ἀλλ' ὁμοούσιος τοῦ Πατρός· οὕτως οὐκ ἂν εἴη οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον κτίσμα, ἀλλὰ καὶ ἀσεβὴς ὁ λέγων τοῦτο, διὰ τὴν πρὸς τὸν Υἱὸν ἰδιότητα αὐτοῦ, καὶ ὅτι ἐξ αὐτοῦ δίδοται πᾶσι, καὶ ἃ ἔχει τοῦ Υἱοῦ ἐστιν. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα πεῖσαι καὶ πάντα ὁντινοῦν φιλόνεικον, μηκέτι λέγειν κτίσμα τοῦ Θεοῦ, τὸ ἐν τῷ Θεῷ, καὶ τὰ βάθη ἐρευνῶν τοῦ Θεοῦ, καὶ ἐκ Πατρὸς δι' Υἱοῦ διδόμενον· ἵνα μὴ ἐκ τού των ἀναγκασθῇ καὶ τὸν Υἱὸν εἰπεῖν κτίσμα, τὸν Λόγον, τὴν σοφίαν, τὸν χαρακτῆρα, τὸ ἀπαύγασμα, ὃν ὁρῶν τις ὁρᾷ τὸν Πατέρα, καὶ λοιπὸν ἀκούσῃ· «Ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει.» Λέξει γὰρ κατ' ὀλίγον ὁ τοιοῦτος, ὡς ὁ ἄφρων· «Οὐκ ἔστι Θεός.» Ὅμως δὲ ὑπὲρ τοῦ ἐκ πλειόνων δειχθῆ ναι τὸν κατὰ τῶν ἀσεβῶν ἔλεγχον καλὸν, ἐξ ὧν ὁ Υἱὸς δείκνυται μὴ ὢν κτίσμα, ἐκ τούτων δεῖξαι καὶ τὸ Πνεῦμα μὴ εἶναι κτίσμα. Ἐξ οὐκ ὄντων ἐστὶ τὰ κτίσματα, καὶ ἀρχὴν ἔχει τοῦ εἶναι· «Ἐν ἀρχῇ» γὰρ «ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν,» καὶ τὰ ἐν αὐτοῖς. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Θεοῦ ἐστι, καὶ λέγεται, ὡς εἶπεν ὁ Ἀπόστολος. Εἰ δὲ ὁ Υἱὸς, ἐπειδὴ ἐξ οὐκ ὄντων οὐκ ἔστιν, ἀλλ' ἐκ τοῦ Θεοῦ, εἰκότως οὐκ ἂν εἴη κτίσμα, ἀνάγκη μηδὲ τὸ Πνεῦμα τὸ ἅγιον εἶναι κτίσμα· ἐπειδὴ ἐκ τοῦ Θεοῦ ὡμολόγηται. Τὰ γὰρ κτίσματα ἐξ οὐκ ὄντων ἐστίν. Καὶ πάλιν χρίσμα καὶ σφραγὶς λέγεται καὶ ἔστι τὸ Πνεῦμα· ὁ μὲν γὰρ Ἰωάννης γράφει· «Καὶ ὑμεῖς τὸ χρίσμα ὃ ἐλάβετε παρ' αὐτοῦ μένει ἐν ὑμῖν· καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ὑμᾶς, ἀλλ' ὡς τὸ αὐτοῦ χρίσμα, τὸ πνεῦμα αὐτοῦ διδάσκει ὑμᾶς περὶ πάντων·» ἐν δὲ τῷ προφήτῃ Ἡσαΐᾳ γέ γραπται· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με·» καὶ ὁ Παῦλος δὲ γράφει· «Ἐν ᾧ καὶ πιστεύ σαντες ἐσφραγίσθητε·» καὶ πάλιν· «Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.» Τὰ δὲ κτίσματα ἐν τούτῳ χρίεται καὶ σφραγίζεται· εἰ δὲ τὰ κτίσματα ἐν τούτῳ χρίεται καὶ σφραγίζεται, οὐκ ἂν εἴη κτίσμα τὸ Πνεῦ μα· οὐ γὰρ ὅμοιον τὸ χρίον τῶν χριομένων. Καὶ γὰρ τὸ χρίσμα τοῦτο πνοή ἐστι τοῦ Υἱοῦ· ὥστε τὸν ἔχοντα τὸ Πνεῦμα λέγειν· «Χριστοῦ εὐωδία ἐσμέν.» 26.629 Καὶ ἡ σφραγὶς δὲ τὸν Υἱὸν ἐκτυποῖ, ὡς τὸν σφραγιζόμενον ἔχειν τὴν τοῦ Χριστοῦ μορφὴν, λέ γοντος τοῦ Ἀποστόλου· «Τεκνία μου, οὓς πάλιν ὠδίνω, μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν.» Εἰ δὲ τὸ Πνεῦμα εὐωδία καὶ μορφὴ τοῦ Υἱοῦ ἐστιν, εὔδηλον, ὡς οὐκ ἂν εἴη τὸ Πνεῦμα κτίσμα· ἐπειδὴ καὶ ὁ Υἱὸς, ἐν μορφῇ τοῦ Πατρὸς ὑπάρχων, οὐκ ἔστι κτίσμα. Καὶ γὰρ ὥσπερ ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, οὕτως ὁ τὸ Πνεῦμα τὸ ἅγιον ἔχων ἔχει τὸν Υἱὸν, καὶ ἔχων αὐτὸν, ναὸς τοῦ Θεοῦ ἐστι, γράφοντος τοῦ μὲν Παύλου· «Οὐκ οἴδατε, ὅτι ναὸς τοῦ Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν·» ὁ δὲ Ἰωάννης φησίν· «Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν τῷ Θεῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν.» Εἰ δὲ ὁ Υἱὸς ἐν τῷ Πατρὶ ὢν, ἐν ᾧ ἐστι καὶ ὁ Πατὴρ, ὡμολο γήθη μὴ εἶναι κτίσμα, ἀνάγκη πᾶσα μηδὲ τὸ Πνεῦμα εἶναι κτίσμα· ἐν αὐτῷ γάρ ἐστιν ὁ Υἱὸς, καὶ αὐτὸς ἐν τῷ Υἱῷ. ∆ιὸ καὶ ὁ τὸ Πνεῦμα λαμβάνων ναὸς τοῦ Θεοῦ χρηματίζει. Πάλιν δὲ κἀκ τούτου συνιδεῖν καλὸν, εἰ ἔστιν ὁ Υἱὸς τοῦ Θεοῦ Λόγος, ὡς Πατὴρ εἷς ἐστιν. «Εἷς γὰρ Θεὸς, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύ ριος Ἰησοῦς Χριστός·» διὸ καὶ μονογενὴς Υἱὸς εἴρηται καὶ γέγραπται· τὰ δὲ κτίσματα πολλὰ καὶ διάφορα, ἄγγελοι, ἀρχάγγελοι, χερουβὶμ, ἀρχαὶ, ἐξουσίαι, καὶ τὰ ἄλλα, ὥσπερ εἴρηται. Εἰ δὲ, ὅτι οὐκ ἔστι τῶν πολλῶν ὁ Υἱὸς, ἀλλ' εἷς ἐστιν, ὡς Πατὴρ εἷς ἐστι, καὶ οὐκ ἔστι κτίσμα, πάντως καὶ τὸ Πνεῦμα (χρὴ γὰρ ἀπὸ τοῦ Υἱοῦ λαμβάνειν καὶ τὴν περὶ τοῦ Πνεύματος γνῶσιν) οὐκ ἂν εἴη κτίσμα. Οὐ γὰρ τῶν πολλῶν ἐστιν, ἀλλ' ἕν ἐστι καὶ αὐτό. Καὶ τοῦτο οἶδεν ὁ Ἀπόστολος λέγων· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαι ροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·» καὶ μετ' ὀλίγα· «Ἐν ἑνὶ Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθημεν·» καὶ πάλιν, ἐπειδὴ ἐκ τοῦ Υἱοῦ δεῖ λαμβάνειν τὴν περὶ τοῦ Πνεύματος γνῶσιν, πρέπον ἂν εἴη ἐξ αὐτοῦ καὶ τὰς ἀποδείξεις προφέρειν. Πανταχοῦ τοίνυν
27