1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

19

αὐτοκράτορά τε καὶ κριτὴν ἡγεμόνα τε καὶ κύριον αὐτὸν ἑαυτοῦ καθίστησι φυσικοῖς νόμοις καὶ φιλοσόφων δόγμασιν ἐκδιδάσκων, ὡς ἄρα τῶν ὄντων τὰ μέν ἐστιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν, καὶ ἐφ' ἡμῖν μέν, ὅσα γένοιτ' ἂν 412 κατὰ προαίρεσίν τε καὶ πρᾶξιν, ἃ καὶ φύσει ἐλεύθερα ἀκώλυτα ἀπαρεμπόδιστα τυγχάνει, τὰ δὲ οὐκ ἐφ' ἡμῖν ἀσθενῆ δοῦλα κωλυτὰ ἀλλότρια, ἃ καὶ περὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἄψυχά τε ὄντα καὶ ἄλογα καὶ πάντῃ τῆς ἰδίας τοῦ λογικοῦ ζῴου φύσεως ἀλλοτρίαν τὴν ὑπόστασιν ἔχει. τῶν δ' ἐφ' ἡμῖν τὴν ἐπὶ θάτερα ὁρμὴν ἀρετῆς τε καὶ κακίας ἕκαστος ἐν αὐτῇ κέκτηται προαιρέσει, καὶ τὸ μὲν τῶν ὅλων δεσπόζον τε καὶ ἡγεμονοῦν εὐθέως περαίνει κατὰ φύσιν περιπορευόμενον, τῷ δ' αἰεὶ συνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, τῶν δ' ἐπὶ τὰς πράξεις ὁρμῶν οὐ Μοίρας, οὐδὲ εἱμαρμένης, οὐδ' ἀνάγκης αἰτία· αἰτία ἑλομένου, θεὸς ἀναίτιος. εἰ δὴ θρασύνοιτό τις τῷ ἐφ' ἡμῖν ἀντιπολεμῶν, μὴ παρακαλυπτέσθω οὗτος· ἀθεότητα ἀναφανδὸν διεξαγορευέτω μὴ πρόνοιαν, μὴ θεόν, μηδέ τι ἄλλο πλὴν Μοιρῶν καὶ ἀνάγκης ὁμολογῶν, καὶ τὰ ἀκόλουθα τούτοις γυμνῇ προσκαταλεγέτω κεφαλῇ, μὴ σοφόν, μὴ ἄφρονα, μὴ δίκαιον, μὴ ἄδικον, μὴ ἐνάρετον, μὴ φαῦλον, μὴ γόητα, μὴ θεῖον ἐν ἀνθρώπων γίνεσθαι φύσει, μὴ φιλοσοφίαν εἶναι, μὴ παιδείαν, μηδ' ὅλως τέχνην τινά, μηδὲ ἐπιστήμην, μή τινα ἄλλον τὴν φύσιν ἀγαθὸν ἢ πονηρὸν ἀποκαλείτω, πάντα δὲ συλλήβδην ἀνάγκῃ καὶ Μοιρῶν ἀτράκτοις περιδινεῖσθαι. ἄθεος δῆτα καὶ δυσσεβὴς οὗτος ἐν εὐσεβῶν καὶ ἐν φιλοσόφων ἀπογεγράφθω κριτηρίῳ, εἰ δ' ἐπικαλυπτόμενος ἕτερα δοξάζειν ἐπιχειροῖ πρόνοιαν καὶ θεούς, Μοῖραν δ' ἐπὶ τούτοις καὶ εἱμαρμένην τις ἀνακηρύττοι μαχομένοις καὶ ἐναντίοις παριστάμενος δόγμασιν, ἐν ἄφροσι δίκην ἀνοίας παρασχὼν καταγεγράφθω. ταυτὶ μὲν οὖν ταύτῃ. εἰ δ' ἐπὶ τούτοις ἐν φιλοσόφων διατριβαῖς 413 ἀξιοῖεν ἔτι καταλέγειν τινὲς τὸν ἄνδρα, λελέξεται, ὡς ἄρα εἰ ἀποκαθήρειαν τῆς ἔξωθεν λύμης, ἀτὰρ καὶ τῆς ἀπὸ τῆσδε τῆς γραφῆς ἐπεισκυκλουμένης αὐτῷ σκευῆς, φθόνος πᾶς αὐτοῖς ἐκποδὼν ἂν εἴη, ὅρους δ' εἰ ἀληθείας προϊών τις 'πὲρ φιλοσόφους ἐκθειάζειν αὐτὸν πειρῷτο, λάθοι ἂν αὐτῷ γόητος ἀτεχνῶς διαβολὴν ἐπεντρίβων, ὡς ταυτὶ τὰ συγγράμματα σοφιστικῶς ἀναπεπλασμένα οὐδὲν πλὴν ἐλέγχου καὶ δεινῆς τἀνδρὸς διαβολῆς παρὰ τοῖς νοῦν ἔχουσιν ἔμοιγε δοκεῖ περιέχειν.