1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

12

φασι τὰ εἱμαρμένα, ὁ δὲ εἵπετο μὲν τοῖς ἐκ Μοιρῶν καὶ προέλεγεν, ὡς ἀνάγκη ἔσεσθαι αὐτά, προέλεγε δὲ οὐ γοητεύων, ἀλλ' ἐξ ὧν οἱ θεοὶ ἔφαινον, ἰδὼν δὲ παρὰ τοῖς Ἰνδοῖς τοὺς τρίποδας καὶ τοὺς οἰνοχόους καὶ ὅσα αὐτόματα ἐσφοιτᾶν εἶπον, οὔθ' ὅπως σοφίζοιντο αὐτὰ ἤρετο, οὔτε ἐδεήθη μαθεῖν, ἀλλ' ἐπῄνει μέν, ζηλοῦν δὲ οὐκ ἠξίου.» ταῦτα δὲ λέγων δῆλός ἐστι τοὺς περιβοήτους Ἰνδῶν φιλοσόφους γόητας ἀποφαίνων. περὶ γάρ τοι γοήτων ποιούμενος τὸν λόγον μνημονεύει καὶ τούτων σοφίζεσθαι δὴ τὰ παράδοξα λέγων αὐτοὺς καὶ τόν, περὶ οὗ ὁ λόγος, τῆς τοιασδὶ αὐτῶν σοφιστείας ὡς ἂν μὴ ἀστείας ἀλλότριον ὑποτιθέμενος. οὐκοῦν εἰ φαίνοιτο τούτους θεοὺς ἀποκαλῶν καὶ διδασκάλους ἐπιγραφόμενος αὐτοὺς ὁ Ἀπολλώνιος, ὥρα ταῖς κατὰ τῶν διδασκάλων καὶ αὐτὸν ὑπάγειν διαβολαῖς. εἰσῆκται δὴ οὖν παρ' οἷς φησι γυμνοῖς Αἰγυπτίων, ῥήμασιν αὐτοῖς ταῦτα φάσκων· «οὐκ ἀπεικός τε παθεῖν μοι δοκῶ φιλοσοφίας ἡττηθεὶς εὖ κεκοσμημένης, ἣν ἐς τὸ πρόσφορον Ἰνδοὶ στείλαντες ἐφ' ὑψηλῆς τε καὶ θείας μηχανῆς ἐκκυκλοῦσιν. ὡς δὴ ἐν δίκῃ μὲν ἠγάσθην, ἐν δίκῃ δὲ ἡγοῦμαι σοφούς τε καὶ μακαρίους, ὥρα μανθάνειν.» καὶ μετὰ βραχέα φησίν· «οὗτοι μὲν γὰρ θεοί τέ εἰσι καὶ κεκόσμηνται κατὰ τὴν Πυθίαν.» καὶ ∆ομετιανῷ δὲ εἰσῆκται λέγων «καὶ τίς πρὸς Ἰάρχαν σοι πόλεμος ἢ πρὸς Φραώτην τοὺς Ἰνδούς; οὓς ἐγὼ μόνους ἀνθρώπων θεούς τε ἡγοῦμαι καὶ ἀξίους τῆς ἐπωνυμίας ταύτης;» καὶ ἐν ἄλλοις δὲ ὁμοίως θεούς τε καὶ διδασκάλους τἀνδρὸς ἐπιγράψας ὁ λόγος τοὺς δεδηλωμένους δακτυ 396 λίους τε παρ' αὐτῶν εἰληφέναι ὁμολογήσας αὐτὸν ἐπιλέλησται νῦν καὶ συνδιαβάλλων τοῖς διδασκάλοις τὸν μαθητὴν οὐκ ἐπαίει. ὑποβὰς δ' ἐν τῇ γραφῇ αὐλητὴν ὑποτίθεται καὶ τὸν Ἀπολλώνιον ὥσπερ τινὸς οὔσης μεγίστης καὶ σοφωτάτης ἐπιστήμης τρόπους αὐλήσεως μάλα σπουδαίως μακροῖς τοῖς διεξηγήμασιν εἴροντα διεξέρχεται, καὶ αὐτοκράτορα Οὐεσπασιανὸν οἷα δὴ θεῷ προσεύξασθαι αὐτῷ ἱστορεῖ, καὶ τὸν μὲν ὡς εὐχῇ εἰρηκέναι τὸν Οὐεσπασιανόν· «ποίησόν με βασιλέα,» τὸν δὲ ἀποκρίνασθαι· «ἐποίησα.» καὶ τίς οὐκ ἂν μισήσειεν εὐλόγως τῆς ἀλαζονείας τὴν φωνὴν μανίας τὸ μηθὲν ἀποδέουσαν, ὅτε γε ἤδη αὐτὸς θεὸς καὶ βασιλέων ποιητὴς εἶναι φρυάττεται ὁ τῆς Αἰγυπτίας κυβερνήτης νεώς; τοῦτο γὰρ αὐτὸς ἑαυτὸν ὁ Ἀπολλώνιος γεγονέναι τὴν ψυχὴν ἐν ταῖς πρὸς τὸν Ἰνδὸν ὁμιλίαις μικρῷ πρόσθεν ἡμῖν δεδήλωκε. τῷ δ' αὐτῷ βασιλεῖ, οὓς ἂν αὐτὸς δοκιμάζοι τῶν φιλοσόφων συμβούλους τῶν πρακτέων, γνωρίσαι αὐτῷ ἀξιοῦντι κατὰ λέξιν φησίν· «ἀγαθοὶ δὲ τούτων σύμβουλοι καὶ οἵδε οἱ ἄνδρες, τὸν ∆ίωνα δείξας καὶ τὸν Εὐφράτην μήπω αὐτῷ ἐς διαφορὰν ἥκοντα.» καὶ αὖθις, «ὦ βασιλεῦ, εἶπεν, Εὐφράτης καὶ ∆ίων πάλαι σοι γνώριμοι ὄντες πρὸς θύραις εἰσὶν οὐκ ἀφρόντιδες τῶν σῶν. κάλει δὴ κἀκείνους ἐς κοινὸν λόγον, σοφὼ γὰρ τὼ ἄνδρε.» πρὸς ἃ Οὐεσπασιανὸς «ἀκλείτους» ἔφη «θύρας παρέχω σοφοῖς ἀνδράσιν.» εὖγε τῆς προγνώσεως τοῦ ἥρωος· Εὐφράτης νῦν ἀγαθός τε καὶ σοφός, ἐπεὶ μὴ ἐς διαφοράν πω αὐτῷ ἐληλύθει, εἰ δ' ἔλθοι-ὅσον οὔπω δὲ τοῦτ' ἔσται-ὅρα οἷα περὶ αὐτοῦ ὁ αὐτὸς πρὸς ∆ομετιανὸν γράφει· «καὶ μὴν ὁπόσα γίγνεται φιλοσόφῳ ἀνδρὶ κολακεύοντι τοὺς δυνατοὺς δηλοῖ τὰ 397 Εὐφράτου· τούτῳ γὰρ ἐντεῦθεν, τί λέγω χρήματα; πηγαὶ μὲν οὖν εἰσι πλούτου, κἀπὶ τῶν τραπεζῶν ἤδη διαλέγεται κάπηλος ὑποκάπηλος τελώνης ὀβολοστάτης πάντα γιγνόμενος τὰ πωλούμενά τε καὶ πωλοῦντα, ἐντετύπωται δὲ ἀεὶ ταῖς τῶν δυνατῶν θύραις καὶ προσέστηκεν αὐταῖς πλείω καιρὸν ἢ οἱ θυρωροί, ἀπελήφθη δὲ καὶ ὑπὸ τῶν θυρωρῶν πολλάκις, ὥσπερ τῶν κυνῶν οἱ λίχνοι, δραχμὴν δὲ οὐδὲ φιλοσόφῳ ἀνδρί ποτε προέμενος ἐπιτειχίζει νῦν τὸν ἑαυτοῦ πλοῦτον ἑτέροις τὸν Αἰγύπτιον τουτονὶ βόσκων χρήμασι καὶ ὀξύνων ἐπ' ἐμὲ γλῶτταν ἀξίαν ἐκτετμῆσθαι. Εὐφράτην μὲν δὴ καταλείπω σοί, σὺ γάρ, ἢν μὴ κόλακας ἐπαινῇς, εὑρήσεις τὸν ἄνθρωπον κακίω ἢ ἑρμηνεύω.» ὁ δὴ πρὸς τὸν πατέρα τὸν