Ἐνέτυχον καὶ τῇ νῦν γραφείσῃ παρὰ τῆς σῆς εὐλαβείας ἐπιστολῇ, καὶ πάνυ θαυμάσας τὴν ἀναίδειαν τῶν αἱρετικῶν, συνεῖδον, ὡς οὐδὲν οὕτως ἁρμόζει περὶ αὐ τῶν εἰπεῖν ἢ τὸ τοῦ Ἀποστόλου παράγγελμα· «Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, εἰδὼς, ὅτι ἐξέστραπται ὁ τοιοῦτος, καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.» ∆ιεστραμμένην γὰρ ἔχων τὴν διάνοιαν, οὐχ ἵν' ἀκούσας πεισθῇ, οὐδ' ἵνα μαθὼν μεταγνῷ, πυνθάνεται, ἀλλ' ἕνεκά γε τῶν ἀπα τηθέντων παρ' αὐτοῦ, μὴ ἄρα σιωπήσας καταγνωσθῇ καὶ παρ' αὐτῶν. Ἤρκει οὖν τὰ προειρημένα· ἤρκει, τοσαύτας ἀποδείξεις λαβόντας αὐτοὺς, παύσασθαι τῆς κατὰ τοῦ ἁγίου Πνεύματος δυσφημίας. Ἀλλ' οὐκ ἠρκέσθησαν· πάλιν δὲ ἀναιδεύονται, ἵνα δείξωσιν, ὅτι λογομαχεῖν μελετήσαντες, καὶ λοιπὸν Πνευματομαχοῦντες, ἔσονται μετ' ὀλίγον νεκροὶ τῇ ἀλογίᾳ. Ἀμέλει κἂν ἀποκρίνηταί τις καὶ πρὸς τὰς νῦν αὐτῶν ἐρω τήσεις, οὐδὲν ἧττον ἐφευρεταὶ κακῶν ἔσονται· μόνον ἵνα ζητοῦντες μὴ εὕρωσιν, ἢ ἀκούσαντες μὴ νοή σωσιν. Οἷαι δὲ αὐτῶν αἱ σοφαὶ ἐρωτήσεις; Εἰ οὐκ ἔστι κτίσμα τὸ ἅγιον Πνεῦμα, οὐκοῦν, φασὶν, Υἱός ἐστι, καὶ ἀδελφοὶ δύο ὁ Λόγος καὶ αὐτός. Εἶτα ἐπιλέγουσιν, ὡς γράφεις· Εἰ ἐκ τοῦ Υἱοῦ λήψεται τὸ Πνεῦμα, καὶ παρ' αὐτοῦ δίδοται (οὕτως γὰρ γέγραπται), εὐθὺς ἐπάγουσιν· Οὐκοῦν πάππος ὁ Πατὴρ, καὶ ἔκγονόν ἐστιν αὐτοῦ τὸ Πνεῦμα. Τίς, τούτων ἀκούων, ἔτι Χριστιανοὺς, καὶ οὐ μᾶλλον Ἕλληνας αὐτοὺς νομίσει; Τοιαῦτα γὰρ Ἕλληνες καθ' ἡμῶν ὁμιλοῦσιν ἑαυτοῖς. Τίς ἀποκρίνασθαι θελήσει πρὸς τὴν τοιαύτην ἀφροσύνην αὐτῶν; Ἐγὼ γοῦν, πολλὰ λογισάμενος, καὶ ζητῶν ἁρμόζουσαν πρὸς αὐτοὺς ἀπόκρισιν, οὐδεμίαν εὗρον ἢ τὴν πρὸς τοὺς Φαρισαίους τότε γενομένην. Ὡς γὰρ ἐκείνους, κακοήθως ἐρωτήσαντας, ἀντηρώτησεν ὁ Σωτὴρ, ἵν' αἴσθων ται τῆς ἰδίας κακονοίας, οὕτως, ἐπειδὴ καὶ οὗτοι τοιαῦτα ἐρωτῶσιν, εἰπάτωσαν ἡμῖν αὐτοὶ, μᾶλλον δὲ ἀποκρινάσθωσαν ἐρωτώμενοι ὡς ἐρωτῶσιν. Ἐπει δὴ γὰρ, λέγοντες, τὰς παρ' αὐτῶν ἐφευρέσεις οὐ νοοῦσι τάχα, κἂν ἀκούοντες, ἐπιγνῶσι τὴν ἑαυτῶν ἀφροσύ 26.640 νην. Εἰ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἐν τοῖς ἔμπροσθεν δέδεικται, ἀλλ' ἐν τῷ Θεῷ ἐστι, καὶ ἐκ τοῦ Θεοῦ δίδοται· οὐκοῦν υἱός ἐστι καὶ αὐτὸ, καὶ δύο ἀδελφοὶ, αὐτό τε καὶ ὁ Υἱός· καὶ εἰ τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα, καὶ παρὰ τοῦ Υἱοῦ πάντα δέχεται τὸ Πνεῦμα, ὡς αὐτὸς εἴρηκε, καὶ «ἐμφυσήσας δέδωκεν αὐ τὸ τοῖς μαθηταῖς» (ὁμολογεῖτε γὰρ ταῦτα καὶ ὑμεῖς), οὐκοῦν πάππος ἐστὶν ὁ Πατὴρ, καὶ ἔκγονον αὐτοῦ ἐστι τὸ Πνεῦμα. Ἅπερ γὰρ ἐρωτῶντες ἀπαιτεῖτε παρ' ἡμῶν, τὰ αὐτὰ καὶ ὑμᾶς ἐκ τῶν αὐτῶν ἐρωτᾶσθαι δίκαιον. Εἰ μὲν οὖν ἀρνεῖσθε τὰ γεγραμμένα, οὐκ ἔτι μὲν ὑμεῖς Χριστιανοὶ λεχθείητε ἄν· δίκαιον δὲ ἡμᾶς τοὺς Χριστιανοὺς ἐρωτᾶσθαι παρ' ὑμῶν· εἰ δὲ τὰ αὐτὰ ἡμῖν ἀναγινώσκετε, ἀνάγκη καὶ ὑμᾶς περὶ τῶν αὐτῶν οὕτως ἐρωτᾶσθαι παρ' ἡμῶν. Εἴπατε τοίνυν, καὶ μὴ μέλλετε, εἰ Υἱός ἐστι τὸ Πνεῦμα, καὶ πάππος ὁ Πατήρ. Ἂν δὲ διαλογιζόμενοι, ὡς οἱ τότε Φαρισαῖοι πεποιήκασιν, εἴπητε καὶ ὑμεῖς πρὸς ἑαυτούς· Ἐὰν εἴπωμεν, ὅτι Υἱός ἐστιν, ἀκουσό μεθα· Ποῦ γέγραπται; ἐὰν δὲ εἴπωμεν· Οὐκ ἔστιν Υἱὸς, φοβούμεθα μὴ εἴπωσιν ἡμῖν· Πῶς οὖν γέγραπται «Ἡμεῖς οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ»; Τοιαῦτα δὲ διαμαχόμενοι πρὸς ἑαυτοὺς, ἐὰν εἴπητε καὶ ὑμεῖς, Οὐκ οἴ δαμεν, ἀνάγκη καὶ τὸν ἐρωτώμενον τοιαῦτα παρ' ὑμῶν σιωπᾷν, πειθόμενον τῷ λέγοντι· «Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἐκείνου ἀφροσύνην, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ· ἀλλ' ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς παρ' ἑαυτῷ.» Ἀπόκρισις δὲ ὑμῖν ἁρμόζουσα μάλιστα ἡ σιωπή· ἵνα τὴν ἑαυτῶν ἄγνοιαν ἐπιγνῶτε. Πάλιν οὖν ἐκ τῶν ὑμῶν δίκαιον ὑμᾶς οὕτως ἐρω τᾶσθαι. Ἐπειδὴ οἱ προφῆται ἐν τῷ Πνεύματι τοῦ Θεοῦ λαλοῦσι, καὶ ἐν τῷ Ἡσαΐᾳ τὸ Πνεῦμα τὸ ἅγιον προφη τεύει, ὡς ἐν τοῖς ἔμπροσθεν δέδεικται, οὐκοῦν καὶ τὸ Πνεῦμα Λόγος ἐστὶ τοῦ Θεοῦ, καὶ δύο εἰσὶ Λόγοι, τό τε
30