ἀλλ' 26.601 ὅτι τὰ διδόμενα ἐν Τριάδι δίδοται, καὶ τὰ πάντα ἐξ ἑνὸς Θεοῦ ἐστι. Τὸ τοίνυν μὴ ὂν κτίσμα, ἀλλ' ἡνω μένον τῷ Υἱῷ, ὡς ὁ Υἱὸς ἥνωται τῷ Πατρὶ, τὸ συνδοξαζόμενον Πατρὶ καὶ Υἱῷ, καὶ θεολογούμενον μετὰ τοῦ Λόγου, ἐνεργοῦν τε ἅπερ ὁ Πατὴρ διὰ τοῦ Υἱοῦ ἐργάζεται, πῶς ὁ λέγων κτίσμα οὐκ ἄντικρυς εἰς αὐ τὸν τὸν Υἱὸν ἀσεβεῖ; Οὐδὲν γάρ ἐστιν ὃ μὴ διὰ τοῦ Λόγου ἐν τῷ Πνεύματι γίνεται καὶ ἐνεργεῖται. Τοῦτο καὶ ἐν Ψαλμοῖς ᾄδεται· «Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·» καὶ ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ ἑβδόμῳ ψαλμῷ· «Ἀποστελεῖ τὸν Λόγον αὐτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ Πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Καὶ ἐδικαιώθημεν δὲ, ὡς εἶπεν ὁ Ἀπόστολος, «ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν.» Ἀδιαίρετον γάρ ἐστι τοῦ Λόγου τὸ Πνεῦμα. Ἀμέλει λέγοντος τοῦ Κυρίου, «Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ,» συνεισέρχεται τὸ Πνεῦμα οὐκ ἄλλως ἢ ὡς ὁ Υἱὸς ἐν ἡμῖν οἰκήσων, γράφοντος Ἐφεσίοις τοῦ Παύλου· «Ἵνα δῴη ὑμῖν κατὰ τὸν πλοῦτον τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, κατοικῆσαι τὸν Χριστόν.» Τοῦ δὲ Υἱοῦ ἐν ἡμῖν ὄντος, ἔτι καὶ ὁ Πατὴρ, λέγοντος τοῦ Υἱοῦ· «Ἐγὼ ἐν τῷ Πα τρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί.» ∆ιὸ καὶ, γινομένου τοῦ Λόγου ἐν τοῖς προφήταις, ἐν αὐτῷ τῷ Πνεύματι τῷ ἁγίῳ προφητεύουσι. Τῆς γοῦν Γραφῆς λεγούσης, «Καὶ ἐγένετο Λόγος Κυρίου» πρὸς τόνδε τὸν προφήτην, δείκνυται προφητεύων ἐν τῷ Πνεύματι τῷ ἁγίῳ. Ἐν μὲν γὰρ τῷ Ζαχαρίᾳ γέγραπται· «Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου τοῖς προφήταις·» ὅτε καὶ μετ' ὀλίγα αἰτιώμενος τὸν λαὸν ἔλεγε· «Καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ, τοῦ μὴ εἰσακούειν τοὺς νόμους μου καὶ τοὺς λό γους, οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύ ματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν αὐτοῦ τῶν ἔμπροσθεν·» ὁ δὲ Πέτρος ἐν ταῖς Πράξεσιν ἔλεγεν· «Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον.» Καὶ κοινῇ δὲ οἱ ἀπό στολοι ἐβόων οὕτως· «∆έσποτα, ὁ ποιήσας τὸν οὐρα νὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς, ὁ τοῦ πατρὸς ἡμῶν διὰ Πνεύματος ἁγίου στό 26.604 ματος ∆αβὶδ τοῦ παιδός σου εἰπών.» Καὶ ὁ Παῦλος, ἐν μὲν τῇ Ῥώμῃ γενόμενος, ἐπαῤῥησιά ζετο τοῖς ἐλθοῦσι πρὸς αὐτὸν Ἰουδαίοις· «Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησε διὰ Ἡσαΐου τοῦ προφήτου πρὸς τοὺς πατέρας ὑμῶν.» Τιμοθέῳ δὲ ἔγραφε· «Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς ὑγιαινούσης πίστεως, προσέχοντες πνεύμασι πλάνης.» ∆ιὸ καὶ ὅταν λέγηται ἔν τισι τὸ Πνεῦμα γενέσθαι, νοεῖται ὁ Λόγος ἐν αὐτῷ διδοὺς τὸ Πνεῦμα. Τῆς γοῦν προφητείας πληρουμένης, «Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα,» ὁ Παῦλος ἔλεγε· «Κατὰ τὴν ἐπιχορηγίαν τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ εἰς ἐμέ·» καὶ πρὸς Κορινθίους δὲ ἔγραφεν· «Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;» Εἰ δὲ Χριστὸς ἦν ὁ λαλῶν ἐν αὐτῷ, δῆλον, ὅτι Χριστοῦ ἦν τὸ Πνεῦμα τὸ λαλοῦν ἐν αὐτῷ· καὶ γὰρ τοῦ Χριστοῦ λαλοῦντος ἐν αὐτῷ ἐν ταῖς Πράξεσιν ἔλεγε πάλιν· «Καὶ νῦν ἰδοὺ δεδεμένος ἐγὼ τῷ Πνεύματι, πορεύομαι εἰς Ἱε ρουσαλὴμ, τὰ ἐν αὐτῇ συναντήσοντά μοι μὴ εἰδώς· πλὴν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον κατὰ πόλιν δια μαρτύρεταί μοι λέγον, ὅτι δεσμὰ καὶ θλίψεις μέ νουσί με.» Ὅθεν, ἐὰν οἱ ἅγιοι λέγωσι· Τάδε λέγει Κύριος, οὐκ ἄλλως ἢ ἐν τῷ Πνεύματι τῷ ἁγίῳ λα λοῦσι· καὶ ἐν τῷ Πνεύματι λαλοῦντες, ἐν Χριστῷ ταῦτα λέγουσιν· ἐὰν δὲ καὶ ὁ Ἄγαβος ἐν ταῖς Πράξεσι λέγῃ· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·» οὐκ ἄλλως ἢ τοῦ Λόγου γενομένου πρὸς αὐτὸν, τὸ Πνεῦμα ἐχορήγει λαλεῖν ἐν αὐτῷ καὶ διαμαρτύρασθαι τὰ μένοντα τὸν Παῦλον εἰς Ἱερουσαλήμ. Ἀμέλει, τοῦ Πνεύματος πάλιν διαμαρτυρουμένου τῷ Παύλῳ, ὁ αὐτὸς Χριστὸς ἐλάλει ἐν αὐτῷ, ὡς 26.605 εἶναι τοῦ Λόγου τὴν ἐκ τοῦ Πνεύματος γινομένην διαμαρτυρίαν. Οὕτω καὶ ἐπὶ τὴν ἁγίαν
20