1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

12

καλλίων, ἐγὼ δὲ νομιζόμενος, κἀκείνης μὲν τὸ κάλλος ἀπήντα τοῖς ἰδοῦσιν εὐθὺς καὶ διὰ τοῦ φαινομένου καὶ τὸ κρυπτόμενον εἰκονίζετο, τὸ δὲ ἐμὸν ἴσως οὐ τοιοῦτον, οὗ δή μοι καὶ βραχὺς ὁ λόγος, ἀλλ' οἵ γε τεκόντες καὶ τῷ μὴ ὄντι περιπεπλάνηντο, δεκάζοντες τὰς κρίσεις διὰ τὴν εὔνοιαν. Καὶ οὐχ' οἱ μὲν γεννήσαντες οὕτως περὶ ἡμᾶς, ἡμεῖς δὲ ἀλλοιότερον πρὸς ἀλλήλους διετιθέμεθα, ἀλλ' ὥσπερ ἐκ ταὐτοῦ πρέμνου δύω ἀνιόντε κλάδω, συνεπεφύκειμεν ἀλλήλοις, διαιρούμενοί τε ἅμα καὶ μὴ διαιρούμενοι, πλὴν ὅσον τῇ μὲν πρωϊαιτέρα ἡ ἔκφυσις, ἐγὼ δὲ ἀνέδραμον ἁπαλώτερος, κἀκείνῃ μὲν ὁ χρόνος «τὰ πρεσβεῖα ἐδίδου» τῆς φύσεως, ἐμοὶ δὲ τὸ ἔλαττον ἀντανίσου πρὸς ἐκείνην ἡ κρείττων τοῦ γένους μερίς. ἀλλ' ἐγὼ μὲν πατρῴζων ἀτεχνῶς ἦν, ἡ δὲ πρὸς τὴν γεννησαμένην ἀναπεφύκει, δυεῖν τῶν ἐκείνης ὥσπερ ἀποσπασθεῖσα μερῶν, καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ πρὸς ἄμφω τὴν ὁμοιότητα διασώζουσα. ὅθεν ἀμφοῖν ἐκράτει πασῶν, πλὴν τῆς γε μητρός· πρὸς γὰρ ἐκείνην οὐδὲ κατὰ βραχύ τι διήλλαττεν, ὅθεν ἑκάστῃ διὰ τῆς ἑτέρας προσῆν τὸ νικᾶν. εἴ τε γὰρ ἡ μήτηρ κρατεῖν ἐδόκει, ἡ ἀδελφὴ τὸ κράτος ἀνῄρητο, εἴ τε κρείττων αὕτη τῶν ἄλλων ὦπτο, ἡ μήτηρ τὸ καλλιστεῖον ἐλάμβανε καὶ τοσοῦτον ἦν τὸ παρ' ἀμφοῖν ὅμοιον ὡς ἀριθμῷ μόνῳ τὸ παρ' αὐταῖς εἶναι διάφορον. εἰ γὰρ μή τις ἴδοι θάτερον μέρος, περὶ θάτερον ἐπεπλάνητο, κἂν ἄμφω θεάσαιτο, οὐκ εὐθὺς τοῦ βαθμοῦ τὴν γνῶσιν ἐλάμβανεν. οὕτως ἄρρητος αὐταῖς ἡ ὁμοιότης παντάπασιν ἦν. ἐπ' ἀνθούσῃ γὰρ τῇ ἡλικίᾳ ἡ μήτηρ αὐτὴν ὠδινήσασα καὶ βραχεῖ τῳ μέρει προλαβοῦσα ἐτῶν, ἀδιάφορος καὶ τὴν ἄνθην πρὸς τὸ γέννημα ἦν, ἀλλ' ἀπ' ἀλλήλων μὲν κατ' οὐδὲν ἄρα διῄρηντο. Ἐμοὶ δὲ ἐπρέσβευεν ἡ ἀδελφὴ καὶ τῇ ὥρᾳ καὶ ταῖς τῆς ψυχῆς χάρισι καὶ ἦν αἰδέσιμος ἐκ πολλοῦ, πλὴν οὐχ ὥσπερ ἡ μήτηρ ἐπεῖχέ μοι δι' οἰκονομίαν τὴν σχέσιν οὐδὲ τὸ σπλάγχνον ὑπήνοιγεν, ἀλλὰ καὶ πυνκὰ κατεφίλει καὶ ἠγκαλίζετο καὶ «ἐκοινώνει μοι πάντων», καὶ βουλῆς καὶ γνώμης καὶ πράξεων. ἐρρύθμιζε δὲ καὶ πρὸς σωφροσύνην καὶ τἆλλα μὲν ἐξ ὁμοίας μοι προσωμίλει τῆς ἀξιώσεως, τὸ δὲ σωφρονεῖν δεσποτικῶς, ὥσπερ ἐπέταττεν. Ἀλλ' ἡ μὲν οὕτως ἀδελφικῶς ἅμα καὶ φιλικῶς, ἐγὼ δὲ πάντα ὑποπεπτώκειν αὐτῇ καὶ σὺν αἰδοῖ προσῄειν καὶ ὁπότε με μάλιστα ἀγκαλίζοιτο. ταύτην οὐ τὸ γένος μόνον ἐθαύμασεν οὐδ' ὅθεν ἐξεδόθη, ἀλλὰ καὶ ὅπῃ κεκήδευτο. ἐρῶ δέ τινα βραχεῖαν περὶ ἐκείνης διήγησιν, ἵν' ἐντεῦθεν ἐνδείξαιμι ὁπόσον ἐκείνῃ τῆς σωφροσύνης τὸ περιόν. 14. Γυνή τις τῶν ἐγγειτόνων «μισθὸν» τοῖς βουλομένοις τῆς ὥρας «ἐλάμβανε» καὶ φαύλως περὶ τοῦτο ἔζη, ἑταιρικῶς, ἑαυτὴν ὑπογράφουσα καὶ «τῷ ἐπιποιήτῳ κάλλει» τοὺς πολλοὺς καταθέλγουσα. ἀμέλει καὶ νεότης νοσοῦσα περὶ αὐτὴν ἐπερρώννυντο καὶ διημφισβήτουν αὐτῆς τοῖς ἄλλοις οἱ κρείττους καὶ γενναιότεροι. ταύτην ᾐτιᾶτο πολλάκις ἡ ἀδελφὴ καὶ προσωνείδιζε τὸ ἀκόλαστον καὶ κατεμέμφετο τῆς ἀσχημοσύνης καὶ τέλος οἰκεῖν πόρρω προσέταττεν. ἡ δὲ πρῶτα μὲν ἐξεκώφει πρὸς πᾶσαν καὶ αἰτίασιν καὶ παραίνεσιν καὶ ἀμεταθέτως εἶχεν οὗ ἐνεστήσατο βίου, ἐπεὶ δὲ ἡ ἀδελφὴ οὐκ ἀνίει πλήττουσά τε καὶ ἐπιπλήττουσα, ἡ δέ· «ἀλλ' ἂν τοῦ ἑταιρεῖν-φησίν-ἀποστήσωμαι, πόθεν τὰς ἀναγκαίας τοῦ ζῆν λήψομαι ἀφορμάς;». ἁρπάζει τὸν λόγον ἡ φιλόκαλος ἐκείνη φύσις, ἢ μᾶλλον φιλόσοφος, καὶ «δίδωσιν ὅρκους» ἀρρήτους, ἦ μὴν «οὐ τοῖς ἀναγκαίοις μόνον» ἐκθρέψειν, «ἀλλὰ καὶ τοῖς περιττοῖς». ἐπὶ τούτοις πείθεται ἡ γυνὴ καὶ «συντίθενται πρὸς ἀλλήλας», ἡ μὲν μηκέτι μηδ' ὀφθαλμὸν ἀνασχέσθαι ἀρρένων, ἀλλὰ παντάπασι τῆς προτέρας ἀποστήσεσθαι ὁμιλίας καὶ συνηθείας, ἡ δὲ κοινωνήσειν αὐτῇ πάντων ὧν ἐνδεῶς ἔχοι, οἰκίας ἐσθῆτος τροφῆς, εἰ βούλοιτο καὶ τρυφῆς. ἔχαιρε γοῦν ὡς ἀφελομένη ψυχὴν τῷ πονηρῷ θηρὶ γενομένην κατάβρωμα. Οὕτω γοῦν περιεῖπε ταύτην καὶ λιπαρῶς ἐθεράπευεν ὡς καὶ πολλὰς ἐκ τοῦ γένους ἐπ' ἐκείνῃ ζηλοτυπεῖν καὶ τὴν σώτειραν καταμέμφεσθαι τῶν