πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα· γέγραπται γὰρ, 26.576 ὅτι «Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν.» Τὸ δὲ Πνεῦμα ποτιζόμενοι, τὸν Χριστὸν πίνομεν· «Ἔπινον» γὰρ «ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.» Καὶ πάλιν τοῦ Χριστοῦ ὄντος ἀληθινοῦ Υἱοῦ, ἡμεῖς τὸ Πνεῦμα λαμβάνοντες, υἱοποιούμεθα· «Οὐ γὰρ ἐλάβετε,» φησὶ, «Πνεῦμα δουλείας πάλιν εἰς φόβον· ἀλλ' ἐλάβετε Πνεῦμα υἱο θεσίας.» Υἱοποιούμενοι δὲ τῷ Πνεύματι, δῆλον, ὅτι ἐν τῷ Χριστῷ χρηματίζομεν τέκνα Θεοῦ· «Ὅσοι» γὰρ «ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι.» Εἶτα τοῦ Πατρὸς, ὡς ὁ Παῦ λος εἶπε, μόνου σοφοῦ ὄντος, ὁ Υἱός ἐστιν ἡ σοφία αὐτοῦ. «Χριστὸς» γὰρ «Θεοῦ δύναμις καὶ Θεοῦ σοφία.» Τοῦ δὲ Υἱοῦ ὄντος τῆς σοφίας, ἡμεῖς Πνεῦμα σοφίας λαμβάνοντες, τὸν Υἱὸν ἔχομεν, καὶ ἐν αὐτῷ σοφοὶ γινόμεθα. Οὕτω γὰρ καὶ γέ γραπται ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ πέμπτῳ ψαλμῷ· «Κύριος λύει πεπεδημένους· Κύριος σο φοῖ τυφλούς.» Καὶ τοῦ Πνεύματος δὲ διδομένου εἰς ἡμᾶς («Λάβετε γὰρ Πνεῦμα ἅγιον,» ἔλεγεν ὁ Σωτὴρ), ὁ Θεὸς ἐν ἡμῖν ἐστιν· οὕτω γὰρ ὁ Ἰωάννης ἔγραψεν· «Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μέ νομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐ τοῦ ἔδωκεν ἡμῖν.» Τοῦ δὲ Θεοῦ ὄντος ἐν ἡμῖν, ἔστι καὶ ὁ Υἱὸς ἐν ἡμῖν, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ· «Ἐλευ σόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν.» Ἔπειτα ζωῆς οὔσης τοῦ Υἱοῦ, «Ἐγὼ» γὰρ, φησὶν, «εἰμὶ ἡ ζωὴ,» ζωοποιεῖσθαι λεγόμεθα ἐν τῷ Πνεύματι· «Ὁ» γὰρ «ἐγείρας,» φησὶ, «Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν.» Ζωοποιουμένων δὲ ἡμῶν ἐν τῷ Πνεύματι, ζῇν αὐτὸς ὁ Χριστὸς ἐν ἡμῖν λέγεται. «Χριστῷ» γὰρ, φησὶ, «συνεσταύρωμαι. Ζῶ δὲ οὐκέτι ἐγώ· ζῇ δὲ ἐν ἐμοὶ Χριστός.» Καὶ πάλιν ὥσπερ ὁ Υἱὸς, ἅπερ ἐποίει ἔργα, ἔλεγε τὸν Πατέρα ἐργάζεσθαι· «Ὁ Πατὴρ» γὰρ, φησὶν, «ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι.» Οὕτως, ἅπερ ἐν δυνάμει Πνεύματος εἰργάζετο ὁ Παῦλος, ἔλεγε τοῦ Χριστοῦ εἶναι τὰ ἔργα· «Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τε ράτων, ἐν δυνάμει Πνεύματος ἁγίου.» Τοιαύτης δὲ συστοιχίας καὶ ἑνότητος τῆς ἐν τῇ ἁγίᾳ Τριάδι οὔσης, τίς ἂν διέλοι ἢ τὸν Υἱὸν 26.577 ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα ἀπὸ τοῦ Υἱοῦ, ἢ αὐ τοῦ τοῦ Πατρός; ἢ τίς οὕτω τολμηρὸς, ὡς εἰπεῖν ἀνόμοιον καὶ ἑτεροφυῆ τὴν Τριάδα πρὸς ἑαυτὴν, ἢ ἀλλοτριοούσιον τοῦ Πατρὸς τὸν Υἱὸν, ἢ ξένον τὸ Πνεῦμα τοῦ Υἱοῦ; Πῶς δὲ ταῦτά ἐστιν; ἄν τις πά λιν ἐρωτήσειε ζητῶν· πῶς τοῦ Πνεύματος ὄντος ἐν ἡμῖν, λέγεται ὁ Υἱὸς εἶναι ἐν ἡμῖν, τοῦ τε Υἱοῦ ὄντος ἐν ἡμῖν, λέγεται ὁ Πατὴρ εἶναι ἐν ἡμῖν; ἢ πῶς ὅλως Τριάδος οὔσης, ἐν ἑνὶ σημαίνεται ἡ Τριάς; ἢ πῶς τοῦ ἑνὸς ὄντος ἐν ἡμῖν, ἡ Τριὰς ἐν ἡμῖν λέγεται; διελέτω πρῶτον αὐτὸς τὸ ἀπαύγασμα τοῦ φωτὸς, ἢ τὴν σοφίαν τοῦ σοφοῦ· ἢ εἰπάτω, πῶς ἐστι ταῦτα. Εἰ δὲ μὴ τοῦτο δύναται, πολλῷ πλέον περὶ Θεοῦ τοιαῦτα ζητεῖν μαινομένων ἐστὶ τὸ τόλμημα· ἡ γὰρ θεότης οὐκ ἐν ἀποδείξει λόγων, ὥσπερ εἴρη ται, παραδίδοται, ἀλλ' ἐν πίστει καὶ εὐσεβεῖ λογισμῷ μετ' εὐλαβείας. Εἰ γὰρ καὶ τὰ περὶ τοῦ σωτηριώδους σταυροῦ, «οὐκ ἐν σοφίᾳ λόγων, ἀλλ' ἐν ἀποδεί ξει πνεύματος καὶ δυνάμεως,» ἐκήρυττεν ὁ Παῦλος, «καὶ ἀῤῥήτων δὲ ῥημάτων ἤκουσεν» ἐν τῷ παραδείσῳ, «ἃ μὴ ἐξὸν ἀνθρώπῳ λαλῆσαι·» περὶ αὐτῆς τῆς ἁγίας Τριάδος τίς ἐξειπεῖν δύναται; Ὅμως δ' οὖν τὴν τοιαύτην ἀπορίαν δυνήσεταί τις θεραπεύειν προηγουμένως μὲν τῇ πίστει, ἔπειτα δὲ καὶ ἐκ τῶν προειρημένων, φημὶ δὴ, τῆς εἰκόνος καὶ τοῦ ἀπαυγάσματος, καὶ πηγῆς, καὶ ποταμοῦ, καὶ ὑποστάσεως, καὶ χαρακτῆρος. Ὥσπερ γὰρ ἐν ἰδίᾳ εἰ κόνι ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πνεύματι, οὕτω καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Καὶ γὰρ τὸ ἀδύνατον τῆς διὰ λόγων ἑρμηνείας, καὶ τοῦ
13