1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

12

παράδειγμα, τοῖς μίαν ἐπὶ Χριστοῦ φύσιν λέγειν τολμῶσι ἢ τοῖς δύο ὀρθοδόξως ἀσυγχύτους καὶ ἀδιαιρέτους κηρύττουσιν; Καὶ ὁ θεολόγος Γρηγόριος τάδε φησί· «Φύσεις μὲν γὰρ δύο, θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ δὲ οὐ δύο οὐδὲ θεοί.» 56 Ὅτι δὲ πλεῖστον ἔχει τὸ ἀπεοικός, ἐντεῦθεν εἰσόμεθα. Ἐκ τίνων φατὲ συντεθεῖσθαι τὸν ἄνθρωπον; Ἐκ ψυχῆς δηλαδὴ καὶ σώματος. Τί οὖν μὴ ἐκ θεοῦ καὶ ἀνθρώπου τὸν Χριστὸν ὁμολογεῖτε; Ἢ τίνος ἕνεκα μὴ ἐκ ψυχότητος τὸν ἄνθρωπον καὶ σωματότητος ὥσπερ τὸν Χριστὸν ἐκ θεότητος καὶ ἀνθρωπότητος; ∆ιὰ τί δὲ ὁ ἄνθρωπος μὴ ὅλος ψυχὴ καὶ ὅλος σῶμα λέγοιτο ὡς ὁ Χριστὸς ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, καὶ ὅλος ἐν ψυχότητι τέλειος καὶ ὅλος ἐν σωματότητι τέλειος ὡς ὁ Χριστὸς ὅλος ἐν θεότητι τέλειος καὶ ὅλος ἐν ἀνθρωπότητι τέλειος, καὶ ὅλος ψυχὴ μετὰ τοῦ σώματος καὶ ὅλος σῶμα μετὰ τῆς ψυχῆς ὡς ὁ Χριστὸς ὅλος θεὸς μετὰ τῆς σαρκὸς αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ ἀνάρχου θεότητος; Ὁ μὲν γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος ἕτερόν τι παρὰ ταῦτα γεγένηται ἤτοι ἄνθρωπος, ὁ δὲ Χριστὸς ἐξ ἑτέρων τὰ αὐτά, ἐκ θεότητος καὶ ἀνθρωπότητος θεός τε καὶ ἄνθρωπος. Εἰ δὲ κατὰ πάντα ἔχει τὴν ὁμοιότητα, ἔδει καὶ χριστότητα τὴν σύνθετον ὑμῶν ὀνομάζεσθαι φύσιν, ὥσπερ ἀνθρωπότης ἡ τῶν ἀνθρώπων φύσις ἔστι τε καὶ λέγεται. 57 Ἄλλως δὲ καὶ ἡ ψυχὴ ὑπὸ τῶν τοῦ σώματος προκατεχομένη παθῶν καὶ προπάσχει πολλάκις τοῦ σώματος, συμπάσχει δὲ διηνεκῶς· ἀγωνιᾷ γὰρ πολλάκις τὴν τοῦ σώματος τομὴν καὶ πρὸ τοῦ πάθους τοῦ σώματος πάσχει καὶ ἀλλοιοῦται καὶ μετὰ τὴν τομὴν οὐδὲν ἧττον τοῦ σώματος τὰ τῆς ὀδύνης ἐμπαθῶς παραδέχεται, ὅπερ ἐπὶ τῆς τοῦ κυρίου θεότητος οὐκ ἄν τις εἰ μὴ παραπλὴξ τὴν διάνοιαν εἴποι ποτέ. Εἰ οὖν καὶ μιᾶς φύσεως ὁ ἄνθρωπος λέγεται, ἀλλ' ὡς εἶδος, οὐχ ὡς ὑπόστασις. Ὅταν μὲν γὰρ ἄνθρωπος πρὸς ἄνθρωπον κρίνηται, μιᾶς φύσεως ὡς ὁμοούσιοι λέγονται καὶ ὡς ὑφ' ἓν εἶδος ταττόμενοι· ὅτε δὲ φυσιολογεῖται ὁ ἄνθρωπος, δύο ἐπ' αὐτοῦ φύσεις θεωρηθήσονται, ψυχῆς λέγω καὶ σώματος. Ἐν γὰρ τῇ τῆς ψυχῆς πρὸς τὸ σῶμα συγκρίσει τίς οὕτως ἀνόητος, ὡς μίαν ἀμφοτέρων φύσιν εἰπεῖν; Χριστῶν δὲ εἶδος οὐκ ἔστιν· οὐ γὰρ πολλοὶ Χριστοὶ ἐκ θεότητος συντεθειμένοι καὶ ἀνθρωπότητος, ἵνα πάντες ὑπὸ τὸ αὐτὸ εἶδος ταττόμενοι μιᾶς κηρυχθῶσι φύσεως, ἀλλ' εἷς ἐστιν ὁ Χριστὸς ἐκ δύο καὶ ἐν δυσὶ γνωριζόμενος φύσεσιν. 58 «Ἐπιστήσατε δέ, ὡς καὶ ἐν δυσὶν αὐτὸν χιμάροις ὁ μακάριος διαγράφει Κύριλλος, ἀλλ' οὐ πρὸς τὰς ὑποστάσεις, ἀλλὰ πρὸς τὸ διάφορον τοῦ ζῶντος καὶ τοῦ τεθυμένου τὸ παράδειγμα φέρει.» Καὶ τοῦτο δέ φαμεν, ὡς ἐκ δύο κτιστῶν τάχα που γενέσθαι μίαν οὐκ ἀδύνατον φύσιν, ἐκ δὲ κτιστοῦ καὶ ἀκτίστου μίαν φύσιν γενέσθαι ἀμήχανον ἢ τῶν δύο μετέχουσαν ἢ ἕτερόν τι παρὰ ταῦτα κατὰ τὸν θεολόγον Γρηγόριον. Πῶς γὰρ ἡ αὐτὴ ἤρξατό τε τοῦ εἶναι καὶ οὐκ ἤρξατο; 59 Εἰ ταὐτόν ἐστιν εἰπεῖν «ἐκ θεότητός τε καὶ ἀνθρωπότητος» καὶ «ἐκ δύο φύσεων», δύο φύσεις ἐν τῷ Χριστῷ μετὰ τὴν ἕνωσιν μὴ λέγοντες, οὐδὲ θεότητα καὶ ἀνθρωπότητα ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν ὁμολογεῖτε. 60 Τὰ μιᾶς οὐσίας τὰς αὐτὰς ἀπαραλείπτως ἕξει διαφοράς. Οὔτε γάρ, ἐπειδὴ λογικὸς ὁ ἄνθρωπος καὶ λογικὸς ὁ ἄγγελος, μία φύσις ἀγγέλου καὶ ἀνθρώπου λεχθήσεται· ἀθάνατος γὰρ ὁ ἄγγελος, θνητὸς δὲ ὁ ἄνθρωπος, καὶ οὐ πάντῃ τὴν ὁμοίωσιν ἔχει. Καὶ θνητὸς μὲν ὁ ἄνθρωπος, θνητὸς δὲ καὶ ὁ κύων, ἀλλὰ λογικὸς μὲν ὁ ἄνθρωπος, ὁ δὲ κύων ἄλογον καὶ οὐ μιᾶς φύσεως. Ἀνάγκη τοίνυν, τὰ μιᾶς οὐσίας τὰς αὐτὰς ἀπαραλεί πτως ἔχειν οὐσιώδεις διαφοράς. Εἰ τοίνυν μία οὐσία τῆς τοῦ θεοῦ λόγου θεότητος καὶ τῆς σαρκὸς αὐτοῦ, αἱ αὐταὶ διαφοραὶ ἀμφοῖν ἀπαραλείπτως ἔσονται.