ἅγιον, τὸ διδόμενον τοῖς πιστεύουσι καὶ ἀναγεννωμένοις διὰ λουτροῦ πα λιγγενεσίας; Καὶ Θεσσαλονικεῦσι δὲ γράφων· «Τὸ Πνεῦμα μὴ σβέννυτε·» εἰδόσι καὶ αὐτοῖς ὅπερ ἔλαβον ἔλεγεν, ἵνα μὴ σβέσωσιν ἐξ ἀμελείας τὴν ἐν αὐτοῖς ἀναφθεῖσαν τοῦ Πνεύματος χάριν. Ἐν δὲ τοῖς Εὐαγ γελίοις περὶ τοῦ Σωτῆρος ἀνθρωπίνως διὰ τὴν σάρκα ἣν προσέλαβεν, ἐὰν λέγωσιν οἱ εὐαγγελισταὶ, «Ἰησοῦς δὲ, πλήρης Πνεύματος ὢν, ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου·» καὶ τὸ, «Τότε ὁ Ἰησοῦς ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον·» τὸν αὐτὸν ἔχει νοῦν. Προείρητο γὰρ ὑπὸ τοῦ Λουκᾶ· «Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ Ἰησοῦ βαπτισθέντος, καὶ προσευχομένου, ἀνεωθῆναι τὸν οὐρανὸν, καὶ καταβῆναι τὸ Πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει, ὡσεὶ περιστερὰν, ἐπ' αὐτόν.» Καὶ δῆλον ἦν, ὅτι, λεγομένου τοῦ Πνεύματος, τὸ Πνεῦμα τὸ ἅγιον ἦν σημαινόμενον. Οὕτω μὲν οὖν παρ' οἷς ἐστι τὸ Πνεῦ μα τὸ ἅγιον κἂν μόνον τὸ Πνεῦμα λέγηται χωρὶς τῆς ἐπ' αὐτῷ προσθήκης, οὐκ ἀμφίβολον, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον σημαίνεται, ἔχον μάλιστα τὸ ἄρθρον. Ὑμεῖς δὲ εἴπατε τὸ προταθὲν ὑμῖν, εἰ εὑ ρήκατέ που τῆς θείας Γραφῆς τὸ Πνεῦμα τὸ ἅγιον 26.540 λεγόμενον ἁπλῶς Πνεῦμα, χωρὶς τῆς προειρημένης ἐπ' αὐτῷ προσθήκης, καὶ πλὴν τῆς παρατηρήσεως ἧς γε ἐμνημονεύσαμεν. Ἀλλ' οὐκ ἂν εἴποιτε· οὐ γὰρ εὑρήσετε γεγραμμένον. Ἀλλ' ἐν μὲν τῇ Γενέσει γέ γραπται, «Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος·» καὶ μετ' ὀλίγα· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας·» ἐν δὲ τοῖς Ἀριθμοῖς λέγει Μωϋσῆς πρὸς τὸν τοῦ Ναυῆ, «Μὴ ζηλοῖς σὺ ἐμέ· καὶ τίς ἂν δῷ τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ Πνεῦμα αὐτοῦ ἐπ' αὐτούς,» Καὶ ἐν τοῖς Κριταῖς ἐπὶ μὲν Γοθονιήλ· «Καὶ ἐγένετο ἐπ' αὐτὸν Πνεῦμα Κυρίου, καὶ ἔκρινε τὸν Ἰσραήλ.» Καὶ πάλιν· «Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε Πνεῦμα Κυρίου.» Περὶ δὲ Σαμψών· «Ἡδρύνθη, φησὶ, τὸ παιδάριον καὶ ηὐλόγησεν αὐτὸ Κύριος·» Καὶ, «Ἤρξατο Πνεῦμα Κυρίου συνεκπορεύεσθαι αὐτῷ·» Καὶ, «Ἥλατο ἐπ' αὐτὸν Πνεῦμα Κυρίου.» Καὶ ὁ μὲν ∆αβὶδ ψάλλει· «Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ·» Καὶ πάλιν ἐν τῷ ἑκατοστῷ τετταρακοστῷ δευτέρῳ ψαλ μῷ· «Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.» Ἐν δὲ τῷ Ἡσαΐᾳ γέγραπται· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με.» Ἐλέγετο δὲ πρὸ τού του· «Οὐαὶ, τέκνα ἀποστάται. Τάδε λέγει Κύριος· Ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ Πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ' ἁμαρτίαις·» καὶ πάλιν· «Ἀκούσατε ταῦτα· Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην· καὶ νῦν Κύριος ἀπέστειλέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ.» Μετ' ὀλίγα δὲ οὕτω φησί· «Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, εἶπε Κύριος, τὸ Πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοί·» καὶ αὖθις ἐν τοῖς ἑξῆς ἐπιφέρει λέγων· «Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτοὺς, διὰ τὸ ἀγαπᾷν αὐτοὺς, καὶ φείδεσθαι αὐτῶν· αὐτὸς ἐλυτρώσατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς, καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς 26.541 ἡμέρας τοῦ αἰῶνος· αὐτοὶ δὲ ἠπείθησαν, καὶ παρώξυναν τὸ Πνεῦμα τὸ ἅγιον αὐτοῦ, καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν.» Ἰεζεχιὴλ δὲ οὕτω λέγει· «Καὶ ἀνέλαβέ με Πνεῦμα, καὶ ἤγαγέ με εἰς γῆν Χαλδαίων εἰς τὴν αἰχμαλωσίαν, ἐν ὁράσει, ἐν Πνεύματι Θεοῦ.» Ἐν δὲ τῷ ∆ανιήλ· «Ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου, ᾧ ὄνομα ∆ανιὴλ, καὶ ἀν εβόησε φωνῇ μεγάλῃ· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.» Καὶ ὁ μὲν Μιχαίας φησίν· «Οἶκος Ἰακὼβ παρώξυνε Πνεῦμα Κυρίου.» Καὶ διὰ τοῦ Ἰωὴλ ὁ Θεός φησι· «Καὶ ἔσται μετὰ ταῦτα, καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα.» Καὶ διὰ τοῦ Ζαχαρίου δὲ πάλιν, Θεοῦ φωνή ἐστι λέγοντος· «Πλὴν τοὺς λόγους μου καὶ τὰ νόμιμά μου δέχεσθε, ὅσα ἐγὼ ἐντέλλομαι ἐν Πνεύματί μου τοῖς δούλοις μου, τοῖς προφήταις.» Ὅτε καὶ αἰτιώμενος ὁ προ φήτης τὸν λαὸν, μετ' ὀλίγα ἔλεγε· «Καὶ τὴν καρδίαν αὐτῶν ἔταξαν ἀπειθῆ τοῦ μὴ εἰσακούειν τοῦ νόμου
3