καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον, καὶ λέγειν ἀκινδύνως, καὶ μετὰ συγγνώμης νοεῖν ἐξῇ, καὶ πιστεύειν ἕνα εἶναι τὸν ἁγιασμὸν, τὸν ἐκ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ γινόμενον. Καὶ γὰρ ὥσπερ μονογενὴς ὁ Υἱός ἐστιν· οὕτω καὶ τὸ Πνεῦμα παρὰ 26.580 τοῦ Υἱοῦ διδόμενον καὶ πεμπόμενον, καὶ αὐτὸ ἕν ἐστι καὶ οὐ πολλὰ, οὐδὲ ἐκ πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα. Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ, τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζῶσαν ἐνέργειαν αὐ τοῦ καὶ δωρεὰν, ἥτις ἐκ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει, καὶ ἀποστέλλεται, καὶ δίδοται. Ἀμέλει ὁ μὲν Υἱὸς παρὰ τοῦ Πατρὸς ἀποστέλλεται· «Οὕτω» γὰρ, φησὶν, «ὁ Θεὸς ἠγάπησε τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέστειλεν.» Ὁ δὲ Υἱὸς τὸ Πνεῦμα ἀποστέλλει· «Ἐὰν» γὰρ, φησὶν, «ἐγὼ ἀπέλθω, ἀποστελῶ τὸν Παράκλητον.» Καὶ ὁ μὲν Υἱὸς τὸν Πατέρα δοξάζει, λέγων· «Πάτερ, ἐγώ σε ἐδόξασα·» τὸ δὲ Πνεῦμα δοξάζει τὸν Υἱόν· «Ἐκεῖ νος» γὰρ, φησὶν, «ἐμὲ δοξάσει.» Καὶ ὁ μὲν Υἱός φησιν· «Ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς, ταῦτα καὶ λαλῶ εἰς τὸν κόσμον·» τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ λαμβάνει· «Ἐκ τοῦ ἐμοῦ» γὰρ «λήψεται καὶ ἀναγγελεῖ ὑμῖν,» φησί. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνό ματι τοῦ Πατρὸς ἦλθε· «Τὸ δὲ Πνεῦμα τὸ ἅγιον,» φησὶν ὁ Υἱὸς, «ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου.» Τοιαύτην δὲ τάξιν καὶ φύσιν ἔχοντος τοῦ Πνεύ ματος πρὸς τὸν Υἱὸν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κτίσμα λέγων οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ ἐξ ἀνάγκης φρονήσει; Εἰ γάρ ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα, ἀκόλουθον ἂν εἴη λέ γειν αὐτοὺς καὶ τὸν Λόγον τοῦ Πατρὸς εἶναι κτίσμα. Τοιαῦτα γὰρ οἱ Ἀρειανοὶ φαντασθέντες, εἰς τὸν κατὰ Καϊάφαν Ἰουδαϊσμὸν πεπτώκασιν. Εἰ δὲ τὰ Ἀρείουμὴ προσποιοῦνται φρονεῖν οἱ περὶ τοῦ Πνεύματος τοιαῦτα λέγοντες, φευγέτωσαν καὶ τὰ ἐκείνου ῥή ματα, καὶ μὴ ἀσεβείτωσαν εἰς τὸ Πνεῦμα. Ὥσπερ γὰρ ὁ Υἱὸς, ὁ ἐν τῷ Πατρὶ ὢν, ἐν ᾧ καὶ ὁ Πα τήρ ἐστιν, οὐκ ἔστι κτίσμα, ἀλλ' ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας (τοῦτο γὰρ καὶ ὑμεῖς προσποιεῖσθε λέγειν)· οὕτως καὶ τὸ Πνεῦμα τὸ ἐν τῷ Υἱῷ, ἐν ᾧ καὶ ὁ Υἱός ἐστιν, οὐ θέμις τοῖς κτίσμασι συντάσσειν, οὐδὲ διαιρεῖν αὐτὸ ἀπὸ τοῦ Λόγου, καὶ ἀτελῆ τὴν Τριάδα κατασκευάζειν. Τῶν μὲν οὖν ῥητῶν τοῦ τε προφητι κοῦ καὶ τοῦ ἀποστολικοῦ χάριν, ὧν τὴν διάνοιαν παραποιοῦντες, ἠπάτησαν ἑαυτοὺς, ἀρκεῖ διὰ τούτων διελέγξαι τὴν ἐκ τῆς ἀμαθίας τῶν τροπικῶν δυσφη 26.581 μίαν. Ἴδωμεν δὲ λοιπὸν καὶ αὐτὰ καθ' αὑτὰ τὰ ἐν ταῖς θείαις Γραφαῖς περὶ τοῦ Πνεύματος τοῦ ἁγίου λεγόμενα, καὶ ὡς δόκιμοι τραπεζῖται διακρίνωμεν, εἰ ἴδιόν τι πρὸς τὰ κτίσματα ἔχει τὸ Πνεῦμα, ἢ ἴδιον τοῦ Θεοῦ ἐστιν, ἵνα ἢ κτίσμα αὐτὸ εἴπωμεν, ἢ ἄλλο μὲν τῶν κτισμάτων, ἴδιον δὲ καὶ ἓν τῆς ἐν Τριάδι θεότητος. Τάχα κἂν οὕτως ἐντραπῶσι, μαθόντες, ὅσον ἀπᾴδει τῶν θείων λογίων τὰ ἐφευρεθέντα παρ' αὐτῶν τῆς βλασφημίας ῥήματα. Τὰ κτίσματα τοίνυν ἐξ οὐκ ὄντων γέγονεν, ἀρ χὴν ἔχοντα τοῦ γίνεσθαι· ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐ τοῖς. Ἐκ δὲ τοῦ Θεοῦ λέγεται τὸ Πνεῦμα τὸ ἅγιον· «Οὐδεὶς» γὰρ, φησὶν, «οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τοῦ ἐν αὐτῷ· οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Ἡμεῖς δὲ οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ.» Ποία τοίνυν ἐκ τῶν προειρημένων συγγένεια τῷ Πνεύματι πρὸς τὰ κτίσματα; Τὰ μὲν γὰρ κτίσματα οὐκ ἦν· ὁ δὲ Θεὸς ὤν ἐστιν, ἐξ οὗ καὶ τὸ Πνεῦμα. Τὸ δὲ ἐκ τοῦ Θεοῦ οὐκ ἂν εἴη ἐκ τοῦ μὴ ὄντος, οὐδὲ κτίσμα, ἵνα μὴ κατ' ἐκεί νους καὶ ὁ ἐξ οὗ ἐστι τὸ Πνεῦμα, κτίσμα εἶναι νομισθῇ. Τίς οὖν τῶν τοιούτων ἀφρόνων ἀνέξεται, λεγόντων καὶ αὐτῶν ἐν καρδίᾳ μὴ εἶναι Θεόν; Καὶ γὰρ εἰ ὥσπερ οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τὸ ἐν αὐτῷ, οὕτως καὶ τὰ τοῦ Θεοῦ εἰ μὴ τὸ ἐν αὐτῷ Πνεῦμα· πῶς οὐ δύσφημον ἂν εἴη λέγειν κτίσμα τὸ
14