1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

23

ἐνδυσάμενος αὐτὸν καὶ ἑνωθεὶς αὐτῷ ἀρρήτῳ λόγῳ σῳζομένων ἀμφοτέρων τῶν φύσεων καὶ οὐ κεκραμένων προῆλθε, φαινόμενος μὲν ἄνθρωπος, νοούμενος δὲ θεὸς Ἰησοῦς Χριστός. 118 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἰωάννην τὸν Ἀντιοχείας ἐπιστολῆς· Τὰς δὲ εὐαγγελικὰς καὶ ἀποστολικὰς περὶ τοῦ κυρίου φωνὰς ἴσμεν τοὺς θεολόγους ἄνδρας τὰς μὲν κοινοποιοῦντας ὡς ἐφ' ἑνὸς προσώπου, τὰς δὲ διαιροῦντας ὡς ἐπὶ δύο φύσεων, καὶ τὰς μὲν θεοπρεπεῖς κατὰ τὴν θεότητα τοῦ Χριστοῦ, τὰς δὲ ταπεινὰς κατὰ τὴν ἀνθρωπότητα. 119 Σχόλιον. Εἰ ἀληθῶς ἓν πρόσωπον ἐπὶ Χριστοῦ μετὰ τὴν ἕνωσιν, πάντως ἀληθῶς καὶ δύο φύσεις. 120 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἀκάκιον ἐπίσκοπον Μελιτηνῆς ἐπιστολῆς· Ἀλλὰ γὰρ ἴσως ἐκεῖνο φαῖεν ἂν οἱ δι' ἐναντίας· Ἰδοὺ δὴ σαφῶς οἱ τῆς ὀρθῆς πίστεως τὴν ὁμολογίαν ποιούμενοι δύο μὲν ὀνομάζουσι φύσεις, διαιρεῖσθαι δὲ τὰς τῶν θεηγόρων φωνὰς διατείνονται κατά γε τὴν διαφορὰν αὐτῶν. Εἶτα πῶς οὐκ ἐναντία ταῦτα τοῖς σοῖς; Οὐ γὰρ ἂν ἔχοις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι τὰς φωνὰς διανέμειν. Ἀλλ', ὦ βέλτιστοι, φαίην ἄν, γεγράφαμεν ἐν τοῖς κεφαλαίοις· «Εἴ τις προσώποις δυσὶν ἤγουν ὑποστάσεσι διανέμει τὰς φωνὰς καὶ τὰς μὲν ὡς ἀνθρώπῳ παρὰ τὸν ἐκ θεοῦ λόγον ἰδικῶς νοουμένῳ προσάπτει, τὰς δὲ ὡς θεοπρεπεῖς μόνῳ τῷ ἐκ θεοῦ πατρὸς λόγῳ, οὗτος ἔστω κατάκριτος.» Φωνῶν δὲ διαφορὰν κατ' οὐδένα τρόπον ἀνῃρήκαμεν. 121 Σχόλιον. Ὁρᾷς, ὡς οὐ τὸ δύο φύσεις λέγειν παραιτεῖται, ἀλλὰ τὸ ἰδίᾳ καὶ ἀναμέρος αὐτὰς ὁμολογεῖν. 122 Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ Λευϊτικόν· ∆ύο μὲν γὰρ ὀρνίθια ληφθῆναι κελεύει ζῶντα καὶ καθαρά, ἵνα νοήσῃς διὰ τῶν πετεινῶν τὸν οὐράνιον ἄνθρωπον ὁμοῦ καὶ θεόν, εἰς δύο μὲν φύσεις ὅσον ἧκεν, εἰς τὸν ἑκάστῃ πρέποντα λόγον διαιρούμενον. Λόγος γὰρ ἦν ὁ ἐκ θεοῦ πατρὸς ἀναλάμψας ἐν σαρκὶ τῇ ἐκ γυναικὸς πλὴν οὐ μεριζόμενον· εἷς γὰρ ἐξ ἀμφοῖν ὁ Χριστός. 123 Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τριάδος λόγου· Μεθόριον δὲ ὥσπερ τι θεότητος καὶ ἀνθρωπότητος τὴν ἐν ἀμφοῖν ἔχων ὡς ἐν ἑνὶ σύνοδον καὶ τῶν τῇ φύσει διεστηκότων τὴν εἰς ταυτότητα συνδρομὴν καθ' ἕνωσιν καὶ ἀναπλοκήν. 124 Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Σούκενσον ἐπιστολῆς· Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς οἰκονομίας τὸν τρόπον ὁρῶμεν, ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσπαστον ἀτρέπτως τε καὶ ἀμεταβλήτως· ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε θεοῦ σάρξ· ὁμοίως δὲ καὶ ὁ λόγος θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς· Ὅταν δὲ ἐννοῶμεν τοῦτο, οὐδὲν ἀδικοῦμεν τὴν εἰς ἑνότητα συνδρομήν· τὸ ἐκ δύο φύσεων γεγενῆσθαι λέγον τες μετὰ μέντοι τὴν ἕνωσιν οὐ διαιροῦμεν τὰς φύσεις ἀπ' ἀλλήλων οὐδὲ εἰς δύο τέμνομεν υἱοὺς τὸν ἕνα καὶ ἀμέριστον, ἀλλ' ἕνα φαμὲν υἱὸν καί, ὡς οἱ πατέρες εἰρήκασι, μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς ἔννοιαν καὶ εἰς μόνον τὸ ὁρᾶν τοῖς τῆς ψυχῆς ὄμμασι, τίνα τρόπον ἐνηνθρώπησεν ὁ μονογενής, δύο τὰς φύσεις εἶναί φαμεν, ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον ὁμολογοῦμεν τὸν τοῦ θεοῦ λόγον ἐνανθρωπήσαντα καὶ σεσαρκωμένον. 125 Σχόλιον. Σκοπείτω πᾶς τις μὴ τυφλώττων τὸν νοῦν τοῦ πατρὸς τὴν ἔννοιαν. Οὐκ εἶπε γάρ, «μετὰ μέντοι τὴν ἕνωσιν» οὐχ ὁμολογοῦμεν τὰς φύσεις, ἀλλ' «οὐ διαιροῦμεν»· δύο γὰρ τὰς φύσεις εἶναί φησιν· «Ἕνα δὲ υἱὸν καὶ Χριστὸν καὶ κύριον», καὶ εἰπὼν «ἕνα φαμὲν υἱὸν» ἐπήγαγε «καὶ μίαν φύσιν τοῦ λόγου σεσαρκωμένην», φύσιν ἐνταῦθα τὴν ὑπόστασιν ὀνομάσας. Οὐ γὰρ φύσις ἤτοι οὐσία ὁ υἱός, ἀλλ' ὑπόστασις. Εἰ