1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

2

βουλόμενοι λαθεῖν.» ταῦτα ῥήμασιν αὐταῖςἹεροκλεῖ τῷ τὸν καθ' ἡμῶν ἐπιγεγραφότι Φιλαλήθη λόγον ειρηται. ∆άμις μὲν ουν ὁ τὰ πολλὰ ξυνδιατρίψας τῷἈπολλωνίῳ ἀπὸ τῆςἈσσυρίων γῆς ὁρμώμενος αὐτόθι τε πρῶτον ἐπὶ τῆς ἰδίας χώρας αὐτῷ συμμίξας τὴν ἐξ ἐκείνου μετὰ τοῦ ἀνδρὸς αὐτῷ γενομένην συνουσίαν ἱστόρησεν, ὁ δὲ Μάξιμος κομιδῇ βραχέα τῶν κατὰ μέρος αὐτῷ πεπραγμένων ἀνεγράψατο, ὅ γεμὴνἈθηναῖος Φιλόστρατος τὰ φερόμενα πάντα ὁμοῦ ἀπό τε τῶν Μαξίμου καὶ αὐτοῦ ∆άμιδος καὶ ἄλλων συναγαγεῖν ἑαυτὸν φήσας πάντων μάλιστα ἐντελῆ τὴν ἀπὸ γενέσεως καὶ μέχρι τελευτῆς ἱστορίαν τοῦ κατὰ τὸν ανδρα βίου πεποίηται. Εἰ δὴ ουν ἐξὸν τὴν ἐπικατηγορουμένην ἡμῶν εὐχέρειάν τε καὶ κουφότητα καὶ τὴν τοῦ Φιλαλήθους ἀκριβῆ καὶ βεβαίαν ἐφ' ἑκάστῳ παραθεῖναι κρίσιν, φέρε διαπυθώμεθα, οὐχ ὅστις θειότερος γεγόνει. 372 οὐδ' ὁποῖος θαυμασιώτερά τε καὶ πλείω διεπράξατο παράδοξα, οὐδ' ὡς μόνος παρὰ τοῖς ἀνέκαθεν πρὸ μυρίων οσων ἐτῶν γενομένοιςἙβραίων σοφοῖς ὁ σωτὴρ ἡμῶν καὶ κύριοςἸησοῦς Χριστὸς ἥξειν εἰς ἀνθρώπους κατὰ θείαν ἐπίπνοιαν προπεφήτευτο, οὐδ' ὡς πλείους ἐπὶ τὸν τῆς θείας διδασκαλίας αὐτοῦ λόγον προὐτρέψατο, οὐδ' ὡς γνησίους καὶ οντως ἀληθεῖς ἐκτήσατο φοιτητὰς μονονουχὶ καὶ ὑπεραποθνήσκειν ἑτοίμως τῶν λόγων αὐτοῦ παρεσκευασμένους, οὐδ' ὡς μόνος σώφρονος βίου διδασκαλεῖον καὶ ἐς τὸν μετέπειτα χρόνον συνεστήσατο, οὐδ' ὡς τῇ ἰδίᾳ θεότητί τε καὶ ἀρετῇ πᾶσαν ἔσωσε τὴν οἰκουμένην καὶ εἰσέτι καὶ νῦν μυρία πλήθη πανταχόθεν ἐπὶ τὴν θείαν ἑαυτοῦ διδασκαλίαν ἐπαγόμενος, οὐδ' ὡς τῶν πώποτε μόνος πρὸς ἁπάντων σχεδὸν εἰπεῖν ἀνθρώπων ἀρχόντων τε καὶ ἀρχομένων πλείστοις ἔτεσιν ἤδη πολεμούμενος κρείττων καὶ πολὺ δυνατώτερος τῶν πικρῶς ἐλαυνόντων ἀπίστων ἀποδέδεικται θείᾳ καὶ ἀρρήτῳ δυνάμει τοὺς μὲν κατὰ καιρὸν ἐπανισταμένους αὐτοῦ τῇ θείᾳ διδασκαλίᾳ ῥᾳδίως μετιών, τὸν δὲ παγέντα πρὸς αὐτοῦ καὶ παραδοθέντα θεῖον λόγον εἰς απειρον αἰῶνα καθ' ολης κρατύνων τῆς οἰκουμένης, οὐδ' ὡς εἰσέτι καὶ νῦν τῆς ἐνθέου δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται μοχθηρούς τινας καὶ φαύλους δαίμονας ψυχαῖς ἀνθρώπων καὶ σώμασιν ἐφεδρεύοντας ἀπελαύνων διὰ μόνης τῆς ἀρρήτου προσηγορίας αὐτοῦ, ὡς αὐτῇ πείρᾳ κατειλήφαμεν, ταῦτα γὰρ περὶ τὸνἈπολλώνιον ζητεῖν μὴ καὶ τὸ ἐρωτᾶν ἀνόητον· μόνην δὲ ἐπισκεψώμεθα τὴν τοῦ Φιλοστράτου γραφήν, δι' ης εὐθυνοῦμεν, ὡς οὐχ οτι γε ἐν φιλοσόφοις, ἀλλ' οὐδὲ ἐν ἐπιεικέσι καὶ μετρίοις ἀνδράσιν αξιον ἐγκρί 373 νειν, οὐχ οπως τῷ σωτῆρι ἡμῶν Χριστῷ παρατιθέναι τὸνἈπολλώνιον οσον ἐπὶ τῇ γραφῇ τοῦ παρὰ τῷ Φιλαλήθει παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντος, τὸ δ' ἀληθὲς μὴ τιμῶντος συγγραφέως. τοιοῦτος γὰρ ην αὐτῷ μετὰ τῶν αλλων καὶ ὁἈθηναῖος Φιλόστρατος, ἐξ οὗ ῥᾳδίως αν καταμάθοιμεν καὶ τῶν λοιπῶν τῶν κατ' αὐτὸν παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἡκόντων, αὐτὸ δὲ τὸ ἐξητασμένως μὴ ἀπηκριβωμένων τῆς κατὰ τὸνἈπολλώνιον ἱστορίας. τούτων γὰρ ἡμῖν διευκρινηθέντων ὁμοῦ τοῦ τε Φιλαλήθους τὰ ἀνωτάτω τε καὶ καθ' ολων δικαστήρια διειληφότος ἡ κατὰ Χριστιανῶν βεβαία καί, ὡς αὐτὸς ἑαυτῷ δοκεῖ, ἀκριβὴς ἐφ' ἑκάστῳ κρίσις φανερὰ καταστήσεται ἡμῶν τε αυ, οἳ μωροὶ καὶ βεβουκολημένοι νενομίσμεθα παρ' αὐτοῖς, ἡ πρὸς αὐτῶν ἐπικαλουμένη εὐχέρειά τε καὶ κουφότης.Ἄλλος μὲν οὖν ὁμόσε χωρῶν αὐτόθεν διέβαλλεν αν βλασφημῶν ὡς ἐχθρὸν αὐτῷ καὶ πολέμιον τὸν καθ' οὗ τὸν λόγον ἐποιεῖτο, ἐγὼ δέ, ἑταῖρε, σοφόν τινα τὰ ἀνθρώπινα τὸν Τυανέα γεγονέναι ἡγούμην καὶ ἔτι γε τῆς αὐτῆς ἔχεσθαι διανοίας ἑκὼν ειναι βουλοίμην καί σοι τὴν αὐτὸς ἐμαυτοῦ περὶ αὐτοῦ δόξαν ἐκθείην ἂν ἐρωτῶντι· φιλοσόφων μὲν ὅτῳ τις βούλοιτο συγκαταλέγειν τὸν ἄνδρα πέρα μηδὲν διενοχλῶν ταῖς περὶ αὐτοῦ μυθολογίαις. μὴ φθονεῖν, εἰ δ' ὑπερπηδᾶν τοὺς ορους καὶ φιλοσοφίας ὑπέρτερα φρονεῖν εἴτε τις ∆άμιςἈσσύριος, ειτε Φιλόστρατος,