Excerpta ex Theodoto

 μαρτυρουμένου τοῦ πιστευομένου. Ἡ δὲ ἐπὶ τῷ Ποταμῷ, τοῖς μέλλουσι πιστεύειν· διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀ

 1.10.1 Ἀλλ' οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ Ἀρχάγγελοι, οὐδὲ οἱ Πρωτόκτιστοι, οὐδὲ μὴν οὐδ' αὐτός, ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώ

 οὐράνιος, 1.13.5 συναγωγὴ εὐλογημένη. τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.

 πάσης κτίσεως, ὅτι γεν νηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας· ἐν αὐτῷ γὰρ ὁ Πατὴρ τὰ πάντα ἐποίησεν. 1.19.5

 ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργή σαντι κατὰ τὴν παλαιὰν διαθήκην. 1.25.1 Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ Ὄντος

 2.31.3 Τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ Πατρός εἰσιν· Ὄνομα ἀνωνόμαστον, Μορφὴ καὶ Γνῶσις. Ὁ δὲ βουληθεὶς Αἰὼν τὸ ὑπὲρ τὴν Γνῶσιν λαβεῖν,

 2.39.1 Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κα

 3.46.1 Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβη κότος εἰς ἀσώματον ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν· εἶθ' οὕτως εἰς συγκρίματα καὶ σώ 3.46

 3.52.1 Τοῦτο τὸ σαρκίον ἀντίδικον ὁ Σωτὴρ εἶπεν καὶ ὁ Παῦλος νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ δῆσαι παραινεῖ καὶ ἁρπάσαι ὡς ἰσ

 πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν, ὃ ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι' αὐτῶν καὶ τὰ τούτοις ὁμοού 3.58.2 σια· Εἰ γὰρ ἡ ἀπαρ

 Νυμφίου δὲ Φίλος, ἑστὼς ἔμπροσθεν τοῦ νυμφῶνος, ἀκούων τῆς φωνῆς 3.65.2 τοῦ Νυμφίου, χαρᾷ χαίρει. Τοῦτο αὐτοῦ τὸ Πλήρωμα τῆς χαρᾶς καὶ τῆς ἀναπαύσε

 4.75.1 Ὅτι δέ ἐστι, φασίν, Εἱμαρμένη τοῖς ἄλλοις, τὰ ἀποτελέσματα προλεγόμενα δείκνυσιν· ἐναργὴς δὲ 4.75.2 ἀπόδειξις καὶ ἡ τῶν μαθημάτων θεωρία. Αὐτίκ

 λεόντων ἀνασῴζεται· διὸ καὶ πειρασμοὶ εὐθέως ἀγανακτούντων τῶν ἀφ' ὧν ἀφῃρέθη· κἄν τις φέρῃ προειδώς, τά γε ἔξω σαλεύουσιν.

4.75.1 Ὅτι δέ ἐστι, φασίν, Εἱμαρμένη τοῖς ἄλλοις, τὰ ἀποτελέσματα προλεγόμενα δείκνυσιν· ἐναργὴς δὲ 4.75.2 ἀπόδειξις καὶ ἡ τῶν μαθημάτων θεωρία. Αὐτίκα οἱ Μάγοι, οὐ μόνον "εἶδον τὸν ἀστέρα" τοῦ Κυρίου, ἀλλὰ καὶ τὸ ἀληθὲς ἔγνωσαν ὅτι "Βασιλεὺς ἐτέχθη", καὶ ὧν Βασιλεύς, ὅτι θεοσεβῶν. Τότε Ἰουδαῖοι μόνοι 4.75.3 διαβόητοι ἦσαν ἐπὶ θεοσεβείᾳ. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Σωτήρ, πρὸς θεοσεβεῖς κατιών, ἐπὶ τούτους ἦλθεν πρώτους τοὺς τότε ἐπὶ θεοσεβείᾳ δόξαν ἀποφερομέ νους. 4.76.1 Ὡς οὖν ἡ γέννησις τοῦ Σωτῆρος γενέσεως ἡμᾶς καὶ Εἱμαρμένης ἐξέβαλεν, οὕτως καὶ τὸ βάπτισμα αὐτοῦ πυρὸς ἡμᾶς ἐξείλετο καὶ τὸ πάθος πάθους, 4.76.2 ἵνα κατὰ πάντα ἀκολουθήσωμεν αὐτῷ. Ὁ γὰρ εἰς Θεὸν βαπτισθεὶς εἰς Θεὸν ἐχώρησεν καὶ εἴληφεν "ἐξουσίαν ἐπάνω σκορπίων καὶ ὄφεων περιπατεῖν", 4.76.3 τῶν ∆υνάμεων τῶν πονηρῶν. Καὶ τοῖς Ἀποστόλοις ἐντέλλεται· "Περιιόντες κηρύσσετε, καὶ τοὺς πισ τεύοντας βαπτίζετε εἰς Ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ 4.76.4 ἁγίου Πνεύματος", εἰς οὓς ἀναγεννώμεθα, τῶν λοιπῶν ∆υνάμεων ἁπασῶν ὑπεράνω γινόμενοι. 4.77.1 Ταύτῃ θάνατος καὶ τέλος λέγεται τοῦ παλαιοῦ βίου τὸ βάπτισμα, ἀποτασσομένων ἡμῶν ταῖς πονηραῖς Ἀρχαῖς, ζωὴ δὲ κατὰ Χριστόν, ἧς μόνος αὐτὸς 4.77.2 κυριεύει. Ἡ δύναμις δὲ τῆς μεταβολῆς τοῦ βαπτισθέν τος οὐ περὶ τὸ σῶμα (ὁ αὐτὸς γὰρ ἀναβαίνει), ἀλλὰ 4.77.3 περὶ ψυχήν. Αὐτίκα δοῦλος Θεοῦ ἅμα τῷ ἀνελθεῖν τοῦ βαπτίσματος καὶ Κύριος τῶν ἀκαθάρτων λέγεται Πνευμάτων· καὶ εἰς ὃν πρὸ ὀλίγου ἐνήργουν, τοῦτον ἤδη "φρίσσουσιν".

4.78.1 Μέχρι τοῦ βαπτίσματος οὖν ἡ Εἱμαρμένη, φασίν, ἀληθής· μετὰ δὲ τοῦτο οὐκέτι ἀληθεύουσιν οἱ ἀστρο 4.78.2 λόγοι. Ἔστιν δὲ οὐ τὸ λουτρὸν μόνον τὸ ἐλευθεροῦν, ἀλλὰ καὶ ἡ γνῶσις, τίνες ἦμεν, τί γεγόναμεν· ποῦ ἦμεν, ἢ ποῦ ἐνεβλήθημεν· ποῦ σπεύδομεν, πόθεν λυτρούμεθα· τί γέννησις, τί ἀναγέννησις. 4.79.1 Ἕως οὖν ἀμόρφωτον, φασίν, ἔτι τὸ σπέρμα, Θηλείας ἐστὶ τέκνον· μορφωθὲν δὲ μετετέθη εἰς ἄνδρα καὶ υἱὸς Νυμφίου γίνεται· οὐκέτι ἀσθενὴς καὶ τοῖς κοσμικοῖς ὑποκείμενος ὁρατοῖς τε καὶ ἀοράτοις, ἀλλ' ἀνδρωθεὶς ἄρρην γίνεται καρπός. Ὃν γεννᾷ ἡ Μήτηρ εἰς θάνατον ἄγεται καὶ εἰς κόσμον· ὃν δὲ ἀναγεννᾷ Χριστὸς εἰς ζωὴν μετατίθεται, 4.80.2 εἰς Ὀγδόαδα. Καὶ ἀποθνῄσκουσιν μὲν τῷ κόσμῳ, ζῶσι δὲ τῷ Θεῷ, ἵνα θάνατος θανάτῳ λυθῇ, ἀναστάσει 4.80.3 δὲ ἡ φθορά. ∆ιὰ γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος σφραγισθεὶς ἀνεπίληπτός ἐστι πάσῃ τῇ ἄλλῃ δυνάμει, καὶ διὰ τριῶν Ὀνομάτων πάσης τῆς ἐν φθορᾷ τριάδος ἀπηλλάγη· "φορέσας τὴν εἰκόνα τοῦ χοϊκοῦ, τότε φορεῖ τὴν εἰκόνα τοῦ ἐπουρανίου".

4.81.1 Τοῦ πυρὸς τὸ μὲν σωματικὸν σωμάτων ἅπτεται πάντων· τὸ δὲ καθαρὸν καὶ ἀσώματον ἀσωμάτων φασὶν ἅπτεσθαι, οἷον ∆αιμόνων, Ἀγγέλων τῆς πονηρίας, αὐτοῦ τοῦ ∆ιαβόλου. Οὕτως ἐστὶ τὸ ἐπουράνιον πῦρ δισσὸν τὴν φύσιν, τὸ μὲν νοητόν, τὸ δὲ αἰσθητόν. 4.81.2 Καὶ τὸ βάπτισμα οὖν διπλοῦν ἀναλόγως· τὸ μὲν αἰσθητὸν δι' ὕδατος, τοῦ αἰσθητοῦ πυρὸς σβεστήριον· τὸ δὲ νοητὸν διὰ Πνεύματος, τοῦ νοητοῦ πυρὸς ἀλεξητήριον. 4.81.3 Καὶ τὸ σωματικὸν πνεῦμα τοῦ αἰσθητοῦ πυρὸς τροφὴ καὶ ὑπέκκαυμα γίνεται, ὀλίγον ὄν· πλεῖον δὲ γενόμενον σβεστήριον πέφυκεν. Τὸ δὲ ἄνωθεν δοθὲν ἡμῖν Πνεῦμα, ἀσώματον ὄν, οὐ στοιχείων μόνων, ἀλλὰ καὶ ∆υνάμεων κρατεῖ καὶ Ἀρχῶν πονηρῶν. 4.82.1 Καὶ ὁ ἄρτος καὶ τὸ ἔλαιον ἁγιάζεται τῇ δυνάμει τοῦ Ὀνόματος Θεοῦ, τὰ αὐτὰ ὄντα κατὰ τὸ φαινόμενον οἷα ἐλήφθη· ἀλλὰ δυνάμει εἰς δύναμιν πνευματικὴν 4.82.2 μεταβέβληται. Οὕτως καὶ τὸ ὕδωρ, καὶ τὸ ἐξορκιζόμενον καὶ τὸ βάπτισμα γινόμενον, οὐ μόνον χωρίζει τὸ χεῖρον, ἀλλὰ καὶ ἁγιασμὸν προσλαμβάνει. 4.83.1 Ἐπὶ τὸ βάπτισμα χαίροντας ἔρχεσθαι προσῆκεν ἀλλ' ἐπεὶ πολλάκις συγκαταβαίνει τισὶ καὶ ἀκάθαρτα Πνεύματα, ἅ, παρακολουθοῦντα καὶ τυχόντα μετὰ τοῦ ἀνθρώπου τῆς σφραγῖδος, ἀνίατα τοῦ λοιποῦ γίνεται, ἃ τῇ χαρᾷ συμπλέκεται φόβος, ἵνα τις μόνος καθαρὸς αὐτὸς κατέλθῃ. ∆ιὰ τοῦτο νηστεῖαι, δεήσεις, εὐχαί, θέσεις χειρῶν, γονυκλισίαι, ὅτι ψυχὴ "ἐκ κόσμου" καὶ "ἐκ στόματος