1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

10

διὰ σπουδῆς ἐπεχειρεῖτο πολυμάθεια, εἰ δή τις κατὰ τὴν δοθεῖσαν ὑπῆρξεν ὑπόθεσιν· ἀλλ' οὗτός γε κατὰ τὸν φιλαλήθη συγγραφέα νῦν δὴ πάρεστι μετὰ τοσούτους διδασκάλους τὴν σοφίαν ἐνεπιδεικνύμενος, καὶ πρῶτα μὲν οἷα ἐξ Ἀράβων καὶ τῆς παρ' αὐτοῖς οἰωνιστικῆς ὁρμώμενος τὸν στρουθόν, ὅ τι καὶ βούλοιτο τοὺς ἑτέρους ἐπὶ τροφὴν παρακαλῶν ἐφερμηνεύει τοῖς παροῦσιν, εἶτα δὲ λοιμοῦ ἐν Ἐφέσῳ προαισθόμενος προμαντεύεται τοῖς πολίταις. τὴν δ' αἰτίαν καὶ τούτου ἐν τῇ πρὸς ∆ομετιανὸν ἀπολογίᾳ αὐτὸς παρατίθεται. ἐρομένου γάρ τοι αὐτόν, ὁπόθεν ὁρμώμενος τοῦτο προείποι, «λεπτοτέρᾳ» ἔφη «χρώμενος, ὦ βασιλεῦ, διαίτῃ πρῶτος τοῦ δεινοῦ ᾐσθόμην.» καὶ τρίτον δ' αὐτοῦ θαῦμα γεγονὸς ἱστορεῖ, ὡς δὴ ἀλεξήσαντος τὸν λοιμόν, ὅπερ εἰ καὶ τὰ μάλιστα ἐν ταῖς ἐπὶ τέλει κατ' αὐτοῦ κατηγορίαις οὐ τέθεικεν ὁ συγγραφεύς, ὅτι μὴ παρῆν, ὡς εἰκός, αὐτῷ δι' ἀπολογίας ἀπολύσασθαι τὸ ἔγκλημα, φέρε δ' οὖν ὅμως αὐτοὶ τὴν ἱστορίαν ἐς φανερὸν ὑποθώμεθα, οὕτω δὴ καὶ ταύτην εὐθύνοντες. εἴ τινι γὰρ οὐκ ἂν εἴη σαφές, ὅτι δὴ πολὺ τὸ πλάσμα καὶ 391 ἀπατηλὸν γοητείας τε ὡς ἀληθῶς ἔμπλεων, αὐτὸς ὁ τρόπος ἀπελέγχει τῆς ἱστορίας. τὸν γάρ τοι λοιμὸν ὑποτίθεται ἐν εἴδει πτωχεύοντος καὶ ῥάκεσιν ἠμφιεσμένου πρεσβύτου ἀνδρὸς ἑωρᾶσθαι, ὃν καταλεύειν ἐπικελευσαμένου τοῦ Ἀπολλωνίου πρότερον μὲν πῦρ βάλλειν τῶν ὀφθαλμῶν, εἶθ' ὕστερον βληθέντα λίθοις κύνα συντετριμμένον καὶ παραπτύοντα ἀφρόν, ὡς οἱ λυττῶντες, φανῆναι, εἰρηκέναι δ' αὐτὸν περὶ τούτου καὶ ἐν τῇ πρὸς τὸν αὐτοκράτορα ∆ομετιανὸν ἀπολογίᾳ ταῦτα γράφει· «τὸ γὰρ τοῦ λοιμοῦ εἶδος, πτωχῷ δὲ γέροντι εἴκαστο, καὶ εἶδον καὶ ἰδὼν εἷλον οὐ παύσας νόσον, ἀλλ' ἐξελών.» τίς δὴ οὖν ἐπὶ τούτοις οὐ μέγα τὴν τοῦ θαυματοποιοῦ γελάσεται παραδοξοποιίαν ζῷον ὀφθαλμοῖς καὶ λίθων ὑποπῖπτον βολαῖς συντριβόμενόν τε πρὸς ἀνθρώπων καὶ ἀφρὸν παραπτῦον τὴν τοῦ λοιμοῦ φύσιν ἀκούων, ὃς οὐδ' ἄλλ' ὁτιοῦν τυγχάνει ἢ φθορὰ καὶ κάκωσις ἀέρος ἐπὶ τὸ νοσῶδες τρεπομένου τοῦ περιέχοντος ἐκ πονηρῶν τε καὶ φαύλων ἀναθυμιάσεων, ᾗ λόγος ἰατρικὸς παραδίδωσι, συνισταμένου; καὶ ἄλλως δ' ἂν τὸ φάσμα διευθυνθείη, ἐπείπερ μόνῃ τῇ τῶν Ἐφεσίων πόλει, ἀλλ' οὐχὶ καὶ τοῖς ὁμόροις τὸν λοιμὸν ἐπισκῆψαί φησιν ὁ λόγος, ὅπερ πῶς οὐκ ἂν γεγόνει κάκωσιν τοῦ περιέχοντος πεπονθότος; οὐ γὰρ δὴ κατακλεισθὲν μόνῳ ἂν ἐφήδρευσε τῷ περὶ τὴν Ἔφεσον ἀέρι τὸ νόσημα. τέταρτον αὐτῷ παράδοξον Ἀχιλλέως ἦν ψυχὴ πρότερον μὲν ἐν χλαμύδι πεντάπηχυς, εἶτα δωδεκάπηχυς τὸ μέγεθος παρὰ τῷ ἰδίῳ αὐτοῦ μνήματι φαινομένη Θετταλούς τε καταιτιωμένη, ὅτι δὴ τὰ ἐναγίσματα αὐτῷ, ὡς ἔθος ἦν, οὐκ ἐπετέλουν, μηνιῶσά τε εἰσέτι Τρωσὶ τῶν ἐς αὐτὸν πεπλημμελημένων καὶ προστάττουσα τῷ Ἀπολ 392 λωνίῳ πέντε λόγους, οὓς ἂν αὐτός τε βούλοιτο καὶ αἱ Μοῖραι συγχωροῖεν, ἀνερέσθαι. εἶθ' ὁ πάντα εἰδὼς καὶ τῶν μελλόντων πρόγνωσιν αὐχῶν ἔτι ἀγνοεῖ, εἰ τάφου τύχοι Ἀχιλλεὺς καὶ εἰ Μουσῶν θρῆνοι καὶ Νηρηίδων ἐπ' αὐτῷ γεγόνασι, καὶ περὶ τούτων αὐτὸν ἀνερωτᾷ καὶ διαπυνθάνεται, εἰ Πολυξένη ἐπισφαγείη αὐτῷ καὶ εἰ Ἑλένη ἐς Τροίαν ἐληλύθοι, ὡς σεμνά γε καὶ κατεπείγοντα εἰς τὸν φιλόσοφον βίον τοῦ ἥρωος καὶ σπουδῆς ἄξια ἐρωτήματα. θαυμάζει δ' ἐπὶ τούτοις, εἰ τοσοῦτοι ἥρωες παρὰ τοῖς Ἕλλησιν ἑνὶ χρόνῳ γεγόνασι καὶ εἰ ἀφίκετο ἐς Τροίαν Παλαμήδης. τὸν δὴ θεῶν ὁρωμένων τε καὶ οὐχ ὁρωμένων ὁμιλητὴν τοιαῦτα ἀγνοεῖν, καὶ περὶ τοιούτων ἀνερωτᾶν, ποίας οὐχὶ γένοιτ' ἂν αἰσχύνης; εἰ μὴ ἄρα, ἐπειδὴ νεκροῖς ὁμιλῶν εἰσῆκται, ἐπὶ τὸ ψυχρότερον μεταποιεῖ τὰς πεύσεις ὁ συγγραφεύς, ὡς ἂν ὑπεκλύσειε τὴν ὑπόνοιαν τοῦ πέρα τῶν προσηκόντων αὐτὸν περιειργάσθαι δοκεῖν, καὶ γὰρ δὴ καὶ ἀπολογούμενον αὐτὸν ὑπογράφει, ὅτι μὴ κατὰ νεκρομαντείαν ὁ τρόπος αὐτῷ τῆς φανείσης ὄψεως γένοιτο, «οὔτε γὰρ βόθρον» εἶπεν «Ὀδυσσέως ὀρυξάμενος, οὐδ' ἀρνῶν αἵμασι ψυχαγωγήσας, ἐς διάλεξιν τοῦ Ἀχιλλέως ἦλθον, ἀλλ' εὐξάμενος