1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

26

εὐρύχωρον· οἱονεὶ γὰρ ἀκίδες ἑκασταχόθεν τῆς περιφερείας ἀπῃωρημέναι τὸ τοῦ λίθου ἔτι ἀπεστένουν τρημάτιον. ταύτην οἱ ἄγοντες τὴν ὀπὴν διαδῦναί με ἔφασαν δεῖν-μὴ γὰρ ἄλλως εἶναι ἐκεῖθεν διεληλυθέναι -καὶ ὑπέθεσαν τὴν κεφαλὴν ὑποθεῖναι πρότερον, εἶθ' οὕτω τῷ λοιπῷ διολισθῆσαί με σώματι. ἐποίησα κατὰ τὰς ὑποθήκας καὶ ὁ λίθος ὑπεδίδου μοι ἐξιόντι καὶ ὥσπερ τι σῶμα μαλακώτατον διελύετο. κἀγὼ καθ' ἕτερον μέρος γενόμενος βαθυτάτῃ πρώτως ἐντετύχηκα κλίμακι καὶ κατῄειν θαρρούντως καὶ δή μοι πρὸς τῷ τέρματι νεὼς ἀνέῳκτο καὶ τὸ μὲν λαιὸν μέρος εἰκὼν ἐκόσμει τῆς Θεομήτορος, τὸ δ' ἄλλο οὐ πάνυ εὐθὺς τεθέαμαι. Εἶτά γε τὴν τεκοῦσαν πρὸς τῇ εἰκόνι ἑστηκυῖαν ἰδὼν καὶ οἶον ἐκκρεμαμένην, ὥρμησα μὲν ὡς εἶχον περιβαλεῖν. σὺ δέ μοι τῇ χειρὶ βραχύ τι στῆναι ἐπέταξας· καὶ ὑποπτήξας ἐπάγην ἀθρόον. καὶ οὐδ' ὡς ἐπεστράφης, ἀλλ' οἷον ὑποκλέπτουσά μοι τὴν ὁμιλίαν· «ἐπὶ τὰ δεξιά-ἔφησας-τοῦ νεὼ στρέψαι τοὺς ὀφθαλμούς». καὶ τοῦτο πεποιηκότι μοναχός τις ὦπτο οὐκ ὄρθιος, ἀλλ' ὑποκλάσας τοῖς γόνασι· δέλτος αὐτῷ ἐν χεροῖν, πρὸς ἣν δὴ καὶ ἐπεπήγει τοῖς ὄμμασιν. ἐῴκει δὲ ὑπερμεγέθει τινί, στρυφνὸς τὴν ὄψιν καὶ σκυθρωπὸς τὴν ὀφρῦν καὶ τὴν «ἀσκητικὴν» ἀκριβῶς ἀποπνέων «ζωήν». «καὶ τίς δὲ οὗτος;»· τὴν μητέρα ἠρώτησα. ἡ δὲ ἀμεταστρόφως αὖθις· «ὁ μέγας-ἔφη-, τέκνον, Βασίλειος. ἀλλ' ἄπιθι προσκυνήσων αὐτῷ». ἐπεὶ δὲ προσελήλυθα καὶ προσβλέψας, οὗτος ἀνένευσεν. ὁ μὲν ἀθρόον συμπτύξας τὴν δέλτον καὶ βροντῆς ἦχον πεποιηκὼς «ἀφανὴς ἐγεγόνει». καὶ οὐδὲ τὴν μητέρα ἔτι τεθέαμαι, ἀλλ' ἑτέρωσέ πη διαιτώμενος ἦν καὶ «οἱ ἀπαγαγόντες» ἀφανῶς μοι αὖθις προσεληλύθεσαν καὶ ἐδόκουν τήν τε στολήν μοι κατακοσμεῖν καί τινας λόγους ἐπιψιθυρίζειν, οὓς οὐ κατέσχον τοῦ ὕπνου διαφειμένος. 27. Ὅτι μὲν οὖν, ὦ μῆτερ, καὶ θανοῦσα «ἐπιμέλειαν πεποίησαι» τοῦ υἱέος πέπεισμαι, τοῦτο πολλοῖς τεκμηρίοις τὸ πρᾶγμα κατειληφώς· ἐγὼ δὲ ὥσπερ ἀντιπίπτων σοι ταῖς εὐθύτησι καὶ ἀντικλώμενος τῷ κανόνι, οὐ πάνυ τὴν σοὶ φίλην «φιλοσοφίαν φιλοσοφῶ», ἀλλ' οὐκ οἶδα ἥτις με μερὶς εἴληφεν ἐξ ἀρχῆς καί με τοῖς βιβλίοις προσήλωσε καὶ οὐκ ἔχω τούτων ἀποσπασθήσεσθαι. Θέλγει γάρ με καὶ ἡ τέχνη τῶν λόγων καὶ μετὰ τῆς οἰκονομίας τῶν ὑποθέσεων καὶ τὸ ἐπανθοῦν αὐτῇ ὑπερηγαπήκειν κάλλος καὶ «κατὰ τὰς μελίττας» τοῖς λογικοῖς λειμῶσιν ἐφίπταμαι καὶ τὰ μὲν «ἄνθη κείρω», τὰ δὲ τὸ δροσῶδες ἀναπίνω τῆς λέξεως καὶ ἐν τοῖς ἐμοῖς σίμβλοις μελιτουργῶ. οὐκ ἐᾷ με ἡσυχάζειν ἡ τῆς σφαίρας περιφορά, ἀλλ' ἀναγκάζει με πολυπραγμονεῖν τίς ἡ κίνησις, πόθεν ἐκκεκύλισται, τίς ἡ φύσις, τίνες οἱ κύκλοι, πῶς ἐπιβέβληνται, πῶς διῄρηνται, πηλίκα τὰ τῶν εὐθειῶν τμήματα, τίνες αἱ γωνίαι, αἱ συναναφοραί, αἱ ἰσότητες, αἱ λοξώσεις, τίνα τὰ μεγέθη, ποδαπῆς φύσεως, πῶς αἱ κινήσεις καὶ πόσαι, εἰ τοῦ πυρὸς ἅπαντα, εἰ φύσεως ἄλλης. κινεῖ με καὶ ἡ στάσιμος ἐπιστήμη καὶ οὐκ ἔχω μὴ συννοεῖν «τὸ συνεχὲς μέγεθος» μὴ τὸ ἀκριβὲς τῆς ἀποδείξεως θεωρεῖν, πῶς ἀπὸ νοῦ μὲν τὰ ἀξιώματα, ἐκ δὲ τῶν ἀξιωμάτων αἱ ἄμεσοι προτάσεις εὐθύς, πῶς ἕστηκε πάντα πῶς ἠκρίβωται, τί τὸ ἀνάλογον τί τὸ ἄλογον, τί τὸ ῥητόν, τί τὸ ἄμετρον, τί τὸ σύμμετρον, ὁποῖα δὲ καὶ «τὰ μήκη καὶ αἱ δυνάμεις», καὶ ἡ περὶ τὸ στερεὸν στροφή. τὸ δέ γε πρῶτον μέρος καὶ ἄϋλον οὐδὲ καθεύδειν ἐᾷ· τεθαύμακα γοῦν αὐτοῦ τὸ πρὸς ἅπαντα ἢ τῶν πάντων πρὸς τοῦτο, τό τε πέρας αὐτοῦ καὶ τὸ ἄπειρον, καὶ πῶς ἐκ δυεῖν τούτοιν τὰ ἄλλα καὶ πῶς καὶ ἡ ἰδέα καὶ ἡ ψυχὴ καὶ ἡ φύσις εἰς ἀριθμοὺς ἀναφέρονται, ἡ μὲν κατὰ τὸν τῷ νῷ σύμφυτον, ἡ δὲ κατὰ τὸν τῷ λόγῳ σύνδρομον, ἡ δὲ κατὰ τὸν τῇ φυσικῇ τάξει ἰσόμετρον, ποδαπός τε ὁ λόγος ὁ φυσικός, καὶ τί μὲν τὸ ἐν τούτῳ τέλειον, τί δὲ τὸ σύμμετρον, τὸ τεταγμένον, τὸ κάλλος, τὸ αὔταρκες, τὸ ἶσον, τὸ ταὐτόν, τὸ ἀμιγές, τὸ ἁπλοῦν, τὸ παράδειγμα, ἡ ἀρχή, τίς ὁ ζωογονικός, τίς ὁ ψυχικός, τί τὰ τῶν ἀριθμῶν ἄχρι