συγγένειαν, ὁμοούσιος ἂν αὐτοῖς ἦν· οὕτως ἀλλότριος μὲν ὢν κατ' οὐσίαν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς Λόγος, οὐκ ἄλλος ὢν οὗτος ἐκείνου· ἐπειδὴ καὶ αὐτοῦ ἐστιν ἴδια πάντα τὰ τοῦ Πατρὸς, ὁμοούσιος εἰκότως ἂν εἴη τῷ Πατρί. Οὕτω γὰρ καὶ οἱ Πατέρες νοήσαντες, ὡμολόγησαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ ὁμοούσιον καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱόν. Συνεῖδον γὰρ καλῶς, ὅτι κτιστὴ οὐσία οὐ δύνα ται ἄν ποτε εἰπεῖν· «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Ἀρχὴν γὰρ ἔχουσα τοῦ γίνεσθαι, οὐκ ἔχει τὸ ὢν, καὶ τὸ ἦν ἀϊδίως. Καὶ διὰ τοῦτο, ἐπει δὴ ταῦτ' ἔχει ὁ Υἱὸς, καὶ πάντα δὲ τὰ προειρη μένα τοῦ Πατρὸς τοῦ Υἱοῦ ἐστιν, ἀνάγκη μὴ κτιστὴν εἶναι τὴν οὐσίαν τοῦ Υἱοῦ, ἀλλ' ὁμοούσιον τῷ Πατρί. Ἄλλως τε καὶ κατὰ τοῦτο οὐκ ἂν εἴη κτι στὴ οὐσία, δεκτικὴ τῶν ἰδίων τοῦ Θεοῦ. Ἴδια δὲ αὐτοῦ ἐστιν, ἐξ ὧν γινώσκεται ὁ Θεὸς, οἷον τὸ παντο κράτωρ, τὸ ὢν, τὸ ἀναλλοίωτον, καὶ τὰ ἕτερα τὰ προειρημένα, ἵνα μὴ ὁμοούσιος τῶν κτισμάτων αὐτὸς ὁ Θεὸς φαίνηται κατὰ τοὺς ἄφρονας, ἔχων ἅπερ καὶ τὰ κτίσματα ἔχειν δύναται. Καὶ οὕτω δ' ἄν τις διελέγξειε τὴν ἀσέβειαν τῶν λεγόντων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. Ἡ 26.617 πίστις ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμά ἐστι, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ τοῖς ἀποστόλοις· «Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτί ζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος.» Εἶπε δὲ οὕτως, ἵνα ἐξ ὧν οἴδαμεν, ἀπὸ τούτων νοῶμεν καὶ περὶ τῶν προειρημένων. Ὥσπερ οὖν οὐκ ἂν εἴποιμεν τοὺς πατέρας ποιητὰς, ἀλλὰ γεννήτορας, καὶ αὐτοὺς δὲ ἡμᾶς οὐκ ἂν εἴποι τις κτίσμα πατέρων, ἀλλὰ υἱοὺς φύσει, καὶ ὁμοουσίους τῶν πατέρων· οὕτως, εἰ Πατὴρ ὁ Θεὸς, πάντως Υἱοῦ φύσει καὶ ὁμοουσίου ἐστὶ Πατήρ. Ἀβραὰμ γοῦν οὐκ ἔκτισε τὸν Ἰσαὰκ, ἀλλ' ἐγέννησε· Βεσελεὴλ δὲ καὶ Ἐλιὰβ οὐκ ἐγέννησαν, ἀλλ' ἐποίησαν πάντα τὰ ἔργα τὰ ἐν τῇ σκηνῇ. Καὶ ναυ πηγὸς δὲ καὶ οἰκοδόμος οὐ γεννῶσιν ἃ ποιοῦσιν, ἀλλ' ἕκαστος ἐργάζεται, ὁ μὲν τὸ σκάφος, ὁ δὲ τὴν οἰκίαν. Ὁ μέντοι Ἰσαὰκ οὐ ποιεῖ, ἀλλὰ γεννᾷ φύσει καὶ ὁμοούσιον τὸν Ἰακώβ· καὶ ὁ Ἰακὼβ δὲ οὕτως τὸν Ἰούδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ. Ὥσπερ οὖν μαίνοιτ' ἄν τις λέγων τὴν οἰκίαν ὁμοούσιον τοῦ οἰκο δόμου, καὶ τὸ σκάφος τοῦ ναυπηγοῦ, οὕτως πρεπόν τως ἄν τις εἴποι πάντα Υἱὸν ὁμοούσιον εἶναι τοῦ ἑαυ τοῦ Πατρός. Εἰ τοίνυν Πατήρ ἐστι καὶ Υἱὸς, ἀνάγκη τὸν Υἱὸν φύσει καὶ ἀληθείᾳ εἶναι Υἱόν. Τοῦτο δέ ἐστι τὸ ὁμοούσιον εἶναι τῷ Πατρὶ, ὡς ἐκ πολλῶν ἐδεί χθη. Ἀμέλει περὶ μὲν τῶν ποιημάτων· «Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.» Περὶ δὲ τοῦ Υἱοῦ· «Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν.» Ὁ δὲ ∆ανιὴλ οἶδεν Υἱὸν τοῦ Θεοῦ, οἶδε καὶ τὰ ἔργα τοῦ Θεοῦ· καὶ τὸν μὲν Υἱὸν εἶδε δροσίζοντα τὴν κάμινον· περὶ δὲ τῶν ἔργων εἰρηκὼς, «Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον,» ἕκαστον μὲν τῶν κτισμάτων κατέλεξε· τὸν δὲ Υἱὸν οὐ συνηρίθμησε τούτοις, εἰδὼς, ὅτι οὐκ ἔστιν ἔργον, ἀλλὰ δι' αὐτοῦ γέγονε μὲν τὰ ἔργα, ἐν Πατρὶ δὲ ὑμνούμενος καὶ ὑπερυψούμενός ἐστιν. Ὥσπερ οὖν δι' αὐτοῦ ἀποκαλύπτεται ὁ Θεὸς τοῖς γινώσκουσιν, οὕτως δι' αὐτοῦ ἡ εὐλογία, καὶ ὁ ὕμνος, καὶ ἡ δόξα, καὶ τὸ κράτος ὁμολογεῖται τῷ Πατρὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ, ἵνα καὶ εὐπρόσδεκτος ἡ τοιαύτη ὁμολογία γένηται, ὡς αἱ Γραφαὶ λέγουσιν. Ἐκ πολλῶν μὲν οὖν καὶ ἐκ τούτων δέδεικται καὶ δείκνυται ἀσε βὴς ὁ λέγων κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Λόγον. 26.620 Ἀλλ' ἐπειδὴ προφασίζονται τὸ ἐν ταῖς Παροι 26.620 μίαις γεγραμμένον τὸ, «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ,» καὶ ἐπιλέγουσιν ἑαυτοῖς· Ἰδοὺ ἔκτισε, καὶ κτίσμα ἐστίν· ἀναγκαῖόν ἐστι καὶ ἐκ τούτου δεῖξαι ὅσον πλανῶνται, μὴ εἰδό τες τὸν σκοπὸν τῆς θείας Γραφῆς. Εἰ μὲν οὖν Υἱός ἐστι, μὴ λεγέσθω κτίσμα· εἰ δὲ κτίσμα, μὴ λεγέσθω Υἱός. ∆έδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν, ὅση διαφορά ἐστι κτίσματος καὶ Υἱοῦ. Καὶ ἐπειδὴ ἡ τελείωσις οὐκ εἰς κτίστην καὶ κτίσμα, ἀλλ' εἰς Πατέρα καὶ Υἱὸν κρατεῖ, ἀνάγκη μὴ λέγεσθαι κτίσμα, ἀλλ' Υἱὸν τὸν Κύριον. Οὐ γέγραπται οὖν; φησί. Ναὶ γέγραπται, καὶ ἀναγκαίως
24