1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

6

ἐπουσιωδῶς· ἀλλ' εἰ μὲν ἐπουσιωδῶς, ὑποστάσεις ἂν εἶεν καὶ οὐ φύσεις· εἰ δὲ οὐσιωδῶς, φύσεις. Τὰ γὰρ διαφέροντα τοὐλάχιστον δύο· τὸ γὰρ ἕν, καθὸ ἕν, οὐ διαφέρει. Συνεισφέρειν γὰρ οἶδεν ἐξ ἀνάγκης τὸν ἀριθμὸν ἡ διαφορά. 22 Τὰ ὁμοούσια τὸν αὐτὸν ἐπιδέχεται λόγον. Εἰ οὖν ὁ Χριστὸς μία φύσις ἐστὶ σεσαρκωμένη καὶ οὗτος, ὥς φατε, τῆς αὐτοῦ οὐσίας ὁ ὅρος ἐστίν, ὁμοούσιος δέ ἐστιν τῷ πατρὶ καὶ ἡμῖν ὁμοούσιος, ἄρα ἔσται καὶ ὁ πατὴρ καὶ ἡμεῖς μία φύσις θεότητος σεσαρκωμένη. 23 Ἡ διαφορὰ τοὐλάχιστον δύο εἰσάγει τὰ διαφέροντα, ἢ φύσεις ἢ ὑποστάσεις, ἢ μίαν ὑπόστασιν ἑαυτῆς διαφέρουσαν. Καὶ εἰ μὲν φύσεις, οὐσιωδῶς· εἰ δὲ ὑποστάσεις, ἐπουσιωδῶς· εἰ δὲ μίαν ὑπόστασιν, ἀλλοιουμένην καὶ μεταβαλλομένην κατὰ τὸ χωριστὸν συμβεβηκός. Ἕλεσθε τοιγαροῦν τούτων θάτερον· ἢ δύο ὑποστάσεις μετὰ τὴν ἕνωσιν τὸν Χριστὸν εἴπατε ἢ κατὰ τὸ χωριστὸν συμβεβηκὸς διαφέρειν τὴν θεότητα αὐτοῦ τῆς αὐτοῦ ἀνθρωπότητος, καὶ ἔσται τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀπαθὲς καὶ παντοδύναμον καὶ τὰ τοιαῦτα, ὁμοίως δὲ καὶ τὸ κτιστὸν καὶ ἠργμένον καὶ παθητὸν καὶ τὰ τοιαῦτα συμβεβηκότα καὶ ταῦτα χωριστὰ καὶ τρεπτὰ καὶ ἀλλοιωτὰ τὰ ἐξ ὧν ὁ Χριστός, ἢ δύο φύσεις τὸν Χριστὸν μεθ' ἡμῶν καὶ τῆς ἀληθείας κηρύξατε, ὧν καὶ τὴν διαφορὰν ὁμολογεῖτε. Οὐσιῶν γὰρ διαφορὰν λέγοντες οὐσῶν λέγειν καὶ σῳζομένων ἀναγκασθήσεσθε· τοῦ γὰρ μὴ ὄντος οὔτε διαφορὰ ἂν εἴη. Πῶς γὰρ διαφέρουσι τὰ μὴ σῳζόμενα· εἰ δὲ ὄντως σῴζονται, καὶ ἀριθμείσθωσαν. 24 Εἰ δέ φατε, ὡς ἐκ δύο φύσεων μία φύσις ἐχρημάτισε σύνθετος, εἴπατε ἡμῖν· Πῶς συντίθεσθαι τὰ συντιθέμενα πέφυκε; Μία γὰρ φύσις σύνθετος ἐκ διαφόρων συνίσταται φύσεων, ὅταν ἑνουμένων φύσεων ἕτερόν τι παρὰ τὰ ἑνωθέντα τὸ ἀποτελούμενον γίνηται καὶ μήτε τοῦτο κυρίως μήτε ἐκεῖνο, ἀλλ' ἕτερον νοῆται καὶ λέγηται, ὡς ἀπὸ τῶν τεσσάρων στοιχείων, πυρός φημι καὶ ἀέρος γῆς τε καὶ ὕδατος, συσταίη σῶμα, ἑνουμένων δηλαδὴ τῶν τεσσάρων καὶ συγκιρναμένων, καὶ τὸ ἀποτελούμενον οὔτε πῦρ ἐστιν οὔτε λέγεται οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ, ἀλλ' ἐκ τούτων παρὰ ταῦτα ἕτερον· ὁμοίως ἀπὸ ἵππου καὶ ὄνου ἡμίονος οὐδὲ ἵππος οὐδ' ὄνος ἐστὶν οὐδὲ λέγεται, ἀλλ' ἐκ τούτων παρὰ ταῦτα ἕτερον. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ θεότητος ὢν καὶ ἀνθρωπότητος ἐν θεότητί τέ ἐστι καὶ ἐν ἀνθρωπότητι τέλειος, καὶ θεὸς καὶ ἄνθρωπος ἔστι τε καὶ λέγεται, καὶ ὅλος θεὸς καὶ ὅλος ἄνθρωπος, ὅπερ ἐπὶ τῆς συνθέτου φύσεως οὐκ ἔστιν εὑρεῖν· οὐ γὰρ ὅλον τὸ σῶμα πῦρ οὐδ' ὅλος ὁ ἄνθρωπος ψυχὴ ἢ ἵππος ὅλη ἐστὶν ἡ ἡμίονος. ∆ιὸ οὐ μία σύνθετος φύσις ἐστὶν ὁ Χριστός, ἀλλὰ μία ὑπόστασις σύνθετος, οὐκ ἐξ ἑτέρων ἕτερον, ἀλλ' ἐξ ἑτέρων τὰ αὐτά· ἐκ θεότητος γὰρ καὶ ἀνθρωπότητος θεός τέ ἐστι καὶ ἄνθρωπος τέλειος, δύο μέντοι φύσεις ἐν μιᾷ συνθέτῳ ὑποστάσει καὶ ἐν δυσὶ φύσεσι μία ὑπόστασις σύνθετος. 25 Εἰ ὁμοφυὴς ὁ Χριστὸς καὶ ὁμοούσιος τῷ πατρὶ ἁπλῆς ὄντι φύσεως, ἔχει δὲ καὶ σύνθετον φύσιν, δύο ἕξει φύσεις, μίαν ἁπλῆν καὶ μίαν σύνθετον. 26 Εἰ ἄκτιστος καὶ ἄναρχος ἡ τοῦ Χριστοῦ θεότης, κτιστὴ δὲ καὶ ἠργμένη ἡ ἀνθρωπότης αὐτοῦ, πῶς τὸ ἄναρχον καὶ τὸ ἠργμένον μιᾶς ἔσται φύσεως; 27 Εἰ μία φύσις σύνθετός ἐστιν ὁ Χριστός, τὸ δὲ ἁπλοῦν καὶ τὸ σύνθετον οὐχ ὁμοούσια, ἁπλῆς δὲ φύσεως ὁ πατήρ, οὐχ ὁμοούσιος τῷ πατρὶ ὁ Χριστός. 28 Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις σύνθετός ἐστιν ὁ Χριστός, οὐκ ἐκ θεότητος δὲ καὶ ἀνθρωπότητος ἡ τούτου μήτηρ ἐστίν, οὐδὲ τῇ μητρί ἐστιν ὁμοούσιος· καὶ μετηνέγκατε ὅρια αἰώνια, ἃ οἱ πατέρες ἡμῶν ἔθεντο, ὁμοούσιον τὸν Χριστὸν εἰπόντες τῷ πατρὶ κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν τὸν αὐτὸν κατὰ τὴν