1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

8

πεποίκιλτο χρυσέοις ἀγάλμασιν, οἷαδὴ εἰκὸς τεχνουργῶν βαναύσων τρόπον πυρὶ καὶ σιδήρῳ μοχθοῦντας τοὺς φιλοσόφους τεχνουργεῖν, ἡ καὶ θαυματοποιῶν δίκην αὐτόματον ἀποτελεῖν τὸ δημιούργημα, οἱ δὲ τῶν αλλων τῶν μετ' αὐτὸν διδασκάλων δίφροι χαλκοῖ μέν, φησιν, ασημοι δ' ησαν καὶ ηττον ὑψηλοί. εδει γάρ που πάντως τυράννου σχήματι προνομίας τῆς ἐν ἀγάλμασι καὶ χρυσῷ τὸν τῆς θείας φιλοσοφίας ἀξιοῦσθαι διδάσκαλον. πρῶτον δὲ τὸνἸάρχαν ἰδόντα φησὶ τὸνἈπολλώνιον ἐξ ὀνόματός τε προσειπεῖνἙλλάδι τῇ φωνῇ καὶ ἣν 386 αὐτῷ παρὰ Φραώτου κομίζοι, ἐπιστολὴν αἰτῆσαι κατὰ πρόγνωσιν ηδη τοῦτο προειληφότα ἐνδείξασθαί τε τὸ ενθεον τῆς προγνώσεως προειρηκότα, ὡς αρα ἑνὶ γράμματι τῷ δέλτα λείποι ἡ ἐπιστολὴ ἄρξασθαί τε ἀπειροκάλως εὐθὺς ἀπὸ πρώτης ὁμιλίας ἀπειροπλούτου δίκην ἐνεπιδείκνυσθαι τὸ τῆς προγνώσεως πλεονέκτημα πατέρα καὶ μητέρα καταλέγοντα τοῦἈπολλωνίου γένος τε καὶ τροφὴν καὶ παιδείαν καὶ τὰς κατὰ χρόνους ἀποδημίας καὶ τὴν εἰς αὐτὸν πορείαν καὶ τὰ κατ' αὐτὴν πεπραγμένα τε αὐτῷ καὶ ὡμιλημένα. εἶτα δέ φησιν αὐτὸς οὗτος ὁ θαυμάσιος συγγραφεὺς τοὺς Βραχμᾶνας ἅμα τῷἈπολλωνίῳ χρισαμένους ἠλεκτρίνῳ φαρμάκῳ λούσασθαι καὶ περιστάντας ὡς ἐν χορῷ τὴν γῆν τύψαι ταῖς ῥάβδοις, τὴν δὲ κυρτωθεῖσαν ἀναπέμψαι αὐτοὺς εἰς δίπηχυ τοῦ ἀέρος, ἑστάναι τε αὐτοὺς μετεώρους ἐν αὐτῷ ἀέρι ἐπί τι χρόνου διάστημα, ελκειν δὲ καὶ πῦρ ἀπὸ τοῦ ἡλίου, οτε βούλοιντο, αὐτομάτως. τούτοις δ' ἐπιφέρει παράδοξον ὁ θαυματολόγος, ὡς αρα τρίποδες Πυθικοὶ τέτταρες ἐξεκυκλήθησαν αὐτόματοι φοιτῶντες, καὶ εἰκάζει δὴ οὖν αὐτοὺς τοῖςὉμηρείοις οἰνοχόους τε ἐπὶ τούτοις ἐκ χαλκοῦ διακόνους τὴν υλην ιστησι τέτταρας, ἐπιλέγει δέ, ὡς αρα καὶ ἡ γῆ αὐτομάτως ὑπεστόρνυτο αὐτοῖς πόας. τῶν δὲ τριπόδων οἱ μὲν δύο, φησίν, οἴνου ἀπέρρεον, οἱ δὲ ετεροι δύο ὁ μὲν υδατος θερμοῦ κρᾶσιν παρεῖχεν, ὁ δ' αὖ ψυχροῦ. τοὺς δὲ οἰνοχόους τοὺς χαλκοῦς ἀρύεσθαι εὐμέτρως τοῦ τε οινου καὶ τοῦ υδατος, περιελαύνειν τε κύκλῳ τὰς κύλικας, ωσπερ ἐν τοῖς πότοις. ταῦταἹεροκλεῖ τὰ ἀνωτάτω καὶ καθόλου δικαστήρια πεπιστευμένῳ μετὰ πολλῆς ἀνετάσεως ἀληθῆ καὶ πιστὰ εἶναι δοκεῖ καὶ ἡμῶν μὲν εὐχέρεια καὶ κουφότης 387 πλείστη ὅση κατέγνωσται παρ' αὐτῷ, αὐτὸς δὲ τοιαῦτα Φιλοστράτῳ πιστεύων αὐτοῖς δὴ ῥήμασι σεμνύνεται λέγων «ἐπισκεψώμεθά γε μήν, οσῳ βέλτιον καὶ συνετώτερον ἡμεῖς ἐκδεχόμεθα τὰ τοιαῦτα, καὶ ην περὶ τῶν ἐναρέτων ἀνδρῶν εχομεν γνώμην.» ἐπὶ τοιούτῳ δὴ τῷ συμποσίῳ κατὰ τὸν αὐτὸν Φιλόστρατον βασιλεὺς ἐγχωριάζωνἸνδοῖς εἰσάγεται συμπίνων τοῖς φιλοσόφοις, τοῦτον δὲ ἐνυβρίζειν καὶ ἐμπαροινεῖν φιλοσοφίᾳ μεθύσκεσθαί τε παρ' αὐτοῖς καὶ ἀντιπαρεξάγεινἩλίῳ καὶ ἀλαζονεύεσθαι ἱστορεῖ, καὶ πάλιν τὸνἈπολλώνιον δι' ἑρμηνέως τὰ παρὰ τούτου μανθάνειν καὶ αὖ πάλιν πρὸς αὐτὸν διαλέγεσθαι ὑφερμηνεύοντος τοῦἸάρχα· καὶ πῶς οὐ θαυμάζειν αξιον, οπως τὸν ουτως ὑβριστὴν καὶ ἀτοπώτατον παροινεῖν καὶ μεθύσκεσθαι παρὰ τηλικούτοις εἰκὸς ἦν, ὃν οὐδὲ παρεῖναι αξιον ἐν φιλοσόφων μή τί γε καὶ ἰσοθέων ἑστίᾳ; τί δέ μοι ἰσοθέους τούτους καλεῖν καὶ τῆς ἀξίας ἐνυβρίζειν τοὺς ανδρας; ὁπότε πυθομένου τοῦἈπολλωνίου, τίνας ἑαυτοὺς ἡγοῦνται, θεοὺς εφη ὁἸάρχας, ος καὶ τοῖς συμπόταις, οἷα δὴ θεὸς φιλοσόφου μὲν ηκιστα τρόπῳ, πολλοῦ γε δεῖ, μή τί γε μᾶλλον, οὗ εφησε, θεοῦ ἀξίως, ἐς τὴν φιάλην ἐπικύπτων ἐξῆρχεν, ἡ δέ, φησιν ὁ συγγραφεύς, ὡς ἄρα ἐπότιζεν ἱκανῶς πάντας, καὶ ἐπεδίδου, καθάπερ αἱ ἀπόρρητοι πηγαὶ τοῖς ἀνιμωμένοις. μετὰ ταῦτα κοιναὶ λόγων ὁμιλίαι καὶ σπουδαιολογίαι τῶν φιλοσόφων τοῦ μὲνἸάρχα διδάσκοντος, ὡς ἄρα ποτὲ αὐτῷ ἡ ψυχὴ ἐν ἑτέρῳ ἀνθρώπου βασιλέως γένοιτο σώματι καὶ τοιαδί τινα αὐτῷ πεπραγμένα εἴη, τοῦ δὲἈπολλωνίου, ὡς νηὸς Αἰγυπτίας ποτὲ γένοιτο κυβερνήτης, καὶ τὰ τοιαῦτα διαπράξαιτο, πεύσεις τε καὶ ἀποκρίσεις ἑκάστου, ων καὶ τῆς σοφίας αξιον 388 μηδαμῶς παρεκθέσθαι τὴν