τὸ ἡμῶν ἀνακαι νιζόμενόν ἐστι· τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς πνεῦμα, ἀλλ' ἑαυτοῦ φησιν αὐτὸ εἶναι ὁ Θεὸς, ἐν ᾧ καὶ τὰ ἡμῶν ἀνακαινίζεται· ὡς καὶ ὁ ψάλλων ἐν τῷ ἑκατοστῷ καὶ τρίτῳ ψαλμῷ λέγει· «Ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Ἐξαποστελεῖς τὸ Πνεῦμά σου, καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.» Εἰ δὲ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἀνακαινιζό μεθα· οὐκ ἄρα τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι τὸ νῦν λεγό μενον πνεῦμα κτίζεσθαι, ἀλλὰ τὸ ἡμέτερον. Καὶ εἴπερ, διὰ τὸ πάντα γενέσθαι διὰ τοῦ Λόγου, φρονεῖτε καλῶς μὴ εἶναι κτίσμα τὸν Υἱόν· πῶς οὐ βλάσφημόν ἐστι λέγειν ὑμᾶς κτίσμα τὸ Πνεῦμα, ἐν ᾧ τὰ πάντα ὁ Πατὴρ διὰ τοῦ Λόγου τελειοῖ καὶ ἀνακαινίζει; Καὶ εἰ, διὰ τὸ γεγράφθαι ἁπλῶς πνεῦμα κτίζεσθαι, ἀν επλάσαντο ἑαυτοῖς εἶναι τοῦτο τὸ Πνεῦμα τὸ ἅγιον· πεισθῆναι λοιπὸν ὀφείλουσιν, ὅτι μὴ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστι τὸ κτιζόμενον, ἀλλὰ τὸ ἡμέτερόν ἐστι τὸ ἐν αὐτῷ ἀνακαινιζόμενον· περὶ οὗ καὶ ὁ ∆α βὶδ ηὔχετο ψάλλων· «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.» Ὧδε μὲν γὰρ λέγεται κτίζειν· πρότερον δὲ ἔπλασεν, ὁ Ζαχαρίας φησίν· «Ἐκτείνων τὸν οὐρανὸν, καὶ θεμελιῶν τὴν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ·» ὃ γὰρ πρότερον ἔπλασε, τοῦτο πεπτωκὸς ἀνέκτισε, γενόμενος αὐτὸς ἐν τῷ κτίσματι, ὅτε ὁ Λόγος σὰρξ ἐγένετο, «ἵνα,» ὡς ὁ Ἀπόστολος εἶπε, «τοὺς δύο κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.» Οὐ γὰρ ὡς ἑτέρου δη μιουργηθέντος παρὰ τὸν ἐξ ἀρχῆς κατ' εἰκόνα γενό μενον ἄνθρωπον ἔλεγεν· ἀλλὰ τὸν ἐν Χριστῷ κτισθέντα καὶ ἀνακαινισθέντα νοῦν συνεβούλευεν ἀναλαβεῖν· ὅπερ καὶ διὰ Ἰεζεκιὴλ πάλιν δηλοῦται, λέ γοντος αὐτοῦ· «Ποιήσατε ἑαυτοῖς καρδίαν καινὴν καὶ πνεῦμα καινόν· καὶ ἵνα τί ἀποθνήσκετε, οἶκος Ἰσραήλ; ∆ιότι οὐ θέλω τὸν θάνατον τοῦ ἀποθνήσκον τος, λέγει Ἀδωναῒ Κύριος.» Οὐκοῦν τοῦ κτιζομένου πνεύματος τοιαύτην 26.556 ἔχοντος τὴν διάνοιαν, πρεπόντως ἂν νοηθείη καὶ ἡ στερεουμένη βροντὴ ὁ πιστὸς λόγος, καὶ ἀσάλευτος τοῦ πνεύματος ὁ νόμος. Τούτου γὰρ ὑπηρέτας εἶναι θέλων τὸν Ἰακὼβ καὶ τὸν Ἰωάννην, ἐκάλεσεν ὁ Κύριος Βοανεργὲς, ὅ ἐστιν, υἱοὶ βροντῆς· ὅ γ' οὖν Ἰωάν νης ἀληθῶς ἀπ' οὐρανοῦ βοᾷ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος.» Πρότερον μὲν γὰρ σκιὰν εἶχεν ὁ νόμος τῶν μελλόν των ἀγαθῶν· ὅτε δὲ ὁ Χριστὸς ἀπηγγέλη τοῖς ἀνθρώ ποις καὶ παρεγένετο λέγων· «Αὐτὸς ὁ λαλῶν πάρ ειμι· τότε,» ὡς εἶπεν ὁ Παῦλος, «ἡ τούτου φωνὴ τὴν γῆν ἐσάλευσεν, ἐπαγγειλαμένου πρότερον· Ἔτι ἅπαξ ἐγὼ σείσω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν. Τὸ δὲ ἔτι ἅπαξ δηλοῖ τῶν σαλευομένων τὴν μετάθεσιν, ἵνα μείνῃ τὰ μὴ σαλευόμενα. ∆ιὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες, ἔχομεν χάριν, δι' ἧς λατρεύομεν εὐαρέστως τῷ Θεῷ.» Ἣν δὲ λέ γει βασιλείαν οὗτος ἀσάλευτον, ταύτην στερεωθεῖσαν ψάλλει ∆αβίδ· «Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώσατο. Καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται.» Τὸ ἄρα παρὰ τῷ προφήτῃ ῥητὸν τὴν ἐπιδημίαν τοῦ Σωτῆρος σημαίνει, ἐν ᾗ καὶ ἡμεῖς ἀν εκαινίσθημεν, καὶ ὁ νόμος τοῦ πνεύματος ἀσάλευ τος διαμένει. Ἀλλ' οἱ τῷ ὄντι τροπικοὶ, συνθέμενοι τοῖς Ἀρειανοῖς, καὶ μερισάμενοι μετ' αὐτῶν τὴν εἰς τὴν θεότητα βλασφημίαν, ἵνα ἐκεῖνοι μὲν τὸν Υἱὸν, οὗτοι δὲ τὸ Πνεῦμα κτίσμα λέγωσιν· ἐτόλμησαν, ὡς αὐτοί φασι, τρόπους πάλιν ἑαυτοῖς ἐφευρεῖν καὶ παρεξηγεῖσθαι καὶ τὸ τοῦ Ἀποστόλου ῥητὸν, ὃ καλῶς μὲν αὐτὸς ἔγραφε Τιμοθέῳ λέγων· «∆ια μαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Ἰησοῦ Χριστοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος, μηδὲν ποιῶν κατὰ πρόσκλησιν.» Ἐκεῖνοι δὲ φάσκουσιν, ἐπειδὴ τὸν Θεὸν καὶ τὸν Χριστὸν ὠνόμασεν, εἶτα τοὺς ἀγγέλους, ἀνάγκῃ τοῖς ἀγ γέλοις συναριθμεῖσθαι τὸ Πνεῦμα, τῆς τε αὐτῶν εἶναι συστοιχίας καὶ αὐτὸ,
7