1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

8

θεότητα καὶ ἀνθρωπότητα τὰς φύσεις Χριστοῦ εἴπατε καὶ οὐ τὴν φύσιν· θεότης γὰρ καὶ ἀνθρωπότης μία φύσις οὐκ ἔστιν. 36 Εἰ ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις ἐστὶ τοῦ Χριστοῦ, μέρος φύσεως καὶ οὐ τελεία φύσις ἡ θεότητος ἐν τῷ Χριστῷ, ὁμοίως καὶ ἡ ἀνθρωπότης. 37 Εἰ ἡ σύνθετος ὑμῶν φύσις οὐδὲ τῷ πατρὶ καθόλου ἐστὶν ὁμοούσιος οὐδὲ τῇ μητρί, τὸ δὲ ὅλον ἐστὶν ὁ Χριστός, ὁ Χριστός, ᾗ Χριστός, οὐδενί ἐστιν ὁμοούσιος. Καὶ εἰ τοῦτο, ὅτε ἐστί τινι ὁμοούσιος, οὐκ ἔστι Χριστός. Ὁμοούσιος οὖν ὢν τῷ πατρὶ οὐκ ἔστι Χριστός. Ἀνάγκη τοίνυν δυοῖν θάτερον ἢ ὁμοούσιον ὄντα τῷ πατρὶ μὴ εἶναι Χριστόν, ἢ Χριστὸν ὄντα μὴ εἶναι τῷ πατρὶ ὁμοούσιον. 38 Τὰ συντιθέμενα ἐξ ἐναντίων συντίθεται, οὐσίᾳ δὲ κατὰ τοὺς φυσικοὺς οὐδέν ἐστιν ἐναντίον. Ἀδύνατον οὖν εἶναι οὐσίαν ἐξ οὐσιῶν σύνθετον. 39 Τὰς φύσεις ἤτοι οὐσίας αἱ οὐσιώδεις συνιστῶσι διαφοραί. Εἰ οὖν ἐκ θεότητος καὶ ἀνθρωπότητος μία φύσις συνέστηκεν, ἔσονται θεότης καὶ ἀνθρωπότης οὐ φύσεις, ἀλλ' οὐσιώδεις διαφοραί. 40 Τὰ μιᾶς ὄντα οὐσίας ἑτεροϋπόστατα πάντως, τὰ δὲ μιᾶς ὑποστάσεως ἑτεροούσια. Τὴν θεότητα τοιγαροῦν καὶ τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ ἢ μιᾶς οὐσίας λέγοντες ἑτέρας καὶ ἑτέρας ὑποστάσεως εἴπατε ἢ μιᾶς ὑποστάσεως λέγοντες δύο φύσεις οὐ μίαν ὁμολογήσατε. Ἔνθα τὸ ἑτεροούσιον μία φύσις οὐκ ἔστιν. Ἢ οὖν ὁμοούσιον εἴπατε τὴν σάρκα τῇ τοῦ λόγου θεότητι ἢ ἑτεροούσια λέγοντες δύο φύσεις ὁμολογήσατε. 41 Οἱ μίαν φύσιν τῆς θεότητος τοῦ Χριστοῦ καὶ τῆς σαρκὸς αὐτοῦ λέγοντες εἴπατε ἡμῖν, ποίᾳ φύσει ὁ Χριστὸς πέπονθε; Τῇ συνθέτῳ δῆλον, ἐρεῖτε· μίαν γὰρ λέγοντες ἐξ ἀνάγκης αὐτῇ καὶ τὸ πάθος προσάψετε, καὶ ἔσται καθ' ὑμᾶς καὶ ἡ θεότης καὶ ἡ ἀνθρωπότης τοῦ Χριστοῦ παθητή. 42 Προτάττειν σύνηθες τῷ φιλοσόφῳ λόγῳ τὸν περὶ ποσότητος λόγον τοῦ περὶ ποιότητος, καὶ τὴν αἰτίαν προστίθησιν, ὡς ἔνθα ποιότης, καὶ ποσότης πάντως θεωρηθήσεται· «ἡ γὰρ διαφορὰ διαφερόντων ἐστὶ διαφορά.» Πῶς οὖν ποιοτήτων οὐσιωδῶν διαφορὰν λέγοντες τῶν οὐσιωδῶς διαφερόντων τὸν ἀριθμὸν οὐχ ὁμολογεῖτε; 43 Εἰ μία φύσις σύνθετός ἐστι τοῦ Χριστοῦ, ἢ παθητὴ ἔσται μόνον ἢ ἀπαθὴς ἢ παθητοαπαθὴς καὶ κατὰ ταὐτὸν ἀμφότερα ἢ τρεπτὴ καὶ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, ἢ μέρος αὐτῆς παθητὸν καὶ μέρος αὐτῆς ἀπαθές. Οἵαν οὖν βούλεσθε τῶν ἀσεβειῶν, ἕλεσθε. Εἰ γὰρ παθητὴ μόνον, οὐ θεὸς ὁ Χριστός. Εἰ δὲ ἀπαθὴς μόνον, οὐκ ἄνθρωπος. Εἰ δὲ ποτὲ μὲν παθητή, ποτὲ δὲ ἀπαθής, οὐδ' ὁπότερον φύσει, κατὰ συμβεβηκὸς δὲ μᾶλλόν ἐστι· τὸ γὰρ φύσει πεφυκὸς οὐ μεθίσταται. Εἰ δὲ μέρος αὐτῆς παθητὸν καὶ μέρος ἀπαθές, φύσει δὲ ἑκάτερόν ἐστι τοῦθ' ὅπερ ἐστί, οὐ τῆς αὐτῆς ἔσται τὰ μέρη φύσεως καὶ οὕτω δύο φύσεις ἔσται ὁ Χριστός, ὃς οὐ φύσις μία ἐστίν, ἀλλ' ὑπόστασις μία σύνθετος ἐκ δύο φύσεων καὶ ἐν δυσὶ φύσεσι καὶ δύο φύσεις. Τὴν γὰρ αὐτὴν φύσιν παθητὴν ἅμα καὶ ἀπαθῆ εἶναι, ἀμήχανον· τῶν ἐναντίων γὰρ οὐσιωδῶν διαφορῶν δεκτικὴ εἶναι μία καὶ ἡ αὐτὴ φύσις οὐ δύναται. 44 Ἐπὶ πάσης ἑνώσεως τὰ ἑνούμενα, κἂν συγχέηται, κἂν συγκιρνᾶται, μένει τῆς οἰκείας μὴ ἐξιστάμενα φύσεως. Κἄν τε γὰρ οἶνος ὕδατι κραθῇ, αἱ δύο φύσεις εἰσὶν ἐν τῷ κράματι· καὶ κηρὸς καὶ πίσσα, εἰ καὶ συγκέχυνται, ἀλλ' οὐδέτερον τῆς οἰκείας ἐξέστη φύσεως, ἀλλ' ἐν τῷ μίγματι αἱ δύο διαμένουσι φύσεις. Εἰ γὰρ καὶ ἥνωνται καὶ τὴν οἰκείαν ἕκαστον οὐκ ἐνδείκνυται ἰδιότητα καθαρὰν καὶ ἀλώβητον διὰ τὴν πρὸς τὸ ἑνωθὲν σύγχυσίν τε καὶ σύγκρασιν, ἀλλ' ὅμως κατὰ φύσιν ἕκαστον, ὅπερ ἦν, τοῦτό ἐστι