1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

16

ἑνότητα. Εἰ γὰρ οὐχ ὁμοούσιος ὁ λόγος τῇ σαρκὶ οὔτε κεχωρισμένος τοῦ συνυφεστῶτός ἐστιν, οὔτε μίαν ἐπ' αὐτοῦ φύσιν λέγειν θεμιτὸν οὔτε δύο τὰς ὑποστάσεις· ταῦτα γὰρ τὰς ὑποστάσεις ποιεῖ. Τὸ γὰρ ὁμοούσιον τὸ ἓν μὲν καὶ ταυτὸν κατ' οὐσίαν δηλοῖ, τὸ καθ' ὑπόστασιν δὲ διάφορον, τοὔμπαλιν δὲ τὸ ἑτεροούσιον τὸ καθ' ὑπόστασιν μὲν ταυτόν, τὸ δὲ κατὰ φύσιν διάφορον τῶν ἡνωμένων. 80 Οὕτως οὐκ ἔστιν ἄλλος καὶ ἄλλος ὁ Χριστός, ἵνα μὴ τετράδι λατρεύωμεν, ἄλλο δὲ καὶ ἄλλο, ἵνα μὴ τῇ θεότητι τὸ πάθος προσάπτωμεν. Εἰ γὰρ ἄλλος καὶ ἄλλος, μάτην μεγαλαυχοῦμεν τὴν τῆς ἡμετέρας φύσεως θέωσιν διὰ τῆς τοῦ λόγου γεγενῆσθαι σαρκώσεως· εἰ γὰρ ἡ ἄλλου ἐν ἄλλῳ ἐνοίκησις σάρκωσις, πλείστας σαρκώσεις ὁ θεὸς ὑπέμεινεν. «Ἐνοικήσω» γάρ, φησίν, «ἐν ὑμῖν καὶ ἐμπεριπατήσω,» καὶ «οὐκ οἴδατε, ὅτι ναὸς θεοῦ ἐστε καὶ τὸ πνεῦμα τοῦ θεοῦ ἐνοικεῖ ἐν ὑμῖν;» Εἰ δὲ μὴ ἄλλο καὶ ἄλλο, ταὐτὸν κατὰ φύσιν σὰρξ καὶ θεότης, καὶ πάντα συγκέχυται καὶ συμπέφυρται. Εἰ μὲν οὖν οὐκ ἄλλος καὶ ἄλλος, εἷς ὁ Χριστὸς καὶ μία ὑπόστασις· ἄλλος γὰρ ἡ ὑπόστασις. Εἰ δὲ ἄλλο καὶ ἄλλο-φύσις δὲ τὸ ἄλλο-, οὐχ ἓν δηλαδὴ κατὰ φύσιν. Εἰ δὲ μὴ ἕν, παντί που δῆλον ὡς δύο. Εἷς οὖν ἐστι καθ' ὑπόστασιν πρὸς ἑαυτὸν ταυτιζόμενος, τῶν δ' ἄκρων τοῖς χαρακτηριστικοῖς ἀφοριζόμενος ἰδιώμασιν· εἰ γὰρ καὶ τῶν χαρακτηριστικῶν ἰδιωμάτων ἡ ἁγία αὐτοῦ σὰρξ οὐκ ἄμοιρος ἦν, ἀλλά γε τούτων τὸ ἄθροισμα καὶ τῆς σαρκὸς ἡ ὑπόστασίς τε καὶ σύμπηξις οὐ καθ' αὑτήν, ἀλλ' ἐν τῇ τοῦ λόγου ὑποστάσει γεγένηται καὶ αὐτήν, οὐκ ἰδίαν ἔσχεν ὑπόστασιν. Ἐντεῦθεν οὔτε ἀνυπόστατος ἦν οὔτε ἰδίαν ἔσχεν ὑπόστασιν, δύο δὲ φύσεις ὑπάρχει ὁμοουσιότητι μὲν τῶν ἄκρων, ἑτεροουσιότητι δὲ τῶν μερῶν ἑνούμενός τε καὶ διαιρούμενος. 81 ∆ύο δὲ φύσεις λέγοντες οὐ διαιροῦμεν τὴν ἕνωσιν, τὴν δὲ τροπὴν καὶ τὴν σύγχυσιν φεύγομεν· λόγῳ γὰρ καὶ τρόπῳ τῆς διαφορᾶς ταύτας ἀριθμεῖσθαι γινώσκομεν. Ὃν γὰρ τρόπον τὴν σύγχυσιν φεύγομεν, οὕτω καὶ τὴν διαίρεσιν παραιτούμεθα ἐπί τε τῆς ἁγίας καὶ θεαρχικῆς τριάδος καὶ ἐπὶ τῆς τοῦ ἑνὸς τῆς ἁγίας τριάδος οἰκονομίας. Ὡς γὰρ ἐκεῖ τρεῖς μὲν ὑποστάσεις ὁμολογοῦμεν, μίαν δὲ οὐσίαν καὶ φύσιν κηρύττομεν, οὐδ' ὁποτέραν μὲν τῶν ὑποστάσεων εἰδότες ἀνούσιον, ἀλλ' οὐ ταύτῃ οὐσίαν ἑκάστῃ ἰδιαιρέτως προσνέμοντες οὐδ' ἀφοριστικὸν ποσότητος ἀριθμὸν οὐσιῶν καταγγέλλοντες, ἵνα μὴ τὸ ἑτεροφυὲς καὶ ἑτεροούσιον εἰσάγωμεν, οὕτω κἀνταῦθα δύο λέγοντες φύσεις οὐ διαιροῦμεν τὴν καθ' ὑπόστασιν ἕνωσιν οὐδ' ὑποστάσεων ἀριθμὸν συνεισφέρομεν, εἰ καὶ μὴ ἀνυπόστατοι εἶεν, τὸ ἑτεροειδὲς δὲ δηλοῦμεν καὶ ἑτεροούσιον. Ὥσπερ γὰρ ἐκεῖ ὁ τῶν ὑποστάσεων ἀριθμὸς τὸ ὁμοούσιον οὐ λυμαίνεται οὐδὲ τὴν κατὰ φύσιν διαίρεσιν εἰσάγει ταῖς ὑποστάσεσιν, ἀλλὰ τὸ τῶν ὑποστάσεων σημαίνων διάφορον τὸ ἑνιαῖον τῆς οὐσίας οὐ διατέμνει, οὕτως ὧδε ἡ ποσότης τῶν φύσεων τὸ ταυτὸν καὶ ἑνιαῖον οὐ διαιρεῖ τῶν ὑποστάσεων, τήν, ὡς ἐν ποιότητι δὲ φυσικῇ, διαφορὰν καὶ τῶν συνελθόντων τὴν σωρείαν δηλοῖ. ∆ιὸ δὴ ἐκ δύο φύσεων τελείων τὴν ἕνωσιν γεγενῆσθαι λέγοντες οὐ κατὰ φυρμὸν ἢ σύγχυσιν ἢ τροπὴν ἢ ἀνάκρασιν φάσκομεν, οὐδ' αὖ πάλιν προσωπικὴν ἢ σχετικὴν ἢ κατ' ἀξίαν ἢ ταυτοβουλίαν ἢ ταυτωνυμίαν ἢ ὁμοτιμίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος, οὐσιώδη δὲ μᾶλλον καὶ καθ' ὑπόστασιν ὀρθοδόξως κηρύττομεν, οὐχ ὡς τῶν δύο οὐσιῶν μίαν οὐσίαν ἀποτελεσασῶν σύνθετον, ἀλλ' ἑνωθεισῶν ἀλλήλαις κατ' ἀλήθειαν εἰς μίαν ὑπόστασιν σύνθετον τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ σῴζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα. Μεμένηκε γὰρ τὸ κτιστὸν μὲν κτιστόν, τὸ δὲ ἄκτιστον ἄκτιστον· θνητὸν τὸ θνητὸν καὶ ἀθάνατον τὸ ἀθάνατον, καὶ τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν. Εἰ γὰρ καὶ εἷς ὁ ταῦτα πάσχων κἀκεῖνα θαυματουργῶν καὶ κοινὰ τοῦ ἑνὸς ὑπῆρχεν ἀμφότερα,