1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

15

ἀπορρήτων εἰρηκότα» τὸ παράδοξον ἰδεῖν αὐτὸν πεποιηκότα. οὐκοῦν τὰ πρότερον διὰ περιέργου μηχανῆς ἐτελεῖτο τῷ ἀνδρί, διὸ μηδὲ καταπλήττεσθαι αὐτά, μηδὲ θαυμάζειν τὸν ∆άμιν, εἰκότως δὲ νῦν τοῦτο πρῶτον πέπονθεν, ὡς ξένου τινὸς ὑπ' αὐτοῦ παρὰ τὰ συνήθη διαπεπραγμένου. πρὸς τὸ δειχθὲν δὲ τοῦ δεσμοῦ φάσμα καὶ τὴν ἀπὸ τοῦ δικαστηρίου ἀναχώρησιν τὰς πρὸς ∆ομετιανὸν αὐτοῦ τοῦ Ἀπολλωνίου φωνὰς παραθείμην ἄν· δεσμοῖς γάρ τοι αὐτὸν παραδοθῆναι προστάξαντος βασιλέως πάνυ γε ἀκολούθως ὁ Ἀπολλώνιος συνελογίσατο ὡδί πως· «εἰ μὲν γόητά με ἡγῇ, πῶς δήσεις; εἰ δὲ δήσεις, πῶς γόητα εἶναι φήσεις;» ἀντικρούσει γοῦν αὐτῷ τις ὡδί πως ἐκ τούτων ὁρμώμενος· εἰ μὲν οὐ γόης, πῶς λέλυταί σου τὸ σκέλος; εἰ δὲ λέλυται, πῶς οὐ γόης; καὶ εἰ τῷ ὑπομεῖναι τὸν δεσμὸν οὐ γόης, τῷ μὴ ὑπομεῖναι καὶ κατ' αὐτὸν ὡμολόγηται γόης. καὶ αὖ πάλιν, εἰ ὑπομείνας τὸ δικαστήριον οὐ γόης, τῷ δὲ διαδρᾶναι τοῦτο καὶ τοὺς ἀμφ' αὐτὸν βασιλέα, λέγω καὶ τοὺς ἐν κύκλῳ δορυφόρους, σαφῶς ἀναπέφανται γόης. ὃ δή μοι δοκῶ, συνῃσθημένος ὁ λόγος θεραπεύει τὸ γεγονὸς ὡς δὴ ἄνευ θυσιῶν 403 καὶ ἐπῳδῶν ἀρρήτῳ τινὶ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τοῦ παραδόξου πεφηνότος. ἀλλὰ γὰρ οὐκ ἐς μακρὰν αὖθις ὁ τῆς φύσεως παραστήσεται ἔλεγχος· αὐτίκα γάρ τινος ἐπιστάντος αὐτῷ καὶ φήσαντος «ἀφίησί σε, ὦ Ἀπολλώνιε, τουτωνὶ τῶν δεσμῶν ὁ βασιλεὺς καὶ ἐλευθέριον δεσμωτήριον συγχωρεῖ οἰκεῖν» ὁ κρείττων ἢ ἄνθρωπος καὶ τῶν μελλόντων προγνώστης κωφοῦ τε ξυνιεὶς καὶ οὐ λαλέοντος ἀκούων ὑπὸ τῆς ἄγαν, ὡς εἰκός, περιχαρείας ἀποπεσὼν τῆς προγνώσεως πυνθάνεται λέγων «τίς οὖν ὁ μετασκευάσων με ἐντεῦθεν;» ὁ δὲ «ἐγώ,» ἔφη «καὶ ἕπου.» εἶτα καὶ λόγον ἀπολογίας ὁ θειότατος μάλα γε πεφροντισμένως συντάττει, ἀγνοῶν, ὅτι δῆτα εἰς μάτην αὐτῷ σπουδασθήσεται ἡ γραφή. οἴεται μὲν γὰρ ἀκούσεσθαι αὐτοῦ ἀπολογουμένου βασιλέα, καὶ ὡς ἀκουσομένου γε σφόδρα πιθανῶς παρασκευάζεται τὴν ἀπολογίαν, ὁ δὲ ταύτην μὴ ἀναμείνας εἰς οὐ δέον αὐτοῦ τὴν σπουδὴν κατεστήσατο. ἄκουε δὴ οὖν καὶ περὶ τούτων, οἷά φησιν ὁ ἔλεγχος· «ἐπεὶ δὲ καὶ λόγος αὐτῷ συνεγράφη τις ὡς πρὸς ὕδωρ τὴν ἀπολογίαν ἀφήσοντι, ξυνεῖλε δὲ αὐτὸν ὁ τύραννος ἐς ἃς εἴρηκα ἐρωτήσεις, ἀναγεγράφθω καὶ ὁ λόγος.» ὅρα δή, πῶς τοῦ μέλλοντος πορρωτάτω τυγχάνων ὁ πάντα θειότατος μετὰ πλείστης ὅσης φροντίδος ὡς πρὸς ὕδωρ τὴν ἀπολογίαν ποιησόμενος ἐσπούδαζεν. Ἀλλὰ γὰρ διεξιτητέον καὶ τὴν εἰς μάτην αὐτῷ πεποιημένην ἀπολογίαν, ἅ, ὡς πολλὰ καὶ ἄλλα ἐν ταύτῃ, ∆ομετιανῷ προσφωνῶν ἀπαυθαδίζεται λέγων, ὡς ἄρα Οὐεσπασιανὸς «σὲ μὲν βασιλέα ἐποίησεν, ὑπ' ἐμοῦ δὲ ἐγένετο.» βαβαὶ τῆς ἀλαζονείας, 404 ἣν οὔτι γε ὁ τυχών, ἀλλ' οὐδὲ εἰ φιλόσοφός τις ἀληθῶς καὶ τὴν ἀνθρωπείαν ὑπεραίρων ἐγεγόνει φύσιν, ἐτερατεύσατο ἂν μὴ οὐχὶ δίκην ἀνοίας παρὰ τοῖς ἔμφροσιν ὑποσχών. εἶτα δὲ τῆς κατ' αὐτὸν ὑποψίας ἑαυτὸν ἀπολυόμενος ταῦτα περὶ γοήτων φησίν· «ἀλλὰ τοὺς γόητας ψευδοσόφους φημί, τὰ γὰρ οὐκ ὄντα εἶναι παρ' αὐτοῖς, καὶ τὰ ὄντα ἄπιστα εἶναι.» καταμάθοι δ' οὖν τις ἔκ τε τῆς ὅλης πραγματείας καὶ τῶν ἐν μέρει δεδηλωμένων, πότερα ἐν θείοις καὶ φιλοσόφοις ἢ ἐν γόησιν αὐτὸν κατατακτέον, ἐπιστήσας οἷς τε αὐτὸς περὶ γοήτων καὶ ψευδοσόφων εἴρηκε καὶ οἷς δεδήλωκεν ἡ κατ' αὐτὸν ἱστορία· δρύες τε γὰρ καὶ πτελέαι ἐνάρθρῳ καὶ θήλει φωνῇ λαλοῦσαι καὶ τρίποδες αὐτόματοι φοιτῶντες καὶ χάλκεοι θεράποντες διακονούμενοι πίθοι τε ὄμβρων καὶ ἀνέμων καὶ σανδαράκινον ὕδωρ καὶ ὅσα ἄλλα τοιαῦτα εἰσῆκται, παρ' οἷς ἡγεῖτο θεοῖς, οὓς καὶ οὐκ ὤκνει διδασκάλους ἐπιγράφεσθαι, τίνος ἂν εἶεν παραστατικὰ ἢ τῶν «τὰ οὐκ ὄντα εἶναι καὶ τὰ ὄντα ἄπιστα εἶναι» παραδεικνύντων; οὓς αὐτὸς γόητας ὀνομάζων ψευδοσόφους ὑπάρχειν ἀποφαίνεται. ἤτοι οὖν ἐπὶ τούτοις ὁ θεῖος καὶ ἐνάρετος καὶ θεοῖς κεχαρισμένος τὸ σοφίας ἀναδησάμενος βραβεῖον αὐτοῦ Πυθαγόρου καὶ τῶν, ὅσοι μετ' ἐκεῖνον,