1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

5

5. Τὸ μὲν οὖν ἐμὸν μέρος ἀφείσθω νῦν, ἐχέσθω δὲ τῆς μητρὸς ὁ λόγος· εἰ δέ τι καὶ περὶ ἐμαυτοῦ διηγοίμην, μεμφέσθω μηδείς, οὐ γὰρ περιαυτολογία τὸ πρᾶγμα, ἀλλ' αἰτιολογία, ὅπῃ παρείκοι, τῶν τῆς μητρὸς καλῶν. ἀδικοίην γὰρ ἂν ἐκείνην πάντη τῶν ἐλπίδων δεικνύων ἐστερημένην καὶ τῶν εὐχῶν ἀτυχῆ· οὐχ οὕτω δὲ ταῦτα ἕξει, εἰ μὴ τὸ ἐλπισθὲν ἔχον τι τῶν προηγησαμένων φανείη καὶ μὴ πάντη πρὸς ἐκείνην ἀπᾷδον. ὅσα μὲν οὖν μοι τὸ γένος ἐπιφημίζει τεχθέντι, τὸ μήτε κλαυθμυρίσαι ποτέ, μηδ' ἐν ταῖς ἀναγκαιοτάταις χρείαις τῆς φύσεως, μήτ' ἄλλην θηλὴν καταδέχεσθαι ἢ τὴν τῆς μητρός, γνωρίζειν τε ταύτην ὡς γειναμένην ὥσπερ ἀπὸ γνώμης, οὐκ ἀπὸ συνηθείας, ἢ καὶ τἆλλα περὶ ὧν οὐδὲν δέομαι λέγειν, ἀφίημι τῇ γυναικωνίτιδι· ὅσα δ' αὐτὸς τυγχάνω εἰδὼς «τῆς φρονούσης ἡλικίας» ἁψάμενος περί τε ἐμαυτοῦ καὶ τῆς μητρός, αὐτὰ δὴ λέξω σαφέστερον, «μηδὲν ἐνδοιάσας» μηδὲ τὰς τῶν βασκαινόντων ὑπειδόμενος γλώσσας. Τὴν ἐμὴν τοίνυν μητέρα ἐπήγετο μὲν πρὸς «λόγου παραδοχὴν» αὐτό τε τὸ περὶ τοὺς λόγους ἐραστὸν καὶ ἡ ἐπιθυμία τοῦ πράγματος, μᾶλλον δὲ πρὸς τοῦτο καὶ ἡ ἐμὴ φύσις ἐπέρρωσεν, αὐτόθεν τε θαυμαζομένης τῷ ἑτοίμῳ τῆς γνώμης κἀν τοῖς πράγμασι δὲ βεβαιουμένης τῷ εὐροοῦντι περὶ τὴν μάθησιν. φασὶ γοῦν τῶν περὶ τὸ γένος οἱ πλείους ὅτι μοι καὶ παιδὶ ὄντι οὐδὲν τῶν λεγομένων μάτην ἐπέρρει τῇ ἀκοῇ, ἀλλ' ἅπας λόγος ἐκσφράγισμα τῆς ψυχῆς ἦν. ἐντεῦθεν οὖν ἡ μήτηρ πρὸς τὰ κρείττω χειραγωγουμένη, εἰς πέμπτον ἔτος τελέσαντα διδασκάλῳ ἐφίστησι, καὶ ἦν μοι τὸ μάθημα οὐ μόνον εὐχερές, ἀλλὰ καὶ ἡδὺ ἀντ' ἄλλης τινὸς παιδιᾶς· ἠνιώμην γοῦν εἰ μή μοι διὰ πάσης ἡμέρας διδοίη τὰ παιδικά, καὶ ἦν μοι παιδιὰ μὲν ἡ σπουδή, σπουδὴ δὲ ἡ παιδιά, οὐχ ὡς ταῦτα παίζοντι ἐκεῖνα δὲ σπουδάζοντι, ἀλλ' ἐκείνων μὲν ἐχομένῳ διὰ τὸ ἡδύ, τούτων δὲ ἀπεχομένῳ διὰ τὸ τραχύ. λέγω γοῦν ταῦτα οὐκ ἐμαυτὸν βουλόμενος ἐπαινεῖν, ἀλλ' ἐνδεικνύμενος ὁπόθεν μοι ἡ περὶ τοὺς λόγους ἐγεγόνει σπουδή. Βραχὺς ἐπὶ τούτοις χρόνος ἐπέρρευσε καί μοι ὄγδοος τῆς ἡλικίας «ἐνειστήκει καιρὸς» καὶ πρὸς τὰ κρείττω μαθήματα ἡ φύσις ἀνῆγε. πολλοῖς μὲν οὖν τοῦ γένους παρίστατο μὴ εἰς τοῦτό με ἐφεῖναι τὸ πέλαγος, μᾶλλον δὲ ἀφεῖναι, ἀλλ' εἰς ἄλλο τι τῶν ῥᾴστων μεθέντας καὶ διαπεραιωσαμένους ἐπὶ λιμένος ἐγκαθορμίσαι. ἐμοὶ δὲ δυσχερὲς ἦν ἄλλως, καὶ μέχρις ἀκοῆς, ἄλλο τι πρὸ τῶν λόγων ἐμπορεύεσθαι· ἐπεκλίνετο δέ μοι τῇ γνώμῃ καὶ ἡ μήτηρ μάλα ἀσμένως, καὶ τέως ἀμφισβητήσιμος ἦν τῇ τε ἐμῇ προθυμίᾳ ταῖς τε τῶν πολλῶν ἐπιτροπείαις καὶ διατάξεσιν· ἔκρινε δὲ τὸ ἀμφίβολον, εἶπεν ἂν ὅστις εἰ ἀνάστασιν εὑραμένη παρά του τῶν κρειττόνων ἡ μήτηρ τῷ λόγῳ παρῆν· ἐκείνη γὰρ ἂν κάλλιον ἣν εἶδεν ὄψιν ἡρμήνευσε. τὰ δὲ ὀφθέντα διττά, καὶ τὸ μὲν παρ' αὐτῆς ἠκηκόειν, τὸ δὲ πεπυσμένος ᾧ ἐκείνη ἐπίστευσεν ἐγνώκειν ὕστερον. ἔλεγε γοῦν μοι ἡ μήτηρ ὡς ἅπαξ ποτὲ εἰς ὕπνον διαχυθεῖσα ἔδοξεν αὖθις περὶ τῶν ἐμοὶ καθηκόντων ἀμφισβητεῖν· ὡς δὲ πολλάκις τοῖς λογισμοῖς ἀντιπίπτουσι κατακεκλόνητο, ἀνήρ τις τῶν ἀφωμοιωμένων Θεῷ, συνήθης ἐκείνῃ καὶ πρὸς τὸν χρυσοῦν τὴν γλῶτταν [Ἰωάννην] παρεικασμένος, λέγω δὴ τὸν Ἀντιοχέα τε καὶ ἡμέτερον, «μὴ δῆτα κυμαίνου-φησίν-, ὦ γύναι, ταῖς ἐνθυμήσεσιν, ἀλλὰ μιᾷ νικώσῃ ψήφῳ λόγοις συμβίβαζε τὸν υἱόν. ἐγὼ δὲ καὶ ὡς παιδαγωγὸς ἕψομαι τούτῳ καὶ ὡς διδάσκαλος ἐμπλήσω παιδεύσεως». Ταύτην μὲν οὖν τὴν ὄψιν παρὰ τῆς μητρὸς ἐδεδέγμην· ἣν δὲ μέλλω ἐρεῖν ἅτερος τῶν ἐκείνης ἀδελφῶν, μεταλλαξάσης ἐκείνης, ὑφηγήσατό μοι, «ὅρκους» ἀρρήτους «ὀμνύς». ἔφησε γάρ, ὡς διηγεῖτο αὐτῷ ἅπαξ ἡ ἀδελφὴ ὅτι, διαιρουμένης τοῖς περὶ ἐμὲ λογισμοῖς, τοιοῦτος ἐπῆρεν ὄνειρος ἐπὶ μίαν διάνοιαν. ἐδόκει γὰρ τὸν σηκὸν εἰσιέναι τῶν Ἀποστόλων, μάλα σεμνῶς, δορυφορούντων αὐτὴν ἐνίων οὕσπερ ἠγνόει· ἐπεὶ δὲ πρὸς τῷ βήματι γένοιτο-ἐθάρρει γὰρ τὰ κρείττω κἀν ταῖς σκιαῖς-, γυναῖκά τινα τῶν