1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

4

πολυπραγμονεῖν. Τίνα δῆτα ἡμῖν ἐπὶ τούτοις τὸνἈπολλώνιον εἰσάγεις, ὦ συγγραφεῦ; εἰ μὲν δὴ θεῖον καὶ φιλοσόφου κρείττονα τήν τε φύσιν ἁπλῶς εἰπεῖν ὑπὲρ ἄνθρωπον, τήρει μοι δι' ολης τῆς ἱστορίας τὴν ὑπόθεσιν καὶ τουργον εἰσέτι νῦν ἐπιδείκνυθι τῆς θειότητος. ἦ γὰρ οὐκ ἀτοπώτατον τεκτόνων μὲν καὶ οἰκοδόμων καὶ μετὰ τὴν τῶν δημιουργῶν τελευτὴν ἐπὶ μήκιστον τουργον διαρκεῖν ἀθάνατόν που σχεδὸν τῶν συστησαμένων τὴν μνήμην στηλιτεῦον, θείαν δὲ αρα φύσιν ἀνθρώποις ἐπιλάμψασαν σκότιόν που καὶ μινυνθάδιον ἀποτελεῖν, οὐχὶ δὲ εἰς αἰῶνα τὴν ἀρετὴν ἐπιδείκνυσθαι, μὴ εἰς ενα τινὰ ∆άμιν ἢ καὶ αλλους βραχεῖς πτωχεύουσαν τῶν ἀνθρώπων, ἀλλ' εἰς μυρίων ὅσων ὠφελείας οὐ τῶν καθ' ὃν χρόνον ἐγνωρίζετο μόνων, ἀλλὰ καὶ τῶν μετὰ ταῦτα γενησομένων τὴν πάροδον ποιουμένην; ταύτῃ τοι καὶ τοὺς πάλαι σοφοὺς ζηλωτάς τε καὶ διαδόχους ποιήσασθαι τῆς ἀρετῆς ἀθάνατον ὡς ἀληθῶς ἀνθρώποις παρεσχημένους τὸ κατόρθωμα. εἰ δὲ θνητὴν ὑπογράφεις τἀνδρὸς τὴν φύσιν, ορα μὴ πλέον, ἢ προσῆκε, ταύτῃ χαριζόμενος δίκην ἀποίσεις παραλογίας. ἀλλὰ μὴν εἰσῆκται αὐτῷ θεῖος ἄνθρωπος καὶ θαλαττίου δαίμονος σχῆμά τε καὶ προσωπεῖον ἀπὸ γενέσεως ἀναλαμβάνων. «κυούσῃ γάρ,» ως φησι, τῇ αὐτοῦ μητρὶ φάσμα ηλθε θαλαττίου δαίμονος, Πρωτεὺς ὁ παρὰ τῷὉμήρῳ ἐξαλλάττων. ἡ δὲ οὐδὲν δείσασα 377 ηρετο αὐτόν, τί ἀποκυήσοι, ὁ δὲ «ἐμὲ» εἶπε· «σὺ δὲ τίς» εἰπούσης «Πρωτεὺς» ἔφη «ὁ Αἰγύπτιος.» εἶτα δὲ λειμῶνά τινα, καὶ κύκνους τὴν γυναῖκα μαιεύεσθαι γράφει, ὁπόθεν αὐτὸ τοῦτ' εἴη ληφθέν, μὴ εἰπών· οὐ γὰρ δὴ καὶ τούτου ὑγηγητήν. ∆άμιν τὸνἈσσύριον ὑπογράψεται. ἀλλὰ καὶ οὐκ ἐς μακρὸν τῆς αὐτῆς ἱστορίας αὐτῷ ∆άμιδι οἷαδὴ θείας ὄντα φύσεως τὸνἈπολλώνιον εἰσάγει αὐτὰ δὴ ταῦτα λέγοντα· «ἐγώ, ὦ ἑταῖρε, πασῶν τῶν φωνῶν ξυνίημι μαθὼν οὐδεμίαν·» καὶ «μὴ θαυμάσῃς, οἶδα γὰρ καὶ ἃ σιωπῶσιν οἱ ανθρωποι.» καὶ πάλιν ἐνἈσκληπιοῦ τιμώμενον πρὸς τοῦ δαίμονος καὶ πρόγνωσιν φυσικήν τινα καὶ ἀδίδακτον ἔχειν ἐκ παιδὸς κρείττονά τε ἀτεχνῶς ἀνθρώπου φῦναι αὐτὸν ἐξ αὐτῆς γενέσεως καὶ δι' ολης ἡμῖν τῆς ἱστορίας ὑπογράφει. λύσαντος γοῦν ἑαυτόν ποτε ἀπὸ δεσμῶν ἐπιφέρει λέγων· «τότε πρῶτον ὁ ∆άμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆςἈπολλωνίου φύσεως, οτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου. μὴ γὰρ θύσαντά τι, πῶς γὰρ ἐν δεσμωτηρίῳ; μηδὲ εὐξάμενον, μηδὲ εἰπόντα τι καταγελάσαι τοῦ δεσμοῦ.» ἐπὶ τελευτῇ δὲ τάφον μὲν αὐτοῦ μηδόλως ποι γῆς εὑρίσκεσθαι, χωρῆσαι δὲ εἰς οὐρανὸν αὐτῷ σώματι μεθ' ὕμνων καὶ χορείας λέγει. εἰκότως δὴ οὖν οἷαοντα τοσοῦτον «θειότερον ἢ ΠυθαγόραςἘμπεδοκλῆς τε καὶ Πλάτων φιλοσοφίᾳ τὸν ανδρα προσεληλυθέναι φησίν. οὐκοῦν ἐν θεοῖς ἡμῖν διὰ τούτων ἀναγεγράφθω ὁ ανθρωπος καὶ ὁ φθόνος ἀπέστω τῆς τῶν φωνῶν ἁπασῶν αὐτοφυοῦς καὶ αὐτοδιδάκτου συνέσεως. τί δῆτα οὖν ἐς διδασκάλου αγει αὐτὸν καὶ τὸν μηδεμίαν φωνὴν μεμαθηκότα διαβάλλει ὡς αν ἐξ ἀσκήσεως καὶ μελέτης, ἀλλ' οὐκ ἐκ φύσεωςἈττικὸν γενόμενον τὴν γλῶτταν; 378 φησὶ γάρ τοι, ὡς προϊὼν ἐς ἡλικίαν γράμματά τε καὶ μνήμης ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος καὶ ἡ γλῶττα αὐτῷ ἀττικῶς ειχε.» καὶ «γεγονότα δὲ αὐτὸν ἔτη τεσσαρεσκαίδεκα ἄγει ἐς Ταρσοὺς ὁ πατὴρ παρ' Εὐθύδημον τὸν ἐκ Φοινίκης, ος ῥήτωρ τε ἀγαθὸς ην καὶ ἐπαίδευε τοῦτον, ὁ δὲ τοῦ διδασκάλου ειχετο.» εἶτα «ξυνεφιλοσόφουν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ περιπάτου. διήκουε δὲ καὶ τῶνἘπικούρου λόγων, οὐδὲ γὰρ τούτους ἀπεσπούδαζε, τοὺς δὲ Πυθαγορείους ἀρρήτῳ τινὶ σοφίᾳ ξυνελάμβανε.» τοσαῦτα ὁ μηδεμίαν μαθὼν φωνὴν θείᾳ τε δυνάμει «ἃ καὶ σιωπῶσιν ανθρωποι» προλαβὼν ἐξεπαιδεύετο. ὁ δὲ διαλιπὼν αυθις αὐτὸν θαυμάζει, ἐς οσον συνέσεως τῆς τῶν ζῴων φωνῆς ηλθε καὶ ἐπιφέρει λέγων «καὶ ἐς ξύνεσιν δὲ τῆς τῶν ζῴων φωνῆς ηλθε, καὶ εμαθε δὲ τοῦτο διὰ τῶνἈραβίων πορευόμενος αριστα γιγνωσκόντων τε καὶ πραττόντων αὐτό. εστι γὰρ