1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

4

ἐνυπόστατον τὸ μὴ εἶναι αὐτὸ συμβεβηκός, ὃ ἐν ἑτέρῳ ἔχει τὴν ὕπαρξιν. Εἰ γὰρ ταὐτὸ τὸ ἔν τινι καὶ τὸ ἐν ᾧ, ὥρα σοι λέγειν ταὐτὸν ἀρετὴν καὶ ἐνάρετον καὶ κατὰ τὴν εὔλογον ἀντιστροφὴν κακίαν καὶ τὸ ἐν ᾧ ἡ κακία, καὶ ἔσται κατὰ σὲ αὐτὸς ὁ διάβολος κακία καὶ ὁ τούτου δημιουργὸς κακίας δημιουργός, καί, ἐπειδὴ ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκός, ἔσται τὸ συμβεβηκὸς οὐσία καὶ συμβεβηκὸς ἡ οὐσία, ἢ ἐπειδὴ ἔμψυχον τὸ σῶμα, φημὶ τὸ ἀνθρώπινον, ἔσται κατὰ σὲ τὸ σῶμα ψυχή. Καὶ τίς ταύτης τῆς συγχύσεως τὴν μανίαν ὑποίσει; 12 Ὅτι μὲν οὖν οὐκ ἔστιν οὐσία ἀνυπόστατος, ἴσμεν σαφῶς, ἀλλ' οὐ ταὐτόν φαμεν ἐνυπόστατον καὶ ὑπόστασιν, οὔτε μὴν οὐσίαν τε καὶ ἐνούσιον· ἀλλ' ἐνούσιον μὲν τὴν ὑπόστασιν, ἐνυπόστατον δὲ τὴν οὐσίαν. Τήν τε γὰρ οὐσίαν τῆς ἁγίας θεότητος ἐνυπόστατον ἴσμεν (ἐν ταῖς τρισὶ γάρ ἐστιν ὑποστάσεσι) καὶ ἑκάστην τῶν ὑποστάσεων ὡσαύτως ἐνούσιον (ἐν τῇ οὐσίᾳ γὰρ αὗται τελοῦσι τῆς ἁγίας θεότητος). Καὶ ἐπὶ τῆς ἀρρήτου καὶ πάντα νοῦν ὑπερκειμένης τοῦ κυρίου οἰκονομίας ἐνούσιον μέν φαμεν τὴν ὑπόστασιν ὡς ἐν ταῖς οὐσίαις τελοῦσαν, ἐξ ὧν καὶ συντέθειται, ἐνυπόστατον δὲ ἑκάστην τῶν οὐσιῶν αὐτοῦ· ἔχουσι γὰρ κοινὴν τὴν μίαν αὐτοῦ ὑπόστασιν ἡ μὲν θεότης αὐτοῦ ἀϊδίως, καθὰ καὶ τὴν τοῦ πατρὸς καὶ τοῦ πνεύματος, ἡ δὲ ἔμψυχος καὶ λογικὴ αὐτοῦ σάρξ, ταὐτὸν δ' εἰπεῖν ἡ ἀνθρωπότης αὐτοῦ, προσφάτως ἐν αὐτῇ ὑποστᾶσα καὶ αὐτὴν κληρωσαμένη ὑπόστασιν. Οὕτως οὔτε ἀνυπόστατος οὐθ' ἑτέρα τῶν τοῦ Χριστοῦ φύσεών ἐστιν οὔτε ἑκάστη καθ' αὑτὴν ὑπόστασίς ἐστιν ἢ ἰδίᾳ καὶ ἀνὰ μέρος ὑπόστασιν κέκτηται, ἀλλὰ τὴν αὐτὴν καὶ μίαν ἀμφότερα. 13 Τούτων οὕτω προδιωρισμένων ἐπὶ τὸ ζητούμενον ἔλθωμεν. Τοῦτο δέ ἐστιν, εἰ δύο φύσεις ἐστὶν ὁ Χριστὸς καὶ ἐν δυσὶ φύσεσιν ἢ μία, καθὰ τερατεύεσθε. Χρὴ τοιγαροῦν τὸν περί τινος συλλογιζόμενον ἐκ κοινῶν καὶ ἀληθῶν ἐννοιῶν-κοινῶν δέ φημι τῶν παρ' ἀμφοτέροις ὁμολογουμένων-τὰς ἀρχὰς ἤτοι τὰς προτάσεις ποιεῖσθαι· οὕτω γὰρ συλλογισμὸς καὶ οὐ παραλογισμὸς τὸ πλεκόμενον εἴη, τό τε συμπέρασμα ἀληθὲς καὶ οὐκ ἄτοπον. 14 Ὡμολόγηται τοίνυν παρ' ἅπασι τοῖς ἁγίοις πατράσιν ἐκ θεότητος καὶ ἀνθρωπότητος γεγενῆσθαι τὴν ἕνωσιν καὶ τὸν Χριστὸν ἐν θεότητι τέλειον καὶ τέλειον καὶ ἀνελλιπῆ τὸν αὐτὸν ἐν ἀνθρωπότητι. Εἴπατε τοίνυν ἡμῖν· Καὶ ὑμῖν ταῦτα δοκεῖ; Συνομολογήσετε, ὥς γέ μοι δοκεῖ. Τί δὲ θεότης καὶ τί ἀνθρωπότης ἐστίν, οὐσία ἢ συμβεβηκός, φύσις ἢ ὑπόστασις; Οἶμαι οὐσίαν καὶ φύσιν ὑμᾶς ἐρεῖν. Ὅτι μὲν γὰρ οὐ συμβεβηκός, παντί που δῆλον· ὅτι δὲ οὐδ' ὑπόστασις ἱκανῶς ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται. Εἰ γὰρ ὑπόστασιν τὸ τῆς θεότητος καὶ τὸ τῆς ἀνθρωπότητος σημαίνουσιν ὄνομα, ὥρα σοι λέγειν καὶ τρεῖς θεότητας διὰ τὸ τριαδικὸν τῶν ὑποστάσεων καὶ ἀπείρους τὰς ἀνθρωπότητας διὰ τὸ τῶν ὑποστάσεων ἄπειρον ἢ ὑπόστασιν ἐν ὑποστάσεσιν, ὅ τις οὐχὶ σοφός, ἀλλὰ καὶ λίαν σκαιὸς τὴν διάνοιαν ἐρεῖν τετόλμηκε πώποτε. Ἔστι τοίνυν φύσεως σημαντικὸν ἕκαστον, τό τε τῆς θεότητος δηλαδὴ καὶ τὸ τῆς ἀνθρωπότητος, ὄνομα. Θεότης τοίνυν καὶ ἀνθρωπότης μία φύσις ἐστίν, οὐκ ἐπὶ τοῦ κυρίου φημί, ἀλλ' ἀπολύτως; Οὔκ, ἐρεῖ τις μὴ μαινόμενος· οὐ γὰρ τὸ κτιστὸν τῷ ἀκτίστῳ καὶ κτίστῃ κατ' οὐσίαν ταὐτὸν οὐδὲ τὸ σῶμα τῷ ἀσωμάτῳ οὐδὲ τὸ ἠργμένον τῷ ἀνάρχῳ. Ἄλλη φύσις οὖν ἐστι τῆς θεότητος καὶ ἑτέρα τῆς ἀνθρωπότητος, καὶ δύο φύσεις εἰσίν. Ἐκ θεότητος τοίνυν καὶ ἀνθρωπότητος ὢν ὁ Χριστὸς ἐκ δύο φύσεών ἐστιν. Εἰ οὖν ἐκ θεότητος καὶ ἀνθρωπότητος καὶ ἐκ δύο φύσεων τὸν Χριστὸν λέγετε, εἴπατε ἡμῖν· Τὰ δύο ταῦτα, ἤτοι θεότης καὶ ἀνθρωπότης, ἐν τῷ Χριστῷ εἰσιν ἢ οὔ; Καταφήσοιτε, εἴπερ μὴ τέλεον ἀσεβεῖν αἱρήσοισθε. Πῶς οὖν οὐ δύο φύσεις ἐν τῷ Χριστῷ