1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

17

ἐπιχωρίων γόητα καὶ τούτων ἡγουμένων αὐτόν. καίτοι ἄξιον ἀπορῆσαι παραθέμενον τὰς ἐν ἀρχῇ τοῦ Φιλοστράτου λέξεις, ἐν αἷς ἀπορῶν, ὅτι δὴ γόητα αὐτὸν ὑπειλήφασιν αὐτὰ δὴ ταῦτα θαυμάζει λέγων Ἐμπεδοκλέα μὲν καὶ Πυθαγόραν καὶ ∆ημόκριτον τοῖς αὐτοῖς μάγοις ὡμιληκότας οὔπω ὑπῆχθαι τέχνῃ, Πλάτωνά τε παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων τε καὶ προφητῶν πολλὰ παρειληφότα καὶ ταῦτα τοῖς ἰδίοις ἀναμίξαντα λόγοις οὐδαμῶς δόξαι τισὶ μαγεύειν, τουτονὶ δὲ οὔπω γιγνώσκεσθαι παρ' ἀνθρώποις, ὅτι δὴ ἀπὸ τῆς ἀληθινῆς ὁρμῷτο σοφίας, μάγον δὲ αὐτὸν πάλαι τε καὶ εἰσέτι νῦν νενομίσθαι τῷ μάγοις Βαβυλωνίων Ἰνδῶν τε Βραχμᾶσι καὶ τοῖς Αἰγυπτίων Γυμνοῖς ὡμιληκέναι. τί δῆτα οὖν εἰρήσεται πρὸς αὐτόν; ὦ οὗτος, τῷδε τῷ ἀνδρὶ τί τοιοῦτο ἐπεχειρεῖτο, ὡς μόνον γόητα πάλαι τε καὶ εἰσέτι νῦν νενομίσθαι παρὰ τοὺς τηλικούτους ἄνδρας, οἳ τῶν αὐτῶν αὐτῷ, ὡς φῄς, διδασκάλων πεπειραμένοι διέπρεψαν μὲν καὶ καθ' οὓς ἐγνωρίζοντο χρόνους καὶ εἰς τοὺς μετέπειτα δὲ τῆς σφῶν φιλοσοφίας ἀοίδιμον καταλελοίπασι τὴν ἀρετήν, εἰ μὴ ἄρα πέρα τῶν προσηκόντων ἐγχειρῶν τοῖς εὖ φρονοῦσι φανερὸς καθειστήκει, αὐτίκα τῶν νῦν εἰσιν, οἳ περιέργους μηχανὰς τῇ τοῦ ἀνδρὸς ἀνακειμένας προσηγορίᾳ κατειληφέναι λέγουσιν. ἀλλ' οὐκ ἔμοιγε τούτοις φίλον προσέχειν τὸν νοῦν. ἀλλὰ γὰρ καὶ περὶ τῆς τελευτῆς τἀνδρὸς ἀκόλουθα τοῖς προτέροις συντάττων οὐδὲν ἀληθὲς ἐξέφηνεν εἰδέναι, τοὺς μὲν 408 γὰρ ἐν Ἐφέσῳ τελευτῆσαι αὐτὸν ἱστορεῖν, τοὺς δὲ ἐν Λίνδῳ παρελθόντα ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ἄλλους δὲ ἐν Κρήτῃ, καὶ τοσαύτην ἄγνοιαν τοῦ περὶ αὐτὸν τέλους κατασκεδάσας βούλεται αὐτὸν ἐς οὐρανὸν αὐτῷ σώματι χωρῆσαι. ἐσδραμόντος γὰρ ἐς ἱερόν φησι κλεισθῆναι τὰς πύλας καὶ τινὰ ᾠδὴν ἀδόκητον παρθένων ἐκπεσεῖν, τὸ δὲ ᾆσμα εἶναι· «στεῖχε, στεῖχε ἐς οὐρανόν, στεῖχε.» λέγει δέ, ὡς μήτε τάφῳ μήτε κενοταφίῳ τοῦ ἀνδρός πω περιτύχοι, καίτοι τῆς γῆς, ὁπόση ἐστίν, φήσας ἐπελθεῖν (πλείστην), καὶ βούλεται αὐτῷ ἡ διάνοια μηδὲ ὅλως θανάτου τὸν ἄνδρα θιγεῖν, πρότερον μὲν γὰρ ἀμφιβάλλων περὶ τοῦ τρόπου, καθ' ὃν ἐτελεύτα, φησὶν «εἴγε ἐτελεύτα,» ὕστερον δὲ διαρρήδην καὶ ἐς οὐρανὸν αὐτὸν χωρῆσαι φάσκει. ὅθεν ὡς δὴ τοιοῦτον ὄντα καὶ κατὰ τὸ προοίμιον τῆς ὅλης γραφῆς καὶ καθ' ὅλην τὴν γραφὴν Πυθαγόρου καὶ Ἐμπεδοκλέους θειότερόν φησι προσεληλυθέναι φιλοσοφίᾳ. Ἀλλὰ γὰρ ἐν τούτοις περιγραφομένου τοῦ λόγου βραχέ' ἄττα περὶ Μοιρῶν καὶ εἱμαρμένης φέρε διαλάβωμεν, ὅ τι καὶ βούλοιτο δι' ὅλης αὐτῷ τῆς ὑποθέσεως ὁ λόγος τὸ μὲν ἐφ' ἡμῖν ἀναιρῶν, ἀνάγκην δὲ εἰσάγων καὶ εἱμαρμένην καὶ Μοίρας, διαθροῦντες, ταύτῃ γὰρ ἡμῖν ἐντελῶς καὶ ἡ ἐν δόγμασι ψευδοδοξία τἀνδρὸς διευθυνθήσεται. εἰ δὴ οὖν κατὰ τὸν τῆς ἀληθοῦς φιλοσοφίας λόγον ψυχὴ πᾶσα ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀθάνατον, τὸ δ' ἄλλο κινοῦν καὶ ὑφ' ἑτέρου κινούμενον παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζῳῆς, καὶ αἰτία ἑλομένου, θεὸς ἀναίτιος, τίς αἱρεῖ λόγος, ἄκουσαν, οὐχὶ δὲ κατὰ προαίρεσιν, ἀψύχου δίκην σώματος ἔξωθέν ποθεν κινουμένην καὶ ὡσπερεὶ νευροσπαστουμένην ὧδε 409 κἀκεῖσε τὴν ἀεικίνητον ἄγεσθαι φύσιν μηδὲν μηδαμῶς ἐξ ἰδίας ὁρμῆς καὶ κινήσεως ἐνεργοῦσαν, μηδὲ εἰς ἑαυτὴν τὴν τῶν δρωμένων ἀναφέρουσαν αἰτίαν ταύτῃ τε μήτε φιλοσοφοῦσαν ἐπαινετέαν τυγχάνειν μήτ' αὖ ψεκτὴν κακίας ἔμπλεων καὶ πονηρίας; τί δῆτα οὖν Εὐφράτῃ λοιδορούμενος καταμέμφῃ, ὦ τᾶν, εἰ μὴ παρ' ἑαυτοῦ, ἀλλ' ἐξ εἱμαρμένης ἐπὶ τὸ κέρδος ἐκδούς, ὡς αὐτὸς ἀξιοῖς, ὠλιγώρει φιλοσοφίας; τί δὲ καὶ γόησιν ἐνυβρίζεις ψευδοσόφους ἀποκαλῶν ὑπὸ Μοιρῶν, ὡς ἡγῇ, καθελκομένους ἐπὶ τὸν κακοδαίμονα βίον; τί δὲ κακίαν ἁπλῶς ὀνομάζεις, καὶ πονηρός τις ἀνθρώπων οὐκ ἐν δίκῃ κρίνεται παρὰ σοὶ τὸν ἐξ ἀνάγκης εἱμαρμένον ἀποπληρῶν ὅρον; καὶ ἔμπαλιν τίνι λόγῳ Πυθαγόραν σεμνολογῶν θαυμαστὸν ἐπιγράφῃ διδάσκαλον, καὶ Μοιρῶν παίγνιον, ἀλλ' οὐκ