1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

5

λέγετε· Εἰ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος τὸν Χριστὸν λέγοντες ἐκ δύο φύσεων αὐτὸν ὁμολογεῖτε καὶ ἴσον παρ' ὑμῖν δύναται τὸ ἐκ θεότητος καὶ ἀνθρωπότητος τῷ ἐκ δύο φύσεων, πῶς θεότητα καὶ ἀνθρωπότητα τὸν Χριστὸν λέγοντες καὶ μετὰ τὴν ἕνωσιν καὶ ἐν θεότητι καὶ ἀνθρωπότητι οὐ δύο φύσεις αὐτὸν καὶ ἐν δυσὶν ὁμολογήσετε φύσεσιν; 15 Εἰ οὐ ταὐτὸν θεότης καὶ ἀνθρωπότης ὡς ἐν ποιότητι φυσικῇ, ἄλλο δὲ καὶ ἄλλο, ἕτερόν τε καὶ ἕτερον, σκοπείτω πᾶς τις εὖ φρονῶν, εἰ τὸ ἄλλο κατὰ φύσιν καὶ ἄλλο ἓν κατ' οὐσίαν καὶ οὐ δύο εἰσίν, εἰ δὲ δύο καὶ οὐχ ἕν, φύσεις δηλαδή· τὸ γὰρ ἄλλο φύσιν δηλοῖ, ὡς οἱ περὶ ταῦτα σοφοὶ διειλήφασιν. Φύσις δὲ καὶ φύσις μία ἐστὶν ἢ δύο; ∆ύο δῆλον· μία γὰρ καὶ μία καὶ τοῖς νηπίοις δῆλον, ὡς δύο εἰσίν. 16 Εἰ δέ φατε τὰ ἑνούμενα ἓν εἶναι· ἀλλ' ἀκούσατε, ὅτι τὰ ἑνούμενα οὐ κατὰ πάντα ἕν εἰσιν, ἀλλὰ καθὸ ἥνωται. Εἰ γὰρ τὰ ἑνούμενα κατὰ πάντα ἕν εἰσιν, ἐπειδὴ ἐξ ἀνομοίων φύσεων ὁ ἄνθρωπος σύγκειται, ἀνάγκη λέγειν, ὡς ψυχὴ καὶ σῶμα κατὰ πάντα ἕν εἰσι, καὶ ἔσται τὸ ἀσώματον σῶμα, καὶ τὸ σῶμα ἀσώματον· καὶ ἐπειδὴ θεότης καὶ ἀνθρωπότης ἥνωνται, ἔσονται ἓν κατὰ τὴν οὐσιώδη διαφοράν, καὶ ἢ τὸ θεῖον κτιστὸν ἢ τὸ ἀνθρώπινον ἄκτιστον. 17 Εἰ τὰ ἑνούμενα ἕν εἰσι κατὰ πάντα, τὸ δὲ σῶμα ἐξ ἐναντίων ποιοτήτων σύγκειται, ἐροῦμεν, ὡς θερμότης καὶ ψύξις ταὐτὸν καὶ ξηρότης καὶ ὑγρότης ὁμοίως ταὐτόν, καὶ Πέτρος καὶ Ἰωάννης, ἐπειδὴ τῇ φύσει ἥνωνται, ἄρα καὶ τῇ ὑποστάσει εἷς οἱ δύο τυγχάνουσιν. Ἀλλ' οὐχ οὕτω τοῖς εὖ φρονοῦσι καὶ τῇ ἀληθείᾳ δοκεῖ, μᾶλλον δὲ τὰ ἑνούμενα, καθὸ ἥνωται, ἓν εἶναι· Πέτρον μὲν καὶ Ἰωάννην, ἐπειδὴ κατὰ φύσιν ἥνωνται, ὁμοούσιοι τυγχάνοντες ἓν εἶναι κατὰ τὴν φύσιν, ψυχὴν δὲ καὶ σῶμα, ἐπειδὴ καθ' ὑπόστασιν ἥνωνται, ἓν εἶναι κατὰ τὴν ὑπόστασιν· Οὐ γὰρ κατὰ φύσιν ἓν εἶναι ψυχὴν καὶ σῶμα εἴποι τις ἂν νήφων τὸν λογισμόν. 18 Εἰ ἐκ δύο φύσεων ἡ ἕνωσις γέγονεν, ἢ πρὸ τῆς ἑνώσεως ἦσαν δύο ἢ ἐν τῇ ἑνώσει ἢ μετὰ τὴν ἕνωσιν. Καὶ εἰ μὲν πρὸ τῆς ἑνώσεως ὑπέστησαν, τί Νεστορίῳ μεμφόμεθα; Εἰ δὲ καὶ μετὰ τὴν ἕνωσιν ἡ σὰρξ ὑφέστηκε, τί ἡμῖν μέμφεσθε; Εἰ δὲ ἐν τῇ ἑνώσει φατέ, μένει δὲ ἡ ἕνωσις, καὶ νῦν καὶ εἰς τὸν αἰῶνα ἀδιάσπαστος καὶ νῦν εἰς τὸν αἰῶνα δύο εἰσί τε καὶ ἔσονται. Εἰ δὲ τῷ καιρῷ τῆς τοῦ λόγου σαρκώσεως τὸ ἓν τῇ ἑνώσει φατέ, πρὶν ἑνωθῶσιν, ἦσαν δύο ἢ ἑνωθέντα; Εἰ μὲν γὰρ πρὸ τῆς ἑνώσεως ὑπῆρξαν ἀμφότερα, ἐξ ὑποστάσεων ἀνάγκη λέγειν δύο τὴν ἕνωσιν· εἰ δὲ ἐν τῇ ἑνώσει δύο φατέ, ὁ δὲ ἀριθμὸς καθ' ὑμᾶς πάντως εἰσάγει διαίρεσιν, διαιρέσεως αἰτία ἡ ἕνωσις, καὶ ἐν τῇ ἑνώσει διαιρεῖτε τὴν ἕνωσιν. 19 Εἰ φυλάττει ἕκαστον τὰ ἐξ ὧν ὁ Χριστὸς τὸν ἴδιον τῆς οὐσίας ὅρον τε καὶ λόγον κἂν τῇ ἑνώσει καὶ ἕτερος μὲν ὁ τῆς Χριστοῦ θεότητος ὅρος καὶ ὁ τῆς αὐτοῦ ἀνθρωπότητος ἕτερος, τί τὰ μὴ ὑπὸ ἕνα καὶ τὸν αὐτὸν ὅρον ταττόμενα μίαν καὶ οὐ δύο φύσεις λέγετε; 20 Εἰ ὁμοούσιος ἡ τοῦ θεοῦ λόγου σὰρξ τῇ ἀκτίστῳ αὐτοῦ θεότητι καθ' ὑμᾶς, συνουσίωσιν νοσεῖτε· καὶ τί μὴ τὸ πάλαι ὑμῖν ὠδινόμενον ἀπορρήγνυτε; Εἰ δὲ οὐχ ὁμοούσιος, πῶς τὰ μὴ ὁμοούσια μιᾶς ἂν εἴη φύσεως ἢ πῶς τὰ μιᾶς φύσεως οὐχὶ καὶ ὁμοούσια; Εἰ μὴ γὰρ μεθύομεν, ὁμοουσιότητος ὅρος ἐστὶ τὰ τὴν αὐτὴν οὐσίαν ἔχοντα. 21 Εἰ ὁμοούσιος τῷ πατρὶ καὶ ὁμοούσιος ἡμῖν κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ὁ Χριστός, καὶ ἡμεῖς ἐκ παντὸς τῷ πατρὶ ὁμοούσιοι· τὰ γὰρ τῷ αὐτῷ κατὰ τὴν αὐτὴν φύσιν ὁμοούσια καὶ ἀλλήλοις ἐστὶν ὁμοούσια. Εἰ δὲ κατὰ τὴν θεότητα τῷ πατρί ἐστιν ὁμοούσιος, ἡμῖν δὲ κατὰ τὴν ἀνθρωπότητα, θεότης, εἴπατε, καὶ ἀνθρωπότης μία φύσις ἐστίν; Ἀλλ' εἰ μὲν οὐ μία, δύο πάντως καὶ δύο φύσεις ἐστὶν ὁ Χριστὸς καὶ ἐν δύο φύσεσιν· εἰ δὲ μία, πῶς διαφέρουσιν; Τὰ γὰρ διαφέροντα ἢ οὐσιωδῶς διαφέρει ἢ