1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

21

ἀντιπίπτον, ἀλλὰ ῥᾷστα δὴ ὑπ' ἐκείνης ὀχούμενον καὶ πτερούμενον πρὸς Θεόν. λέγω δὴ οὐχ ὅτι τὰ μεγέθη τῶν σωμάτων καὶ αἱ βραχύτητες καθέλκουσιν ἢ ἀνάγουσι τὴν ψυχὴν καταγομένην ὑπὸ τούτων ἢ ἐκεῖνα ἀνάγουσαν, ἀλλ' ὡς ὅποι δ' ἂν παραληφθείη τὸ χρῆμα τῆς ἐγκρατείας καὶ κενώσῃ τὴν ὕλην καὶ δαπανήσῃ τὸν ὄγκον, ἐπελαφρίζει τὸ σῶμα «τῇ συνδεδεμένῃ ψυχῇ», οὐχ ὥστε αἴρεσθαι σὺν αὐτῇ φυσικῶς-οὐ γὰρ παρὰ τὴν φυσικὴν λεπτότητα τῆς ὕλης ἡ ἄρσις-, ἀλλ' ὥστε μὴ ἀνθίστασθαι αἰρομένῃ ταύτῃ πρὸς οὐρανόν, ἀλλ', ὡς εἰπεῖν, καὶ συμμεθίστασθαι. τοιοῦτον αὐτῇ γέγονε τὸ σῶμα κοῦφον, ὡς ἀληθῶς καὶ μετέωρον. Ἡ δέ, ὡς νῦν ἠργμένη τοῦ σωφρονεῖν, ὡς πρῶτον ἁπτομένη τοῦ ἐγκρατεύεσθαι, ἄλλα ἐπ' ἄλλοις ἐφιλοτιμεῖτο, οἷα καὶ διηγήσασθαι δέον εἰ κἀκείνη τὰ πλείω τούτων ἀνέκφορα κἀμοὶ ἐποιεῖτο-καὶ οὐκ ἐβούλετο παρά τινος ταῦτα γιγνώσκεσθαι, πλὴν θεραπαίνης μιᾶς. ἔφευγε γὰρ ἐκ παντὸς τὸ φιλότιμον, εἰ καὶ «ἐν τῷ κρυπτῷ» φιλοτίμως εἰργάζετο τὸ καλόν, κἂν εἴ που τις τυχὸν οὕτω περιέβλεψέ τι τῶν γινομένων, ἡ δὲ ἐπέσχε καὶ ἐπεσκίασε καὶ ἄλλο τι ποιεῖν ἐμηχανᾶτό τε καὶ ἐσκήπτετο. ἀλλ' ἐγὼ ἀδικοίην ἄν, εἰ παντάπασιν ἀποσιωπήσαιμι τὰ τῆς ἀρετῆς αὐτῆς ἐφευρήματα, καὶ μάλιστα μεταστάσης, ὁπότε καὶ ὁ λέγων τοῦ θωπεύειν νομίζεσθαι ἠλευθέρωται καὶ τῇ ἀπελθούσῃ οὐκ ἔχει παρασκίασιν ἀρετῆς τῆς διηγήσεως τὸ φιλότιμον. 22. Πολλοὶ μὲν οὖν καὶ ἄλλοι τὴν ἀκαιρίαν αὐτῇ τῆς ἐγκρατείας ἐμέμφοντο, τῶν τε «τοῦ σώματος θεραπευτῶν» ῥωννύειν βουλομένων τὴν δύναμιν καὶ τῶν ὅσοι τὰ μέτρα καὶ τοὺς ὅρους τῶν ἀρετῶν πεφιλοσοφήκασι, καὶ μάλιστα τοὺς καιροὺς καθ' οὓς ἢ μεταληπτέον ἡμῖν ἢ ἀφεκτέον τῶν προσαρμάτων, μάλιστα δὲ «ὁ ἀναγεννήσας» ἐκείνην «πατήρ»· οὗτος δὲ καὶ τὸν βίον λαμπρὸς καὶ τὸν λόγον παιδευτικὸς ἐγνωρίζετο. ἐπετίμα γοῦν αὐτῇ πολλάκις τὸ ἄμετρον· καὶ «τὸ» μὲν «τῆς ἀρετῆς» ᾐδεῖτο «ἀξίωμα», ὅμως δ' οὖν ἐμηχανᾶτο ταῖς ὑποκρίσεσι κατενεγκεῖν ταύτην παρὰ τὸ βούλημα καὶ μεταποιῆσαι τὴν δίαιταν. ἣ δ' ἅπαξ ποτὲ κατασεισθεῖσα ταῖς ἐκείνου ἀπειλαῖς τὴν ψυχήν, τῇ πιστευθείσῃ αὐτῇ θεραπαίνῃ ἰχθῦν τινα τῶν εὐτρόφων προστάττει δεξιῶς παρασκευασαμένην προσενεγκεῖν. καὶ δὴ παρεσκεύαστο καὶ προσῆκτο, καὶ τράπεζά τις τὸ ἰχθύδιον προσεδέξατο τότε πρώτως ἐκείνῃ παρατεθεῖσα. ἡ δέ, ὡς εἶδεν ἐπὶ τῷ τῆς ζωῆς τέλει ἀθρόον τὴν φιλόσοφον αὐτῇ ἐξοικισθεῖσαν ζωὴν καὶ ἀντεισαχθὲν ἐκείνης τὸ τῆς πολυτελείας ἀσύνηθες, κανᾶ καὶ χειρόμακτρα καὶ εἴ τι ἄλλο τῶν περὶ τράπεζαν, «λιβάδας δακρύων» εἰσβιασαμένη τοῖς ὀφθαλμοῖς καὶ βαρύ τι στενάξασα καὶ χερσὶ τὸ στῆθος ὡς δυνατὸν πλήξασα· «ὤ μοι-φησί-τῶν κακῶν. ἀπώλετό μοι ἀθρόον εἴ τι μοι καὶ πρὸς ἐφόδιον παρεσκεύασται. ὡς ἀκατάλληλα δέ μοι καὶ τῷ βίῳ τὰ δρώμενα, τράπεζα καὶ κρατῆρες καὶ ἰχθύες καὶ κύπελλα, καὶ ἀναμέμικταί μοι φιλοσοφούσῃ τὰ πολυτελῆ ταῦτα καὶ περισσά. οὐ γνωρίζω τὰ παρατεθειμένα, οὐκ οἶδα τουτὶ τὸ δρᾶμα, οὐδ' ἐπίσταμαι τὴν σκηνήν. ἐκκεκύλισμαι τῆς ἐγκρατοῦς ζωῆς, ἀφῄρημαι τὰς ἐλπίδας, ἀποσεσύλημαι τὸν πλοῦτον τῆς ἀρετῆς» καὶ πρὸς οὐρανὸν «ἀνασχοῦσα» τὰς «χεῖρας»· «ἡμάρτηκα-φησί-τῷ Κυρίῳ μου»«. Ἐπεὶ δέ ποτε ἐπέπαυτο γοερῶς ἀνοιμώζουσα παρακελεύεται τῇ θεραπαινίδι τὴν θύραν ἐξιούσῃ τοῦ ἀσκητηρίου ᾧ ἂν πρώτῳ ἐντύχῃ πένητι τοῦτον εἰσενεγκεῖν. ἡ δ' ἐξιοῦσα καὶ βραχύν τινα χρόνον διαλιποῦσα εἰσάγει τι γύναιον γεγηρακὸς «ἤδη καὶ ἔξωρον». ἡ δέ, εὐθὺς ὡς ἐνὸν ὑπανέστη καὶ παρ' ἐλπίδας ῥωσθεῖσα ὑπήντησεν, εἶτα δὴ καὶ χειραγωγήσασα ἐκάθισεν ἐπὶ τῆς εὐνῆς, δεσπότιν ἀποκαλοῦσα, εὐεργέτιν, σώτειραν καὶ τἆλλα τῶν ὀνομάτων τὰ κάλλιστα. ἐπεὶ δὲ ἐκτετρύφηται τῇ γραῒ ὁ ἰχθῦς, τῷ οἰκείῳ ἐκείνην ῥάκει καλυψαμένη ἀφῆκεν. οὕτως ἐκείνη ἀπήλαυσε τῆς δεδομένης τροφῆς, τοσοῦτον τῆς τραπέζης ἀπώνατο, τοσοῦτον τοῦ ἐγκρατοῦς βίου διέφθορεν. Ἐπεὶ δὲ ἅπαν αὐτῇ τὸ σῶμα καταπεπτώκει καὶ οὔθ' αἱ χεῖρες