1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

6

κύκνων τὰς ἀποδείξεις, οὓς γελοίως τὴν μητέρα τίκτουσαν αὐτὸν μαιοῦσθαι ἱστορεῖ, ἀλλ' οὐδὲ τῆς περὶ τοῦ σκηπτοῦ μυθολογίας τὸν μάρτυρα 381 παρέχειν ἀξιῶ, οὐ γὰρ δὴ καὶ τούτων, ὡς εφην, ∆άμις ἡμῖν συνίστωρ ἀφίξεται, μακρῷ ὕστερον ἐν Νίνῳ τῆςἈσσυρίας τἀνδρὶ συνάψας. ἐγὼ μὲν οὖν εὖ μάλα προθύμως τοῖς εἰκόσι τε καὶ ἀληθείας ἐχομένοις πειθόμενος, εἰ καὶ μείζονά τινα καθ' ὑπερβολὴν ἐς ἔπαινον ἀνδρὸς ἀγαθοῦ λέγοιτ' ἄν, πιστὰ καὶ παραδεκτέα εἶναί μοι δοκῶ, ὅτι μὴ μόνα τὰ τερατώδη καὶ λήρου πλέα. οὔκουν φθονοίην, εἴ φησιν ὁ συγγραφεὺς γένος τε ἀρχαῖον καὶ τῶν οἰκιστῶν ἀνημμένον τῷ ἀνδρὶ γεγονέναι καὶ πλουτῶν εἰ ουτως ετυχεν ὑπὲρ τοὺς ἐγχωρίους απαντας διδασκάλων τε νέον οντα οὐ μόνον τῶν δεδηλωμένων τυχεῖν, ἀλλ', εἰ δοκεῖ, καὶ τούτων αὐτὸν διδάσκαλον καὶ καθηγητὴν γεγονέναι. εστω δ' ἐπὶ τούτοις ἐντρεχὴς καὶ τὰ κοινά, ὡς τὸν εἰςἈσκληπιοῦ θεραπείας χάριν ἀφιγμένον διὰ γνώμης ἀρίστης ἀπαλλάξαι τῆς ἀρρωστίας, νοσοῦντι γὰρ δὴ ὑδέρου πάθει κατάλληλον ἐγκρατείας ὑποθέσθαι δίαιταν τῷ κάμνοντι καὶ ταύτῃ αὐτὸν ὑγιᾶ καταστῆσαι καὶ τούτῳ γε τῆς φρονήσεως ἀποδεκτὸν τὸ μειράκιον, καὶ ὡς τὸν πολυτελῶς θύειν παρεσκευασμένον εἶρξεν οἷα εἰκὸς ἐπὶ κακίᾳ διαβεβοημένον, καὶ γὰρ δὴ τῶν ἐγχωρίων ἁπάντων πλουσιώτατόν τε καὶ περιφανέστατον αὐτὸν ὑποτίθεται. καὶ ἐν σώφροσι δ' αὐτὸν φθόνος οὐδεὶς ἐγγράφειν, οτι τε πρὸς τὸν ἐραστὴν πειρώμενον αὐτοῦ τῆς ωρας διελοιδορήσατο καὶ γυναικείας οτι καθαρὸν ἑαυτὸν μίξεως διὰ τέλους, ὡς ὁ λόγος φησίν, ηγαγε. πιστὰ δ' ἔστω καὶ τὰ τῆς πενταετοῦς κατὰ Πυθαγόραν σιωπῆς αὐτοῦ, καὶ τά, ὅπως ταύτην διήνυσεν, ἐπαίνου αξια. ταῦτα δὴ καὶ οσα τοιαῦτα ἀνθρώπινα καὶ ὡς ἀληθῶς φιλοσοφίας καὶ ἀληθείας οὐ πόρρω δεχοίμην αν περὶ πολλοῦ τὸ 382 ευγνωμόν τε καὶ φιλάληθες τιμώμενος, τὸ γέ τοι κρεῖττον ἀνθρώπου τὴν φύσιν ὑποτίθεσθαι καὶ παρὰ πόδας ἐναντιολογεῖν τῆς τε δοθείσης ἀμνημονεῖν ὑποθέσεως, ἔχειν ψόγον ἂν καὶ διαβολὴν αὐτῷ τε τῷ γράφοντι καὶ πολὺ πρότερον τῷ γραφομένῳ περιάψειν ἡγοῦμαι. Καὶ ταῦτα μὲν ἀπὸ τοῦ πρώτου συγγράμματος. ἐπίωμεν δὲ καὶ τὰ ἐκ τοῦ δευτέρου. τὴν ἀπὸ Περσίδος ἐπ'Ἰνδοὺς πορείαν αγει παραλαβὼν αὐτὸν ὁ λόγος. εἶτά τι πεπονθὼς ἀπειρόκαλον, ωσπερ τι παράδοξον, δαιμόνιόν τι, ὃ καὶ εμπουσαν ὀνομάζει, κατὰ τὴν ὁδὸν ἰδόντα λοιδορίαις αμα τοῖς ἀμφ' αὐτὸν ἀπελάσαι φησί, καὶ ζῴων δὲ εἰς τροφὴν αὐτοῖς προσαχθέντων εἰρηκέναι αὐτὸν τῷ ∆άμιδι, ὡς αρα συγχωροίη αὐτῷ τε καὶ τοῖς ἑταίροις σιτεῖσθαι τῶν κρεῶν, τὸ γὰρ ἀπέχεσθαι αὐτῶν αὐτοῖς μὲν εἰς οὐδὲν ὁρᾶν προβαῖνον, ἑαυτῷ δὲ εἰς ἃ ὡμολόγηται πρὸς φιλοσοφίαν ἐκ παιδός. καίτοι τίς οὐκ ἂν ἀπορήσειεν, ὅτι μηδ' αὐτόν, ὃν μόνον ἐδόκει τοῦ βίου ζηλωτὴν κεκτῆσθαι καὶ προυτρεπεν ἐπὶ φιλοσοφίαν, εἶργεν οἷα φίλτατον τῆς τῶν ἐμψύχων, ὡς αν οὐχ ὁσίας κατὰ Πυθαγόραν τροφῆς, ὁ δ' οὐκ οἶδ' ὁποίῳ λόγῳ λέγων μὲν οὐ συνοίσειν ἑαυτῷ, κείνοις δ' οὐδὲν ὁρᾶν ἀπὸ τῆς ἀποχῆς προβαῖνον ὡμολόγει; ἐπὶ τούτοις ὁ Φιλόστρατος ὁ τἀληθὲς τιμᾶν πρὸς τοῦ Φιλαλήθους μεμαρτυρημένος, ορα τῆς ἀληθείας ὁποῖα δείγματα παρίστησι· γενόμενον παρ'Ἰνδοῖς τὸνἈπολλώνιον παραστήσασθαί φησιν ἑρμηνέα καὶ δι' αὐτοῦ προσδιαλέγεσθαι Φραώτῃ, τοῦτο δ' ειναι τῷ βασιλεῖ τῶνἸνδῶν ονομα, καὶ ὁ μικρῷ πρόσθεν κατ' αὐτὸν πασῶν γλωσσῶν συνεὶς νῦν αὖ κατὰ τὸν αὐτὸν ἑρμηνέως δεῖται. καὶ πάλιν ὁτὰ κατὰ διάνοιαν 383 ἀνθρώπων εἰδὼς καὶ μόνον οὐχὶ κατὰ τὸν παρ' αὐτοῖς θεὸν κωφοῦ τε ξυνιεὶς καὶ οὐ λαλέοντος ἀκούων δι' ἑρμηνέως ἀνερωτᾷ, ὁποία τις εἴη τῷ βασιλεῖ δίαιτα, ἡγεμόνα τε ἀξιοῖ τῆς ἐς Βραχμᾶνας πορείας γενέσθαι τινὰ αὐτῷ. καὶ μεταξὺ ὁ μὲν τῶνἸνδῶν βασιλεὺς καὶ ταῦτα βάρβαρος ὢν τὴν φύσιν τὸν ἑρμηνέα ἐκποδὼν μεταστησάμενοςἙλλάδι χρῆται πρὸς αὐτὸν τῇ ὁμιλίᾳ παιδείαν καὶ πολυμάθειαν ἐνδεικνύμενος, ὁ δὲ οὐδ' ως, οτι δὴ καὶ αὐτὸς τῆς παρ' αὐτοῖς οὐκ ἀμαθῶς εχοι