1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

19

φάσκοντα· «Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς ἐξ αὐτοῦ, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ.» Οὐ μὴν ἀλλὰ καὶ τὸν θεολόγον Γρηγόριον ὧδέ πη λέγοντα· «Ἡμῖν δὲ εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἓν πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα, τοῦ "ἐξ οὗ" καὶ "δι' οὗ" καὶ "ἐν ᾧ" μὴ φύσεις τεμνόντων, ἀλλὰ χαρακτηριζόντων μιᾶς καὶ ἀσυγχύτου φύσεως ἰδιότητας.»» 87 Γέλως οὖν ὄντως καὶ παίγνιον τὴν δι' ἀγγέλων μυηθεῖσαν πρότερόν τε καὶ ὕστερον καὶ τῇ τῆς ἐπαγωγῆς λήξει πιστωθεῖσαν καὶ τῇ τῶν ἁγίων πατέρων μαρτυρίᾳ βεβαιωθεῖσαν τρισάγιον ᾠδὴν ὡς τῆς μιᾶς τρισυποστάτου θεότητος ἐμφαντικὴν τῇ τοῦ κναφέως οἷον καταπατηθῆναι ἀλόγῳ οἰήσει· ὡς γὰρ ἱμάτιον τὸν ἱερὸν τοῦτον ὕμνον καθαίρειν οἰόμενος καὶ πλέον λαμπρύνειν, ἢ καλῶς ἔχει, προσθήκην τῷ τρισαγίῳ ὡς δῆθεν τῶν σεραφὶμ ὑπέρτερος παρενέθετο ὥσπερ ἀντινομοθετῶν τῷ ἁγίῳ πνεύματι. Ἀλλ' ὢ τῆς αὐθαδείας, ἵνα μὴ λέγω τῆς ἀνοίας. Ἡμεῖς δὲ οὕτω φαμέν, κἂν δαίμονες διαρρήγνυνται· «Ἅγιος ὁ θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.» 88 Πρὸς δὲ τῶν εἰρημένων πίστωσιν καὶ χρήσεις τῶν ἁγίων πατέρων, ὧν τὸ στόμα θεοῦ κεχρημάτικε στόμα, ὑπετάξαμεν, ὧν δυσωπηθέντες τὸ αἰδέσιμον μεθ' ἡμῶν καὶ τῆς ἀληθείας ἕνα θεὸν καὶ μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι καὶ τὸν ἕνα τῆς ἁγίας τριάδος τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ καὶ μετὰ σάρκωσιν ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον καὶ μίαν ὑπόστασιν ἐν δυσὶ φύσεσιν ἀσυγχύτως καὶ ἀδιαιρέτως ὀρθοδόξως κηρύξατε. 89 Χρήσεις ἁγίων πατέρων ἀποδεικνύουσαι, ὡς εἷς ἐστιν ὁ Χριστὸς ἐκ δύο φύσεων καὶ δύο φύσεις καὶ ἐν δυσὶ φύσεσι καὶ μετὰ τὴν σωτηριώδη καὶ ὑπεράγαθον αὐτοῦ σάρκωσιν. Τοῦ ἁγίου Εἰρηναίου ἐπισκόπου Λουγδούνων ἐκ τοῦ κατὰ Οὐαλεντίνου· Ὥσπερ γὰρ ἡ κιβωτὸς κεχρυσωμένη ἦν ἔσωθεν καὶ ἔξωθεν χρυσίῳ καθαρῷ, οὕτως καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν διαυγές, ἔσωθεν μὲν τῷ λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ πνεύματι φρουρούμενον, ἵν' ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων ἀναδειχθῇ. 90 Τοῦ ἁγίου Ἰουστίνου φιλοσόφου καὶ μάρτυρος ἐκ τοῦ τρίτου βιβλίου τοῦ περὶ τῆς ἁγίας τριάδος κεφαλαίου τρίτου· Καὶ ταύτης τὴν νηδὺν εἰσδὺς οἱονεὶ θεῖος σπόρος πλάττει ναὸν ἑαυτῷ τέλειον ἄνθρωπον, μέρος τι λαβὼν τῆς ἐκείνης φύσεως καὶ εἰς τὴν τοῦ ναοῦ διάπλασιν οὐσιώσας ἐνδύς τε τοῦτον κατ' ἄκραν ἕνωσιν υἱὸς θεοῦ ἄμφω προῆλθεν. 91 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ συντάγματος κεφαλαίου ἑπτακαιδεκάτου· Ὥσπερ εἷς μέν ἐστιν ὁ ἄνθρωπος, ἔχει δὲ φύσεις διαφόρους δύο, καὶ κατ' ἄλλο μὲν λογίζεται, κατ' ἄλλο δὲ τὸ λογισθὲν ἐνεργεῖ-ψυχῇ μὲν γὰρ νοερᾷ λογισάμενος, εἰ τύχοι, τοῦ πλοίου τὴν σύμπηξιν χερσὶ τὸ νοηθὲν εἰς πέρας ἄγει-, οὕτως ὁ υἱὸς εἷς ὢν καὶ δύο φύσεις κατ' ἄλλην μὲν τὰς θεοσημείας εἰργάζετο, κατ' ἄλλην δὲ τὰ ταπεινὰ παρεδέχετο. 92 Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας ἐκ τοῦ κατὰ αἱρέσεων· «Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών.» ∆ύο ἔχεις μορφάς. Κράτει ταύτας, μηδετέραν παραχαράξῃς· οὔτε γὰρ ἄνθρωπος ὢν ὁ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ἠφάνισε τὴν θεϊκὴν μορφήν, οὔτε θεὸς ὢν παρῃτήσατο τὴν ἀνθρωπίνην μορφήν. Ἐπεὶ οὖν δύο ἔχομεν μορφάς, τὴν δεσποτικήν φημι καὶ τὴν δουλικήν, τὴν μὲν φύσει θεοῦ, τὴν δὲ φύσει ἀνθρωπείαν, τὴν μὲν πρὸ αἰώνων, τὴν δὲ ἐξ ὑστέρων καιρῶν, τὴν μὲν ἐκ τοῦ πατρός, τὴν δὲ ἐκ παρθένου, τὴν μὲν ἐκ μόνου, τὴν δὲ ἐκ μόνης, ἐπειδὴ δύο ταῦτα ὑφέστηκε πράγματα δύο ἐν ἑνί-οὔτε γὰρ