1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

3

ἰσόδρομα καὶ ἰσόμετρα τὸ ἀξίωμα, ἀνταυγάζοντος θατέρου θατέρῳ, καὶ τοῦ μὲν τοὺς τῶν ἁπάντων ὀφθαλμοὺς εἰς ἑαυτὸ ἕλκοντος, τοῦ δὲ τὰς διανοίας ἐκπλήττοντος. Τὰ μὲν γὰρ πρὸς «ἱστὸν» καὶ ὅσα γυναικῶν χεῖρες «ὑφαίνουσιν», ἢ ὅσα γνῶμαι εὐφυεῖς ἀναπλάττουσιν, ὧν καὶ αὐτὸς πολλάκις γέγονα θεατής, οὐδεμία τῶν ἁπασῶν γυναικῶν ἐκείνῃ ἐρίσειεν, οὐδ' ἡ παρὰ τῷ Σολομῶντι ἐπὶ τούτοις μαρτυρηθεῖσα· τοσοῦτον γάρ φημι ὅτι ἅπερ ἐκείνῃ ὁ τοῦ σοφοῦ λόγος ἀνέπλασε, ταῦτα τῇ ἐμῇ μητρὶ διπλῷ τῷ μέτρῳ προσμεμαρτύρηται. ἡ δὲ τούτων μὲν ἧττον ἐφρόντιζεν, ὅτι μὴ καὶ κατωλιγώρει τὰ πλείω· ὅτι δὲ μὴ ἄρρενα τὴν φύσιν ἔλαχε, μηδὲ ἐξῆν ταύτῃ ἀδεῶς λόγοις προσομιλεῖν, ἐν δεινῷ ἐποιεῖτο· ὅπου δὲ τὴν μητέρα λάθοι, τὰς τῶν γραμμάτων ἀρχὰς παρά του μόνας λαβοῦσα, εἶτα δὴ ἀφ' ἑαυτῆς συνετίθει καὶ συλλαβὰς ἐποίει καὶ λόγους, μηδὲν προσδεομένη τοῦ στοιχειώσοντος. Ἦν δὲ καὶ τοῖς θείοις ναοῖς οὐ παρὰ τῆς μητρὸς δεδομένη, οὐδ' ὥσπερ ἄψυχον ἀνατεθειμένη ἀνάθημα, ἀλλὰ προσιοῦσα ἐκ προαιρέσεως καὶ φθάνουσα τῆς μητρὸς τὴν ὑπόσχεσιν καὶ οἴκοθεν λειτουργοῦσα Θεῷ καὶ λατρεύουσα. ἐντεῦθεν ἡ μὲν ἠμέλει τοῦ σώματος, τὸ δὲ οὐκ ἐδεῖτο τῆς προσποιήσεως, ἀλλ' ἦν ὥσπερ τὰ ῥόδα, ἐπιθέτου κάλλους μὴ προσδεόμενον, καὶ ἦν αὐτῇ τὸ ἠμελημένον καὶ ἀσχημάτιστον προσθήκη μᾶλλον ἀνεπιτήδευτος καὶ φυσική τις ἐπαύξησις. καὶ τὸν μὲν ἥλιον παρασκιάζει ἀχλὺς ὑποτρέχουσα καὶ τὴν ἀκτῖνα ἐπέχει νέφους ὑποδρομή, ὅθεν τηνικαῦτα οὐδ' ἴσμεν ὅπῃ φωτίζει τοῦ οὐρανοῦ ὁ φωστήρ· ἐκείνῃ δὲ τὸ κάλλος οὐδὲν ἐπεκάλυπτεν, οὐδὲ ἡ ἐπιμελεστάτη τῆς ὥρας ἀμέλεια, ὅθεν ὥσπερ λαμπτῆρος φέγγος ἁπανταχῆ κατεφαίνετο, ὥστε πάντας σχεδὸν τὸ ἐκείνης εἶδος ἢ «ἰδόντας» που ἵστασθαι «θαμβηθέντας» ἢ ἀκούοντας καταπλήττεσθαι. ἐνίοις μέντοι γε καὶ εὐτύχημα ἄλλως ἐδόκει, εἴ που ἐκείνην θεάσαιντο· λέγω δὲ οὐκ ἐραστὰς μόνον τοῦ προβεβλημένου κάλλους, ἀλλὰ καὶ ὅσοι φιλοσόφως ἀπὸ τοῦ αἰσθητοῦ καὶ ἐνταῦθα ἐπὶ τὸ νοητὸν καὶ ἀόρατον παραπέμπονται. Ἀλλ' ὢ «τῆς ἐκτροπῆς τοῦ λόγου», ὅπῃ με τὸ ἀναγκαῖον τῆς συνεχείας ὑφεῖλε καὶ παρεξένευσεν. ὃ γὰρ ὅσον ἐπὶ τῷ λόγῳ κάλλος ἠτίμακα, τοῦτο τῇ γειναμένῃ ὥσπερ ἐσχάτην κορωνίδα προσμαρτυρῶ, οὐ τοῦτο βουλόμενος, ἀλλ' ὅτι ἐντεῦθεν αὐτῇ τὸ πρὸς βίον νεῦσαι προσγέγονε. ξυνεῖχε γὰρ ἅπαντας ἡ περὶ αὐτὴν φήμη καὶ συνεδέσμει ἄλλον ἐπ' ἄλλῳ ἐφελκομένη, καὶ πάντας κεχηνότας ἵστη, μᾶλλον δὲ ἀνηρτημένους τοὺς μὲν πλείους τῆς ἀκοῆς, ἐνίους δὲ τῆς ὁράσεως. ἀλλὰ τί μὴ τὸ ἕτερον λέγω καὶ ὃ μάλιστά μοι λέγειν καθήκει; οὐ γὰρ τὸ θεατὸν αὐτῆς εἶδος τοσοῦτον ὑπήγετο τοὺς πολλοὺς ὅσον τὸ κεκρυμμένον τε καὶ ἀθέατον, φημὶ δὴ τῆς ψυχῆς, ὥστε συμβαίνειν, εἰ καὶ μὴ θάτερον παρῆν, διά γε θάτερον ἐκπεπλῆχθαι τοὺς ἀκροατὰς ἢ θεατάς· λέγω δὲ διῃρημένως ὅσοι τε ἐκτὸς ὁρῶσι καὶ ὅσοι ἐς ψυχὴν παρακύπτουσιν. ἐπεὶ δ' ἄμφω ἤστην καὶ ἑκατέρα μερὶς τῶν ἀνθρώπων παρῆν, οἵ τε τὸ φαινόμενον ἀσπαζόμενοι καὶ οἱ περιπτυσσόμενοι τὸ νοούμενον, ἀλλὰ δὴ καὶ ἡ τρίτη καὶ μέση, οἱ ἁμφοτέρων ἐχόμενοί τε καὶ ἐξεχόμενοι, πρῶτα τοίνυν ὁ ἐκείνης πατὴρ πεῖραν τινὰ κοινωνίας αὐτῇ προβαλόμενος καὶ «λόγους κινήσας» πολλούς, ἐπεὶ μὴ πειθομένην εἶχεν, ἀφεὶς τὴν ἐκ τῶν λόγων πειθὼ ἐπὶ τὴν βίαν ἀπέκλινεν, ὡς δὲ καὶ ἀρὰν αὐτῇ προσεποιεῖτο. φθάνει τῇ κατανεύσει τὴν προσποίησιν· ἠγνοεῖτο γὰρ αὐτῇ τὸ πλάσμα, ὡς ὕστερον διεξῄει τὸ δρᾶμα. πολλῶν τοιγαροῦν ἐπ' αὐτὴν συντρεχόντων ἢ προτρεχόντων, νικᾷ οὐχ ὁ μείζων τὴν τύχην, ἀλλ' ὁ πλείων τὴν ἀρετήν, λέγω δὴ τὸν ἐμὸν πατέρα, ᾧ δὴ τοῦτο ἔλλειμμα πρὸς εὐδαιμονίαν ἦν, εἰ τοιαύτης ἀπεστέρητο γυναικός, ὥσπερ δὴ πλήρωμα ταύτης τετυχηκότι. 4. Ἦν μὲν οὖν, ὥς φασι, τηνικαῦτα «πρῶτος ὑπηνήτης» καὶ ἀγαλματίας τὸ εἶδος, οὐ μὴν ταύτῃ μόνον ἐκείνῃ προσόμοιος, ἀλλὰ καὶ ἡ τῶν ἠθῶν κοινωνία βραχὺ τὸ διάφορον ἔχουσα, καὶ ἦν ὥσπερ συνδρομὴ