1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

23

κατενεχθεὶς καὶ τῷ ἐδάφει ἐμαυτὸν προσαρμόσας καὶ ἐξισώσας, δράττομαί τε τῶν ἐκείνης ποδῶν καὶ λόγου τυχεῖν τηνικαῦτα ἐκλιπαρῶ καὶ εὐχῶν. ἡ δέ, ἠρεμαίᾳ τῇ φωνῇ βραχύ τι πρὸς ἐμὲ νενευκυῖα· «τύχοις, ὦ τέκνον-φησί-, τούτων τῶν ἀγαθῶν», καὶ εἰποῦσα ἀπέπτη σεραφικῇ πτέρυγι καὶ συνανίπτατο ταῖς δυνάμεσιν. ἐπεὶ δὲ ἔδει καὶ τὸν τυθέντα μόσχον καὶ ἰδεῖν καὶ φαγεῖν, ὅ τι μὲν εἶδεν ἐκείνη ἢ ὅ του γέγευστο, εἰδείῃ ἂν ἡ ταύτης ψυχή, ὅτι δὲ μεταλαβοῦσα ἠλλοίωτο καὶ ἀκτῖνας εἶχεν ἡ ὄψις αὐτῆς· οὐκ ἔστιν ὅστις τῶν παραγεγονότων οὐκ εἶδεν ἢ ἰδὼν οὐκ ἐθαύμασεν. ἐντεῦθεν οὐκέτι οὐδὲ τοῦ τῆς ἐκκλησίας ἐδάφους ἀπῆν. Ἐγὼ μὲν οὖν-ἀλλ' ἦν ἄρα καὶ τοῦτο οἰκονομία καὶ τῷ Κρείττονι ἐδέδοκτο ἄνωθεν μὴ ἰδεῖν τῆς μητρὸς τὴν μετάθεσιν μηδέν τι πρὸς ἐκεῖνο προκαθηράμενον τὸ μυστήριον -ἐγὼ μὲν οὖν τὴν μητέρα ἀθρόον ἀλλοιωθεῖσαν ἰδὼν καὶ οὐ πάνυ ὑπονοήσας ὅτι αὐτίκα τεθνήξεται, ἐπέσχον τὸ συνεχὲς τῆς ἀφίξεως. ἡ δέ, ἐπειδὴ ὁ τῆς τελετῆς ἀφώριστο χρόνος καὶ ἔμελλε βραχύ τι τὸ σῶμα διαναπαῦσαι, ὡς γοῦν διηγοῦντο μοι αἱ θεραπεύουσαι, ἐπί τινος χαμαιζήλου θώκου καθίσασα, εἶτα δὴ καὶ πρὸς τὸ εὐώνυμον μέρος «ἀνακλιθεῖσα» καὶ πολλὰ τῷ Λόγῳ εὐχαριστήσασα, ἀθρόον, ὥσπερ τινὸς ἐκ θατέρου μέρους φανέντος, μετεστράφη ἐκπληκτικώτατα. Ἀλλὰ πῶς ἂν καὶ αὖθις ἐμαυτὸν ἀποδύρωμαι, πῶς δέ σου τὴν πρὸς ἐμὲ σχέσιν, ὦ μῆτερ, ἐνδείξαιμι τοῖς πολλοῖς; ὡς γοῦν ἀτενὲς εἶδεν, ὥσπερ ἐκστᾶσα, εἶτα δὴ πρὸς ἑαυτὴν ἐγεγόνει· «ὁ φίλτατός μοι-φησί-παρίτω υἱός». ὢ τῆς θείας ἐκείνης φωνῆς, ὢ τῆς ἐμῆς ἀτυχοῦς καὶ ζωῆς καὶ ψυχῆς, ὤ, πῶς ἂν καὶ λέγων ἐνέγκω τὴν συμφοράν; καὶ αὖθις· «ἀλλὰ ποῦ δὴ ἐκεῖνος;». ἐπὶ τούτῳ ἄλλοι ἐπ' ἄλλοις παρῄεσαν, ἀλλ' ὅ μοι λόγος ἀναμεινάτω. ὡς δὲ καὶ πάλιν τὴν αὐτὴν ἀφῆκε φωνὴν καὶ οὔθ' ὁ ἀγγέλλων ἐμοὶ τὸν λόγον ἐπτέρωτο, οὔτε μὲ πνεῦμα ἐκεῖσε ἐκόμιζεν ὡς τὸν Ἀμβακούμ, αὖθις τὸ ὀφθὲν ἰδοῦσα καὶ οἷον συμπροθυμηθεῖσα ἐκείνῳ καὶ κουφισθεῖσα τοῦ ἐδάφους ὅσον ἐξῆν, εἶτα δὴ καὶ τὰς χεῖρας συμπλεξαμένη κατὰ τοῦ στήθους, ἡδέως ἅμα καὶ ὁμαλῶς «ἀφῆκε τὴν ψυχὴν» «τοῖς ἀπάγουσι», πληρωθέντος αὐτῇ τοῦ τῆς ζωῆς μέτρου καὶ τοῦ δεσμοῦ χαλασθέντος τῆς φύσεως καὶ τῆς ψυχῆς πρᾴως ἀπελθούσης, ἅτε τῷ φανέντι διαχυθείσης φωτί, καὶ πρὸς τὸ συγγενὲς ἀναδραμούσης καὶ εἰς Θεὸν ἀποπτάσης. 24. Καὶ τὰ μὲν ἐκείνης οὕτως. ἐγὼ δὲ τὴν ἀγγελίαν ἀκούσας «δρόμῳ ᾔειν» καὶ ἀκαθέκτῳ φορᾷ ζῶσαν τὴν μητέρα ἰδεῖν καὶ «λόγων ἐξιτηρίων» ἀκοῦσαι καί τι καὶ ὄνασθαι ταύτῃ τῆς μεταθέσεως. ὡς δὲ οὐκ ἦν με τυχεῖν πάντως τοῦ ἐφετοῦ, νεκρὰν ἤδη ἑωρακώς, δακρύων ἀθρόον ἀμυθήτων πλησθεὶς καὶ τὴν ψυχὴν ὀδύνῃ δριμείᾳ κατασχεθείς, ὡς εἶχον κορυβαντιασμοῦ, ὡς εἰπεῖν, καὶ ἐκβακχεύσεως, ἐπ' αὐτοῦ τοῦ ἱεροῦ καὶ θείου σώματος καὶ ζῶντος ὡς ἀληθῶς-»ἀψευδὴς γὰρ ὁ εἰπών»-καταπεσὼν ἐκείμην νεκρός, οὐδὲν ὧν ἐπεποιήκειν ἢ ἐπεπόνθειν εἰδώς, ἕως με οἱ παρόντες οἰκτείραντες καὶ διειληφότες, εἶτα δὴ διαναστήσαντες καὶ ψυχρῷ ὕδατι καταρράναντες, εἶτα δὴ καὶ δακτύλοις εὐωδιάζουσι τῶν ῥινῶν ἐπαφώμενοι, συνήγαγόν τέ μοι τὸν νοῦν καὶ τὰς δυνάμεις ἀνεκαλέσαντο. Ὡς δὲ αὖθις συνίην οἷ κακοῦ ἦν, πικρῶς τε ἀπωδυρόμην καὶ μέγα ἀπῴμωζον· «ὦ μῆτερ-λέγων-καὶ τοῦτο τῇ φύσει μόνῃ, τῷ δὲ τῆς ψυχῆς ἀξιώματι καὶ δεσπότις καὶ εὐεργέτις. ἀλλ', ὦ μῆτερ, κλῇσις γλυκεῖα-τοῦτο γὰρ βιάζομαι λέγειν εἰ καὶ παρὰ τὴν ἐμὴν ἀξίαν τὸ ὄνομα-, ὦ φύσις μόνη τῶν ἐπὶ γῆς θειοτέρα καὶ πλέον ἐμοί, οὐ σωματικῶς μόνον κυήσασά με καὶ ὠδινήσασα, ἀλλὰ καὶ ψυχικῶς ἀποτεκοῦσα καὶ λόγοις κοσμήσασα καὶ «τρόποις εὐσεβείας» διαποικίλλασα καὶ δοῦσα ἐπὶ σοὶ καὶ σεμνύνεσθαι καὶ καλλύνεσθαι, καὶ μείζονα τῶν ἄλλων ἐντεῦθεν φαίνεσθαί τε καὶ ὀνομάζεσθαι, ὦ πηγὴ ἔμψυχε, ὦ φωστὴρ νοητέ, βλύσασα μέν μοι τοὺς τῶν σῶν ἀγαθῶν ποταμοὺς καὶ τῷ τῶν σῶν ἀρετῶν φωτὶ καταστράψασα, νῦν δέ μοι