Excerpta ex Theodoto

 μαρτυρουμένου τοῦ πιστευομένου. Ἡ δὲ ἐπὶ τῷ Ποταμῷ, τοῖς μέλλουσι πιστεύειν· διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀ

 1.10.1 Ἀλλ' οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ Ἀρχάγγελοι, οὐδὲ οἱ Πρωτόκτιστοι, οὐδὲ μὴν οὐδ' αὐτός, ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώ

 οὐράνιος, 1.13.5 συναγωγὴ εὐλογημένη. τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.

 πάσης κτίσεως, ὅτι γεν νηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας· ἐν αὐτῷ γὰρ ὁ Πατὴρ τὰ πάντα ἐποίησεν. 1.19.5

 ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργή σαντι κατὰ τὴν παλαιὰν διαθήκην. 1.25.1 Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ Ὄντος

 2.31.3 Τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ Πατρός εἰσιν· Ὄνομα ἀνωνόμαστον, Μορφὴ καὶ Γνῶσις. Ὁ δὲ βουληθεὶς Αἰὼν τὸ ὑπὲρ τὴν Γνῶσιν λαβεῖν,

 2.39.1 Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κα

 3.46.1 Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβη κότος εἰς ἀσώματον ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν· εἶθ' οὕτως εἰς συγκρίματα καὶ σώ 3.46

 3.52.1 Τοῦτο τὸ σαρκίον ἀντίδικον ὁ Σωτὴρ εἶπεν καὶ ὁ Παῦλος νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ δῆσαι παραινεῖ καὶ ἁρπάσαι ὡς ἰσ

 πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν, ὃ ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι' αὐτῶν καὶ τὰ τούτοις ὁμοού 3.58.2 σια· Εἰ γὰρ ἡ ἀπαρ

 Νυμφίου δὲ Φίλος, ἑστὼς ἔμπροσθεν τοῦ νυμφῶνος, ἀκούων τῆς φωνῆς 3.65.2 τοῦ Νυμφίου, χαρᾷ χαίρει. Τοῦτο αὐτοῦ τὸ Πλήρωμα τῆς χαρᾶς καὶ τῆς ἀναπαύσε

 4.75.1 Ὅτι δέ ἐστι, φασίν, Εἱμαρμένη τοῖς ἄλλοις, τὰ ἀποτελέσματα προλεγόμενα δείκνυσιν· ἐναργὴς δὲ 4.75.2 ἀπόδειξις καὶ ἡ τῶν μαθημάτων θεωρία. Αὐτίκ

 λεόντων ἀνασῴζεται· διὸ καὶ πειρασμοὶ εὐθέως ἀγανακτούντων τῶν ἀφ' ὧν ἀφῃρέθη· κἄν τις φέρῃ προειδώς, τά γε ἔξω σαλεύουσιν.

2.39.1 Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κατέσχεν· ὥστε καὶ τοῦ Τόπου καὶ τῶν κλητῶν οὖν τὰ ἀγγελικὰ αὐτὴ προβαλοῦσα παρ' αὐτῇ κατέχει, τῶν ἐκλεκτῶν τῶν ἀγγελικῶν ὑπὸ τοῦ Ἄρρενος ἔτι πρότερον προβεβλημένων. Τὰ μὲν γὰρ δεξιὰ πρὸ τῆς τοῦ Φωτὸς αἰτήσεως προηνέχθη ὑπὸ τῆς Μητρός· τὰ δὲ σπέρματα τῆς Ἐκκλησίας μετὰ τὴν τοῦ Φωτὸς αἴτησιν, ὅτε ὑπὸ τοῦ Ἄρρενος τὰ ἀγγελικὰ τῶν σπερμάτων προεβά λετο. Τὰ διαφέροντα σπέρματά φησι μήτε ὡς πάθη (ὧν λυομένων συνελύθη ἂν καὶ τὰ σπέρματα), μήτε ὡς 2.41.2 κτίσιν προεληλυθέναι, ἀλλ' ὡς τέκνα (ἀπαρτιζομένης γὰρ τῆς κτίσεως, συναπηρτίσθη ἂν καὶ τὰ σπέρματα). ∆ιὸ καὶ τὴν οἰκειότητα ἔχει πρὸς τὸ Φῶς, ὃ πρῶτον προήγαγεν, τουτέστι τὸν Ἰησοῦν, ὁ αἰτησάμενος τοὺς Αἰῶνας Χριστός· ἐν ᾧ συνδιυλίσθη κατὰ δύναμιν καὶ τὰ σπέρματα, συνελθόντα αὐτῷ εἰς τὸ Πλήρωμα. ∆ιὸτι πρὸ καταβολῆς κόσμου εἰκότως λέγεται ἡ Ἐκκλησία ἐκλελέχθαι. Ἐν ἀρχῇ τοίνυν συνελογίσθημεν, φασί, καὶ ἐφανε 2.41.3 ρώθημεν. ∆ιὰ τοῦτο ὁ Σωτὴρ λέγει· "Λαμψάτω τὸ Φῶς ὑμῶν", μηνύων περὶ τοῦ Φωτὸς τοῦ φανέντος καὶ μορφώσαντος, περὶ οὗ ὁ Ἀπόστολος λέγει· "Ὃ φωτίζει πάντα Ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον", 2.41.4 τὸν τοῦ διαφόρου σπέρματος. Ὅτε γὰρ "ἐφωτίσθη" ὁ Ἄνθρωπος, τότε "εἰς τὸν κόσμον ἦλθεν", τουτέστιν ἑαυτὸν ἐκόσμησεν, χωρίσας αὑτοῦ τὰ ἐπισκοτοῦντα καὶ συναναμεμιγμένα αὐτῷ πάθη. Καὶ τὸν Ἀδὰμ ὁ ∆ημιουργὸς ἐννοίᾳ προσχών, ἐπὶ τέλει τῆς δημιουργίας αὐτὸν προήγαγεν. 2.42.1 Ὁ Σταυρὸς τοῦ ἐν Πληρώματι Ὅρου σημεῖόν ἐστιν· χωρίζει γὰρ τοὺς ἀπίστους τῶν πιστῶν ὡς ἐκεῖνος τὸν κόσμον τοῦ Πληρώματος. 2.42.2 ∆ιὸ καὶ τὰ σπέρματα ὁ Ἰησοῦς, διὰ τοῦ σημείου ἐπὶ τῶν ὤμων βαστάσας, εἰσάγει εἰς τὸ Πλήρωμα. Ὦμοι γὰρ τοῦ σπέρματος ὁ Ἰησοῦς λέγεται· Κεραλὴ δὲ ὁ Χριστός. 2.42.3 Ὅθεν εἴρηται· "Ὃς οὐκ αἴρει τὸν Σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, οὐκ ἔστι μου ἀδελφός." Ἦρεν οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, ὅπερ ὁμοούσιον ἦν τῇ Ἐκκλησίᾳ. 2.43.1 Λέγουσιν οὖν ὅτι αἱ δεξιαὶ ᾔδεσαν τοῦ Ἰησοῦ καὶ τοῦ Χριστοῦ τὰ ὀνόματα καὶ πρὸ τῆς παρουσίας· ἀλλὰ τοῦ σημείου οὐκ ᾔδεσαν τὴν δύναμιν. 3.43.2 Καὶ δόντος πᾶσαν τὴν ἐξουσίαν τοῦ Πατρός, συναινέσαντος δὲ καὶ τοῦ Πληρώματος, ἐκπέμπεται "ὁ τῆς βουλῆς Ἄγγελος". Καὶ γίνεται Κεφαλὴ τῶν 3.43.3 ὅλων μετὰ τὸν Πατέρα· "Πάντα γὰρ ἐν αὐτῷ ἐκτίσθη τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, Θρόνοι, Κυριότητες, Βασιλεῖαι", Θεότητες, Λειτουργίαι. 3.43.4 "∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν καὶ ἔδωκεν αὐτῷ Ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα πᾶν γόνυ κάμψῃ καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος τῆς δόξης Ἰησοῦς Χριστὸς" Σωτήρ, "ἀναβὰς αὐτὸς καὶ 3.43.5 καταβάς· τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη; Ὁ καταβὰς αὐτός ἐστιν εἰς τὰ κατώτατα τῆς γῆς καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν." 3.44.1 Ἰδοῦσα δὲ αὐτὸν ἡ Σοφία ὅμοιον τῷ καταλιπόντι αὐτὴν Φωτί, ἐγνώρισεν καὶ προσέδραμεν καὶ ἠγαλλι άσατο καὶ προσεκύνησεν· τοὺς δὲ ἄρρενας Ἀγγέλους τοὺς σὺν αὐτῷ ἐκπεμφθέντας θεασαμένη, κατῃδέσθη 3.44.2 καὶ κάλυμμα ἐπέθετο. ∆ιὰ τούτου τοῦ μυστηρίου ὁ Παῦλος κελεύει τὰς γυναῖκας "φορεῖν ἐξουσίαν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς Ἀγγέλους".

3.45.1 Εὐθὺς οὖν ὁ Σωτὴρ ἐπιφέρει αὐτῇ μόρφωσιν τὴν κατὰ γνῶσιν καὶ ἴασιν τῶν παθῶν, δείξας ἀπὸ Πατρὸς ἀγεννήτου τὰ ἐν Πληρώματι καὶ τὰ μέχρι αὐτῆς. 3.45.2 Ἀποστήσας δὲ τὰ πάθη τῆς πεπονθυίας, αὐτὴν μὲν ἀπαθῆ κατεσκεύασεν, τὰ πάθη δὲ διακρίνας ἐφύλαξεν· καὶ οὐχ ὥσπερ τὰ τῆς ἔνδον διεφορήθη, ἀλλ' εἰς οὐσίαν ἤγαγεν αὐτά τε καὶ τὰ τῆς δευτέρας διαθέ 3.45.3 σεως. Οὕτως διὰ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, ἡ Σοφία ἀπαθὴς γίνεται, καὶ τὰ ἔξω κτίζεται· "Πάντα γὰρ δι' αὐτοῦ γέγονεν, καὶ χωρὶς αὐτοῦ γέγονεν οὐδέν."