1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

3

ειτε τις συγγραφεὺς ἢ λογογράφος θρασύνοιτο λόγῳ μὲν ἐκτρεπόμενος γοητείαν, εργοις δὲ πλέον ἢ ῥήμασιν ἐπιφορτίζων τὸν ανδρα προσωπείου δίκην τὴν Πυθαγόρειον ἐπιμορφαζόμενος ἀγωγήν, οἰχήσεται μὲν ἡμῖν ὁ φιλόσοφος, ὄνος δ' ἀντὶ τοῦ 374 λέοντος ἐπικρυπτόμενος δέρρει σοφιστής τις ὡς ἀληθῶς ἀγείρων κατὰ τὰς πόλεις αὐτό τε τοῦτο γόης ἀτεχνῶς ἀντὶ φιλοσόφου φωραθήσεται. πῶς δὲ τοῦτό φημι καὶ πόθεν ὁρμώμενος, ἐρωτᾷς; μάνθανε· οροι φύσεως ἀρχὰς καὶ μέσα καὶ τέλη τῆς τῶν ολων οὐσίας περιειληφότες μέτρα καὶ θεσμοὶ ἅπασι, δι' ων τόδε τὸ πᾶν μηχάνημά τε καὶ ἀρχιτεκτόνημα τοῦ παντὸς κόσμου τελεσιουργεῖται, διατέθεινται νόμοις ἀλύτοις καὶ δεσμοῖς ἀρρήκτοις τῆς τὰ πάντα οἰκονομούσης προνοίας τὸ πάνσοφον βούλημα διαφυλάττοντες. οὔκουν κινήσειέ τι καὶ μεταθείη τις αν τῆς τάξεως τῶν απαξ διατεθειμένων. κεκράτηται δ' οὖν θεσμῷ φύσεως τὸν θεῖον ὑπεραναβαίνειν νόμον πᾶς, ὅτῳ τις θρασύτερος τῶν ἐπέκεινα ἐπιβαίνειν ἔνεστι πόθος. ουτ' ουν παρὰ φύσιν ὁ ενυδρος ἐπὶ τὴν χέρσον μεταβὰς βιῶναι δυνήσεται ἰχθύς, ουτε τὸ ἐν χέρσῳ τραφὲν τοῖς υδασιν ἐγκαταδύσεται τὴν ἐκεῖσε διηνεκῆ μονὴν ἀσπαζόμενον, οὔτε μέγα πηδήσας μετέωρός τις τῶν ἐπὶ γῆς ἀρθήσεται πρὸς ἀέρα συμπεριπολεῖν ἀετοῖς ἐπιθυμῶν· καὶ μὴν ἐκεῖνοί γε καν ἐπὶ γῆς ἔλθοιεν βρίσαντες ἐπὶ τὸ κάτω τὴν δύναμιν καὶ τοῦ πτεροῦ χαλάσαντες καὶ ἀνέντες τὴν φύσιν, ἐπεὶ καὶ τοῦτο θείοις ωρισται νόμοις, ἐκ τοῦ υψους τὸ μετέωρον ὑποκαταβαίνειν δύνασθαι, οὐ μὴν καὶ ἔμπαλιν τὸ ταπεινὸν καὶ γεῶδες ἐπὶ τὸ μετέωρον αἴρεσθαι. ταύτῃ δὴ καὶ τὸ θνητὸν ἀνθρώπων γένος ψυχῆς μετέχον καὶ σώματος οροις περιγέγραπται θείοις. ουτ' ουν τῷ σώματι δι' ἀέρος ἔλθοι ποτὲ τῶν ἐπὶ γῆς τις καταφρονήσας διατριβῶν μὴ οὐχὶ τοὐπιτίμιον αὐτίκα τῆς ἀνοίας παρασχών, οὔτε τὴν ψυχὴν ἀρθεὶς φρονήματι καθίξεται τῶν ἀνεφίκτων, ἢ μελαγχολίας νοσήματι ἂν περιπέσοι. 375 σωφρονοῖ δ' αν ἀρτίοις μὲν τὸ σῶμα ποσὶν ἐπὶ γῆς φερόμενος, τὴν δὲ ψυχὴν παιδείᾳ καὶ φιλοσοφίᾳ σκηρίπτων, ευξαιτο δὲ καί τινα συνεργὸν ανωθέν ποθεν ἐκ τῶν κατ' οὐρανὸν διατριβῶν ἐλθεῖν καὶ τῆς ἐκεῖσε διδάσκαλον αὐτῷ φανῆναι σωτηρίας. ἐρρωμένῳ γάρ τοι παραδείγματι νοσοῦντι μὲν τὸν ἰατρὸν ἐπιφοιτᾶν θέμις, καὶ τὸν διδάσκαλον εἰσαγομένῳ τοῖς μαθήμασι συμφέρεσθαι καὶ τὸν ανω που καὶ ἐν υψει συγκατιέναι τοῖς ταπεινοῖς, οὐ μὴν καὶ ἀνάπαλιν. ὅθεν δὴ θείαν μὲν φύσιν εὐεργέτιν οὖσαν καὶ σώτειραν καὶ προνοητικὴν τῶν ἐπιόντων ἀνθρώποις ποτὲ εἰς ὁμιλίαν ἐλθεῖν οὐδεὶς ἂν ἀπείργοι λόγος ὅρῳ θείας προνοίας καὶ τούτου συγκεχωρημένου, ἀγαθὸς γὰρ ην κατὰ τὸν Πλάτωνα, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος· οὔκουν σωμάτων μόνων ἀγαθὸς ων ὁ τόδε τὸ πᾶν διακυβερνῶν ἐπιμελήσεται, πολὺ πλέον δὲ ψυχῶν, αις τὸ ἀθάνατόν τε καὶ αὐτοκρατορικὸν κεχάρισται γέρας. ταύταις δῆτα οἷα τῆς οἰκονομίας ἁπάσης κύριος ων καὶ χαρίτων, ων αν δωρούμενος αὐτὰς εὐεργετῇ τὴν φύσιν οὔσαις ἀντιληπτικαῖς ἀκτῖνας ὥσπερ τοῦ παρ' ἑαυτοῦ φωτὸς δωρήσεται ἀφθόνως τῶν ἀμφ' αὐτόν, εστιν οτε τοὺς μάλιστα προσεχεῖς εἰς τὴν τῶν ἐπίταδε σωτηρίαν τε καὶ ἀντίληψιν ἐκπέμπων, ὧν εἴ τῳ εὐτυχῆσαι γένοιτο, τὴν διάνοιαν οὗτος ἀποκαθαρθεὶς καὶ τὴν τῆς θνητότητος ἀποσκεδάσας ἀχλὺν θεῖος ἀληθῶς ἀναγραφήσεται μέγαν τινὰ θεὸν ἀγαλματοφορῶν ἐν τῇ ψυχῇ. κινήσειε δῆτ' ανοια τηλικοῦτος τὸ πάντων ἀνθρώπων γένος καὶ μᾶλλον ἡλίου τὴν οἰκουμένην καταλάμψειε τοὖργον τῆς ἀιδίου θεότητος καὶ εἰς τὸν ἐπιόντα συνορᾶσθαι καταλείπων χρόνον οὐ μεῖον τῶν ἐξ ἀψύχου ὕλης 376 δημιουργημάτων τὸ τῆς ἐνθέου παράδειγμα φύσεως παρεσχημένος. καὶ ταύτῃ μὲν ἀνθρωπεία φύσις τῆς ὑπὲρ ανθρωπον κοινωνήσαι αν, αλλως δ' οὐ θέμις τοὺς ὅρους ὑπερβαίνειν, οὐδ' ἄπτερον εχοντα τὸ σῶμα τὰ τῶν πτηνῶν ἐπιτηδεύειν, οὐδ' ανθρωπον οντα τὰ τῶν δαιμόνων