1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

13

61 Εἰ τὰ ἐξ ὧν ὁ Χριστὸς μὴ ἐν αὐτῷ, ἢ ἀπώλοντο ἢ ἐν ἑτέρῳ· καὶ ποῦ, δείξατε. 62 Εἰ ἐπὶ τῶν ὁμοουσίων ἡ μία φύσις λεγομένη ταυτότητα φύσεως, οὐχ ὑποστάσεως δηλοῖ, πῶς ἐπὶ τῶν ἑτεροουσίων αἱ δύο φύσεις οὐ τὸ διάφορον τῶν οὐσιῶν, ἀλλ' ὑποστάσεων δηλώσει διαίρεσιν; 63 Τὰ πρός τι ἅμα καὶ ἀεὶ ἅμα· ἡ δὲ ἕνωσις καὶ τὰ ἑνωθέντα τῶν πρός τι. Ἅμα οὖν ἡ ἕνωσις καὶ τὰ ἑνωθέντα. Ἢ τοίνυν καὶ τὰ ἑνωθέντα κηρύξατε ἢ καὶ τὴν ἕνωσιν παύσατε. Καὶ τίς λοιπὸν τῆς διαιρέσεως αἴτιος; 64 Τὸ ἄλλος καὶ ἄλλος ὑποστάσεων ἀντωνυμίαι, φύσεων δὲ τὸ ἄλλο καὶ ἄλλο κατὰ τὸν θεολόγον Γρηγόριον. Εἰ οὖν ἀεὶ τὸ ἄλλος καὶ ἄλλος ἐπὶ τῆς θεολογίας τὰς ὑποστάσεις δηλοῖ, ἄρα καὶ τὸ ἄλλο καὶ ἄλλο ἐπὶ τῆς οἰκονομίας ἀεὶ τὰς φύσεις δηλώσειεν. 65 Τὸ ἄλλο τῇ φύσει εἰπεῖν καὶ τὸ ἄλλην φύσιν ταὐτόν. Εἰ οὖν τὸ πρῶτον ἀεὶ ἐπὶ τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς ἀνθρωπότητος αὐτοῦ, ἀεὶ καὶ τὸ δεύτερον. Ἄλλη δὲ καὶ ἄλλη φύσις οὐκ ἔσται μία. 66 Τί ὑμῖν βούλεται ἡ σύνθετος φύσις; Ἑνικῇ προφορᾷ δύο σημαίνει πράγματα ὡς παρὰ τοῖς πατράσιν ἡ διττὴ καὶ ἡ διπλῆ φύσις καὶ ὡς χορὸς καὶ λαός, ἢ πληθυντικῇ προφορᾷ μίαν ὡς Ἀθῆναι, Θῆβαι καὶ τὰ τοιαῦτα. Εἰ μὲν οὖν τὸ πρότερον, περιττὸν τὸ μίαν λέγειν· οὐδὲ γὰρ οἱ πατέρες μίαν εἶπον. Εἰ δὲ τὸ δεύτερον, περιττὸν τὸ σύνθετον· ταὐτὸν γὰρ ὑμῖν ἔκ τε τῆς ἁπλῆς καὶ τῆς συνθέτου σημαίνεται. Εἰ δ' ἕτερόν τι παρὰ τὰ εἰρημένα, ἄλλην ἡμῖν συγκεχυμένην εἰσκομίζετε φύσιν ὥσπερ ἡμίονον καὶ τὴν παρ' Ἕλλησιν τῶν πολυμόρφων ζῴων τερατείαν. 67 Ἡ μία σεσαρκωμένη φύσις ἢ ὡς σχῆμα τὴν σάρκα περίκειται καὶ μία ἐστὶ καὶ σεσαρκωμένη οἷα χαλκὸς ἀνδριάντος μεμορφωμένος σχήματι ἢ τῆς σαρκὸς τραπείσης τῆς προσληφθείσης εἰς τὴν τοῦ προσλαβομένου φύσιν ἢ ὡς τῆς τοῦ προσλαβόντος φύσεως μεταβληθείσης εἰς τὴν τοῦ προσλήμματος φύσιν καὶ τῆς οἰκείας οὐσίας πεπονθυίας ἔκστασιν ἢ οὐσία οὐσίᾳ ἥνωται καὶ δύο εἰσίν. Οἷον οὖν αἱρεῖσθε, κηρύξατε ἢ δύο φύσεις ὁ Χριστὸς ἢ παντελῶς οὐ δύο· τὰ γὰρ ἀντιφατικῶς λεγόμενα ὁλικῶς ἀντίκειται. Ἢ τοίνυν δύο κηρύξατε ἢ μίαν ἀπολύτως εἴπατε. Τί γὰρ λέξιν προβάλλεσθε, ἧς ἀρνεῖσθε τὴν δύναμιν, πρὸς ἐξαπάτην τῶν ἁπλουστέρων; 68 Μίαν φύσιν τοῦ θεοῦ λόγου σεσαρκωμένην λέγοντες ἢ τοῦ σεσαρκωμένην ἀρνεῖσθε τὴν δύναμιν ἢ ἐξ ὀνόματος καὶ ὅρου δύο φύσεις κατὰ περίφρασιν λέγετε, μίαν μὲν φύσιν ἀναφανδὸν ὀνομάζοντες, τὴν δὲ ἑτέραν ἐξ ὅρου μηνύοντες, εἴπερ σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ ἀνθρώπου φύσις ἐστί. 69 Τὰ ἑτεροούσια ἑνώσει γίνεται ἓν καὶ οὐ φύσει· φύσει γὰρ ἓν τὰ ὁμοούσια. Ἕτερον τοίνυν φύσις καὶ ἕτερον ἕνωσις καὶ τὸ ἐξ ἑκάστου ἀποτελούμενον ἓν ἕτερον, ἐξ ὁμοουσιότητος μὲν φύσις μία, ἐκ δὲ τῆς καθ' ὑπόστασιν ἑνώσεως μία ὑπόστασις. 70 «Τὸ Χριστὸς ὄνομα» κατὰ τὸν μακάριον Κύριλλον «οὔτε δύναμιν 70 ὅρου ἔχει οὔτε τήν τινος οὐσίαν δηλοῖ.» Εἰ δὲ μὴ οὐσίαν δηλοῖ καὶ ὅρου δύναμιν οὐκ ἔχει, ὑπόστασις ἂν εἴη καὶ οὐ φύσις. Ὅρῳ μὲν γὰρ οὐσία καὶ φύσις δηλοῦσθαι πέφυκεν, ὑπογραφῇ δὲ πρόσωπον καὶ ὑπόστασις, εἴπερ ὁ μὲν ἐξ οὐσιωδῶν, ἡ δὲ ἐξ ἐπουσιωδῶν σύγκειται. Τὸ δὲ θεὸς ὄνομα δηλωτικὸν οὐσίας ἐστίν, ὡσαύτως δὲ καὶ τὸ ἄνθρωπος. Τί οὖν τὸν ἕνα Χριστόν, τὸν θεόν τε καὶ ἄνθρωπον, μὴ μίαν μὲν ὑπόστασιν σύνθετον ὡς Χριστόν, ὡς θεὸν δὲ καὶ ἄνθρωπον δύο φύσεις κηρύξετε; 71 Εἰ καὶ ἐκ τελείων ἡ ἕνωσις γένοιτο, ἀλλά γε πρὸς τὸ ὅλον ἤτοι τὸ ἐκ τῆς ἑνώσεως ἀποτέλεσμα μέρη τὰ πρὸς ἕνωσιν συνελθόντα λέγεται, ὡς ἐκ χοὸς τυχὸν ἡ πλίνθος καὶ ἀχύρου καὶ ὕδατος, ὧν ἕκαστον καθ' αὑτὸ μὲν τέλειον, μέρος δὲ πρὸς τὴν