μου, καὶ τοὺς λόγους οὓς ἐξαπέστειλε Κύριος παντοκράτωρ ἐν Πνεύματι αὐτοῦ ἐν χερσὶ τῶν προφητῶν τῶν ἔμπροσθεν.» Καὶ ταῦτα μὲν ἐκ τῶν Παλαιῶν ἀναλέξαντες, εἰρήκαμεν ὀλίγα. Ἐρωτήσατε δὲ καὶ ὑμεῖς περὶ τῶν ἐν τοῖς Εὐαγγελίοις, καὶ ὧν ἔγραψαν οἱ ἀπόστολοι, καὶ ἀκούσεσθε πῶς κἀκεῖ, πλείστης οὔσης διαφορᾶς πνευμά των, κατ' ἐξαίρετον τὸ Πνεῦμα τὸ ἅγιον οὐχ ἁπλῶς Πνεῦμα, ἀλλὰ μετὰ προσθήκης, ἧς εἴπομεν, ὀνομάζεται. Ὁ μὲν οὖν Κύριος ἡνίκα, καθὰ προεῖπον, ἀν θρωπίνως ἐβαπτίζετο, δι' ἣν ἐφόρει σάρκα, λέγεται καταβεβηκέναι ἐπ' αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον· τοῦτο διδοὺς μὲν τοῖς μαθηταῖς, ἔλεγε· «Λάβετε Πνεῦ μα ἅγιον·» ἐδίδασκε δὲ αὐτούς· «Ὁ Παράκλητος τὸ Πνεῦμα τὸ ἅγιον, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα.» Καὶ μετ' ὀλίγα περὶ τοῦ αὐτοῦ ἔλεγεν· «Ὅταν ἔλθῃ ὁ Παράκλη τος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρὸς, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ·» καὶ πάλιν· «Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦ 26.544 μα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν·» καὶ μετ' ὀλίγα· «Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.» Καὶ τὴν μὲν πᾶσαν θεολογίαν καὶ τὴν ἡμῶν τελείωσιν, ἐν ᾗ συνῆπτεν ἡμᾶς ἑαυτῷ καὶ δι' ἑαυτοῦ τῷ Πατρὶ, ἐν τούτῳ συμπληρῶν, παρήγγειλε τοῖς μαθηταῖς· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος·» ἐπαγγει λάμενος δὲ αὐτοῖς αὐτὸ πέμψειν, «παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι·» καὶ μεθ' ἡμέρας ὀλίγας, «Ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό· καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερο μένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον, οὗ ἦσαν καθήμενοι· καὶ ὤφθησαν αὐτοῖς διαμεριζό μεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισαν ἐφ' ἕνα ἕκαστον αὐτῶν· καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.» Ἔνθεν οὖν καὶ διὰ μὲν τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων ἐδίδοτο τοῖς ἀναγεννωμένοις τὸ Πνεῦμα τὸ ἅγιον· Ἄγαβος δέ τις προεφήτευσεν ἐν τούτῳ λέγων· «Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον·» ὁ δὲ Παῦλος· «Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκό πους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος·» τοῦ τε εὐνού χου βαπτισθέντος, «Ἥρπασε Πνεῦμα Κυρίου τὸν Φίλιππον.» Καὶ Πέτρος ἔγραψε· «Κομιζόμενοι τὸ τέλος τῆς πίστεως, σωτηρίαν ψυχῶν· περὶ ἧς σωτη ρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται, οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶν τες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδηλοῦτο ἐν αὐτοῖς Πνεῦ μα Χριστοῦ, προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα, καὶ τὰς μετὰ ταῦτα δόξας.» Καὶ ὁ μὲν Ἰωάννης ἐπέστειλεν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύ ματος αὐτοῦ ἔδωκεν ἡμῖν·» ὁ δὲ Παῦλος γράφει Ῥωμαίοις μέν· «Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν 26.545 δι' ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην. Εἰ δὲ τὸ Πνεῦμα τοῦ ἐγείραντος Ἰησοῦν οἰκεῖ ἐν ὑμῖν, ὁ ἐγείρας Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιή σει καὶ τὰ θνητὰ σώματα ὑμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν·» Κορινθίοις δέ· «Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Τίς γὰρ οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ Θεοῦ χα ρισθέντα ἡμῖν·» καὶ μετ' ὀλίγα· «Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν;» Καὶ πάλιν· «Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιά σθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι Θεοῦ ἡμῶν·» καὶ
4