1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

29

τὸ κεράμιον», οὐ θυρῶν κλεῖσις καὶ ἐπιστασία τοῦ Λόγου, ἀλλ' ὑποπέπτωκε τῇ θεωρίᾳ καὶ ὁ ∆ίδυμος μαθητὴς ὡς ἀμφίβολος καὶ ἡ συντρέχουσα συζυγία καὶ οἱ προτρέχοντες· οὐδὲ τὸ ἄγκιστρον λόγου χωρίς, οὐδ' ὁ ἀπὸ τῆς θαλάσσης ἀνεσπασμένος ἰχθῦς, οὐδὲ ὁ στατὴρ, οὐδὲ ὁ ἀριθμὸς τῶν ἰχθύων. ἀσύμβολα δὲ οὐδὲ τὰ τῶν ἀποστόλων ὀνόματα οὐδὲ ἡ τοῦ Προδρόμου «ζώνη» οὐδ' αἱ τῆς «καμήλου τρίχες», ἀλλ' ἵνα τὸ πᾶν συντεμὼν εἴπω, ὅτι πᾶς εὐαγγελικὸς λόγος γνῶσιν ἔμφυτον ἔλαχε δυσθεώρητον τοῖς πολλοῖς. τούτοις ἐγὼ «λιπαίνων τὴν κεφαλὴν» καὶ τὴν ψυχὴν ῥύπτων Ἑλληνικῶν καθαρσίων οὐ δεηθήσομαι. 30. Ἀλλ' ἐπειδή μοι ὁ βίος τοιοῦτος ἀπεκληρώθη ὥστε μὴ ἑαυτῷ μόνῳ ἀρκεῖν, ἀλλὰ καὶ τοῖς ἄλλοις προκεῖσθαι καὶ διδόναι ἀρύεσθαι οἷα δή τις «κρατὴρ» τῶν ναμάτων «ὑπερχειλής» διὰ ταῦτα καὶ σοφίας τῆς θύραθεν ἅπτομαι, οὐχ ὅση θεωρητικὴ μόνον, ἀλλὰ καὶ ὅση πρὸς ἱστορίαν καταβαίνει καὶ ποίησιν. καὶ γὰρ καὶ περὶ ποιημάτων πρὸς ἐνίους τῶν ὁμιλητῶν φθέγγομαι καὶ περὶ Ὁμήρου καὶ Μενάνδρου καὶ Ἀρχιλόχου, Ὀρφέως τε καὶ Μουσαίου καὶ ὁπόσα καὶ τὸ θῆλυ ᾖσαν, Σιβύλλαι τε καὶ «Σαπφὼ ἡ μουσοποιός», Θεανώ τε καὶ ἡ Αἰγυπτία σοφή. Πολλοὶ δέ με καὶ περὶ τῶν ἐν αὐτοῖς ὀνομάτων κατελιπάρησαν, ὥστ' εἰδέναι τί τὸ ἀκράτισμα, τί τὸ ἄριστον τί δὲ τὸ ἑσπέρισμα καὶ τίς ἡ δορπὶς καὶ ἡ ἐν τοῖς δείπνοις ἰσαία καὶ τίνες μὲν ἐν ἔπεσι συνεγράψαντο, τίνες δὲ τῇ καταλογάδην λέξει ἐχρήσαντο καὶ τίς ἡ παρ' Ὁμήρῳ ὄρχησις καὶ ὅλως τίς ὁ παρὰ τῷ ποιητῇ ἡρωϊκὸς βίος, τί τε «ὀψοφαγία καὶ» τί «πολυτέλεια» καὶ τίς ἡ τῶν ἀκροδρύων χρῆσις καὶ ἡ ἀρχαιοτέρα τῶν Τρωϊκῶν, τί τε τὸ νέκταρ καὶ ἡ ἀμβροσία καὶ τὸ πρόπομα καὶ τὸ ὑπὸ γῆν γεράνιον καὶ ἡ ἐγγεοτόκος γένεσις. ἐῶ λέγειν ὁπόσα μοι παρέχουσι πράγματα, τίς ὁ Ἄλεξις καὶ ὁ Μένανδρος καὶ ὁ «αὐτόσιτος» Κρώβυλος καὶ ὁ Κλήσαφος καὶ εἴ τις ἕτερος ποιήσει λεγόμενος χρήσασθαι. Πολλοὶ δέ με καὶ εἰς θεραπείαν σωμάτων καταναγκάζουσι καὶ χρῆσιν ἀπαιτοῦσι καὶ τὴν πρὸ τούτων διάγνωσιν· διὰ ταῦτα ἡ πᾶσά μοι περὶ τοῦτο τέχνη πεφιλοσόφηται, ἵνα μὴ τοῖς καθ' ἕκαστον ἐπεξέρχωμαι. πολλοὶ δέ με οὐ λόγοις μόνον, ἀλλὰ καὶ χερσὶν αὐταῖς πρὸς τὴν Ἰταλικὴν σοφίαν κατήγαγον, οὐ τὴν Πυθαγόρειον ἐκείνην φημὶ τὴν φιλόσοφον, ἀλλὰ τὴν φιλόκοινον ταύτην καὶ φιλόϋλον ἀτεχνῶς, ὥστε περὶ ἀγωγῶν τι λέγειν ἰδιωτικῶν τε καὶ δημοσίων περί τε πραγματωδῶν ἀποδείξεων, δουλείας τε καὶ ἐλευθερίας καὶ γάμων νομίμων καὶ οὐ νομίμων καὶ τῶν ἐν τούτοις δωρεῶν καὶ κερδῶν καὶ συγγενείας βαθμῶν καὶ διαθηκῶν, ὁπόσαι στρατιωτικαὶ καὶ ὁπόσαι πολιτικαί, τί τε ἡ ἐγγύη καὶ τί παρὰ τοῖς πράγμασιν ἡ ἔγγυος δύναται, καὶ τί μὲν «ἵππος λακτίζων» ἢ βοῦς κερατίζων ἢ δάκνων κύων τῷ δεσπότῃ τῆς ἑαυτῶν κακίας προσαπομόργνυνται, τίς τε ὁ νόμιμος κανὼν καὶ διὰ τί ψεύδεται τοὔνομα, ἥ τε κληροδοσία καὶ ὁ ἀνιὼν καὶ ὁ κατιών, ὅ τε φυσικὸς παῖς καὶ ὁ νόθος, καὶ τί ἕκαστον τῶν ῥημάτων δεδύνηται, καὶ τίς ἡ ὕβρις καὶ εἰς πόσα διῄρηται, πόσος τε ἑκάστῃ τῶν ἀγωγῶν χρόνος ἀφώρισται. εἶτά με τούτοις προστρίβοντες ὥσπερ ἐν φιλοσοφίᾳ τοὺς λόγους τῶν νενομοθετημένων εἰσπράττουσιν. Οὐκ ἀφιᾶσι δὲ καὶ περὶ σταδίων τῆς οἰκουμένης ἀνερωτῶντες καὶ πόσον μὲν τῶν ἀοικήτων τὸ μέτρον, πόσον δὲ τοῦ πέμπτου μέρους καὶ οἰκουμένου. ἀνάγκην γοῦν ἔχω τὸ ξύμπαν τούτοις γεωγραφεῖν καὶ διορθοῦν αὐτοῖς ἢ ἀναπληροῦν τὸ ἐλλελειμμένον τῆς γεωγραφίας πινάκιον καὶ ὁπόσα Ἀπελλῇ τε καὶ Βίωνι καὶ Ἐρατοσθένει περὶ τούτων ἐς τὸ ἀκριβὲς πεπραγμάτευται· τοὺς δὲ παρ' Ἕλλησι μύθους οὐδ' ἐπαυσάμην τούτοις ἀλληγορῶν, οἱ δέ με καὶ οὕτως ἀνθέλκουσι καὶ σπαράττουσι τῆς ἐμῆς γλώττης μόνης ἐρῶντες καὶ τῆς ψυχῆς ὡς «περιττότερόν τι τῶν ἄλλων» εἰδυίας. 31. Ἐμοὶ δέ, ὦ μῆτερ, ἀφωσίωται οὗτος ὁ βίος, ὁ δ' ἕτερος τεθησαύρισται πρὸς ὃν ἐκ πολλοῦ δραμεῖν