέρεται πυρετῷ». αὐτίκα τοίνυν ἐγώ τε πρὸς τὸν πατέρα ἐπεπορεύμην, κἀκείνη «κατὰ πόδα» εἵπετο. εἰσεληλυθότες οὖν τὸν οἰκίσκον ἑωράκειμεν αὐτὸν πυρὶ μὲν ἀτεχνῶς καταπιμπράμενον, ἄσθματι δὲ πυκνῷ συνεχόμενον καὶ φλεγμονὴν ἀκριβῶς ἐν τοῖς σπλάγχνοις ὑποδεικνύοντα. ὡς δὲ καὶ τοῖς δακτύλοις τὰς τῆς ἀρτηρίας κινήσεις ἐτεκμηράμην -ἐσπουδάζετο γάρ μοι μακρόθεν ἡ περὶ τοῦτο τέχνη- ἀπειρήκειν εὐθύς. ἐκλέλοιπε γὰρ τῷ μορίῳ ἡ κίνησις, ὥστε βραχύ τι κινεῖσθαι ἢ μᾶλλον κατὰ τὰς τῶν μυρμήκων κινήσεις κυμαίνεσθαι. «αὖος οὖν καὶ ἀπόπληκτος» εἱστήκειν οὐκ ἔχων πότερον ἐκεῖνον ἀποκλαύσασθαι ἢ τὴν μητέρα παραμυθήσασθαι ἢ ἐμαυτὸν ἀποδύρασθαι. ὁ δὲ καὶ ἐγνώκει με ταραττόμενον καὶ τῷ δεξιῷ περιλαβών με βραχίονι· «ἐγὼ μέν, ὦ τέκνον, ἄπειμι-ἔφη-τὴν τεταγμένην πορείαν καὶ ἣν ὁ Λόγος ἀφώρισε· σὺ δέ, ἀλλὰ καὶ σαυτῷ παρακέλευε μὴ θρηνεῖν καὶ τῇ μητρὶ ἀρκοῦσα παραμυθία γενοῦ». εἶτα δὴ βραχύν τινα «ἐπισχὼν χρόνον» καὶ «τοὺς ὀφθαλμοὺς διανοίξας» ἀθρόον καί τι ἀσαφῶς ὑποψιθυρίσας, ὁμοῦ τε τάς τε βλεφαρίδας ἀφῆκε τοῖς ὄμμασι καὶ ἐξεπεπνεύκει, τὴν μὲν ψυχὴν Θεῷ παραθείς, ἐμὲ δὲ εἰς θρήνων ἐξουσίαν ἀφείς. Ἐπειδὴ γὰρ οὔπω παρῆν οὐδεὶς τῶν συνασκησάντων, τῷ ἐκείνου στήθει ἐπιπεσὼν καὶ τὴν καρδίαν καταφιλῶν· «ὦ πάτερ» ἔλεγον, καὶ τοῦτο πολλάκις καὶ αὖθις ἐπεῖχον· οὐ γὰρ ἦν μοι τὸ πνεῦμα συνειλεγμένον. ἔπειτα δή, συλλέξας καὶ βύθιόν τι ἀσθμήνας· «ὦ πάτερ-αὖθις ἐβόων-, ποῦ ποτε ἀθρόως πεπόρευσαι; πῶς δὲ ἀπέπτης καταλιπὼν τὸν υἱόν; ὢ αἰφνιδίου διχοτομίας, ὢ πικρᾶς διαιρέσεως. ἔτι ἡ πρὸ τῆς ἑσπέρας τῶν σῶν λόγων ἠχὼ ἐναυλεῖ μοι τῇ ἀκοῇ, ἔτι δοκοῦμεν φιλοσοφεῖν καὶ περὶ ψυχῆς διαλέγεσθαι. τί ποτε ἦν ἐκεῖνο τὸ βέλος ὅ σου ἐξαπιναίως τὴν ψυχὴν ἐτραυμάτισε; τίς ἀφῆκε τὴν λόγχην ἐκείνην ἐπὶ τὰ σπλάγχνα; τίς τὸν θανατηφόρον ἐκεῖνον ἐνέχεέ σοι ἰόν; ἐγὼ δὲ ἐδόκουν τὸν ὀϊστὸν ὑφελεῖν, τάχα που καὶ ἀνέρρηξά σου τὴν ὠτειλὴν τοῦ βέλους, τὴν ἀκμὴν ἀφαιρούμενος, τάχα σου κατέξανα τὴν πληγήν· σὺ δὲ μεταβεβληκότι ἐῴκεις καὶ ἀνήνεγκας τὴν ψυχήν. ὤ μοι τῶν ἐξιτηρίων ἐκείνων ῥημάτων καὶ τῶν προπεμπτηρίων φιλημάτων. καὶ σὺ μὲν ἴσως, ὦ πάτερ, τὰς τελευταίας