Excerpta ex Theodoto

 μαρτυρουμένου τοῦ πιστευομένου. Ἡ δὲ ἐπὶ τῷ Ποταμῷ, τοῖς μέλλουσι πιστεύειν· διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀ

 1.10.1 Ἀλλ' οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ Ἀρχάγγελοι, οὐδὲ οἱ Πρωτόκτιστοι, οὐδὲ μὴν οὐδ' αὐτός, ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώ

 οὐράνιος, 1.13.5 συναγωγὴ εὐλογημένη. τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.

 πάσης κτίσεως, ὅτι γεν νηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας· ἐν αὐτῷ γὰρ ὁ Πατὴρ τὰ πάντα ἐποίησεν. 1.19.5

 ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργή σαντι κατὰ τὴν παλαιὰν διαθήκην. 1.25.1 Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ Ὄντος

 2.31.3 Τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ Πατρός εἰσιν· Ὄνομα ἀνωνόμαστον, Μορφὴ καὶ Γνῶσις. Ὁ δὲ βουληθεὶς Αἰὼν τὸ ὑπὲρ τὴν Γνῶσιν λαβεῖν,

 2.39.1 Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κα

 3.46.1 Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβη κότος εἰς ἀσώματον ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν· εἶθ' οὕτως εἰς συγκρίματα καὶ σώ 3.46

 3.52.1 Τοῦτο τὸ σαρκίον ἀντίδικον ὁ Σωτὴρ εἶπεν καὶ ὁ Παῦλος νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ δῆσαι παραινεῖ καὶ ἁρπάσαι ὡς ἰσ

 πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν, ὃ ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι' αὐτῶν καὶ τὰ τούτοις ὁμοού 3.58.2 σια· Εἰ γὰρ ἡ ἀπαρ

 Νυμφίου δὲ Φίλος, ἑστὼς ἔμπροσθεν τοῦ νυμφῶνος, ἀκούων τῆς φωνῆς 3.65.2 τοῦ Νυμφίου, χαρᾷ χαίρει. Τοῦτο αὐτοῦ τὸ Πλήρωμα τῆς χαρᾶς καὶ τῆς ἀναπαύσε

 4.75.1 Ὅτι δέ ἐστι, φασίν, Εἱμαρμένη τοῖς ἄλλοις, τὰ ἀποτελέσματα προλεγόμενα δείκνυσιν· ἐναργὴς δὲ 4.75.2 ἀπόδειξις καὶ ἡ τῶν μαθημάτων θεωρία. Αὐτίκ

 λεόντων ἀνασῴζεται· διὸ καὶ πειρασμοὶ εὐθέως ἀγανακτούντων τῶν ἀφ' ὧν ἀφῃρέθη· κἄν τις φέρῃ προειδώς, τά γε ἔξω σαλεύουσιν.

πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν, ὃ ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι' αὐτῶν καὶ τὰ τούτοις ὁμοού 3.58.2 σια· "Εἰ γὰρ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι." 3.59.1 Σπέρμα μὲν οὖν πρῶτον τὸ παρὰ τῆς τεκούσης ἐνεδύσατο, οὐ χωρηθεὶς, ἀλλὰ χωρήσας αὐτὸ δυνάμει, ὃ κατὰ μικρὸν μορφοῦται διὰ γνώσεως. 3.59.2 Κατὰ δὲ τὸν Τόπον γενόμενος, εὗρεν Ἰησοῦς Χριστὸν ἐνδύσασθαι τὸν προκεκηρυγμένον, ὃν κατήγ γελλον οἱ Προφῆται καὶ ὁ Νόμος, ὄντα εἰκόνα τοῦ Σωτῆρος. 3.59.3 Ἀλλὰ καὶ οὗτος ὁ ψυχικὸς Χριστός, ὃν ἐνεδύσατο, ἀόρατος ἦν· ἔδει δὲ τὸν εἰς κόσμον ἀφικνούμενον, ἐφ' ᾧτε ὀφθῆναι, κρατηθῆναι, πολιτεύσασθαι, καὶ 3.59.4 αἰσθητοῦ σώματος ἀνέχεσθαι. Σῶμα τοίνυν αὐτῷ ὑφαίνεται ἐκ τῆς ἀφανοῦς ψυχικῆς οὐσίας, δυνάμει δὲ θείας ἐγκατασκευῆς εἰς αἰσθητὸν κόσμον ἀφιγμένον.

3.60.1 Τὸ οὖν· "Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ", τὴν τοῦ σώματος τοῦ Κυρίου γένεσιν λέγει· "∆ύναμις δὲ ὑψίστου ἐπισκιάσει σοι", τὴν μόρφωσιν δηλοῖ τοῦ Θεοῦ, ἣν ἐνετύπωσεν τῷ σώματι ἐν τῇ Παρθένῳ. Ὅτι μὲν οὖν αὐτὸς ἕτερος ἦν ὧν ἀνείληφεν, δῆλον ἐξ ὧν ὁμολογεῖ· "Ἐγὼ ἡ Ζωή", "ἐγὼ ἡ Ἀλήθεια", 3.61.2 "ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν". Τὸ δὲ πνευματικὸν ὃ ἀνείληφεν, καὶ τὸ ψυχικόν, οὕτως ἐμφαίνει· "Τὸ δὲ παιδίον ηὔξανεν καὶ προέκοπτεν ἐν Σοφίᾳ." Σοφίας μὲν γὰρ τὸ πνευματικὸν δεῖται· μεγέθους δὲ 3.61.3 τὸ ψυχικόν. ∆ιὰ δὲ τῶν ἐκρυέντων ἐκ τῆς πλευρᾶς, ἐδήλου, ταῖς ἐκρύσεσι τῶν παθῶν ἀπὸ τῶν ἐμπαθῶν, ἀπαθεῖς γενομένας τὰς οὐσίας σεσῶσθαι. 3.61.4 Καὶ ὅταν λέγῃ· "∆εῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἀποδοκιμασθῆναι, ὑβρισθῆναι, σταυρωθῆναι", ὡς περὶ ἄλλου φαίνεται λέγων, δηλονότι τοῦ ἐμπαθοῦς. 3.61.5 Καί· "Προάξω ὑμᾶς", λέγει, "τῇ τρίτῃ τῶν ἡμερῶν εἰς τὴν Γαλιλαίαν"· αὐτὸς γὰρ προάγει πάντα· καὶ τὴν ἀφανῶς σῳζομένην ψυχὴν ἀναστήσειν ᾐνίσσετο, καὶ ἀποκαταστήσειν οὗ νῦν προάγει. 3.61.6 Ἀπέθανεν δὲ ἀποστάντος τοῦ καταβάντος ἐπ' αὐτῷ ἐπὶ τῷ Ἰορδάνῃ Πνεύματος, οὐκ ἰδίᾳ γενομένου, ἀλλὰ συσταλέντος, ἵνα καὶ ἐνεργήσῃ ὁ θάνατος· ἐπεὶ πῶς, τῆς Ζωῆς παρούσης ἐν αὐτῷ, ἀπέθανεν τὸ σῶμα; οὕτω γὰρ ἂν καὶ αὐτοῦ τοῦ Σωτῆρος ὁ θάνατος ἐκρά τησεν ἄν, ὅπερ ἄτοπον. ∆όλῳ δὲ ὁ θάνατος κατεστρα 3.61.7 τηγήθη· ἀποθανόντος γὰρ τοῦ σώματος καὶ κρατήσαν τος αὐτὸ τοῦ θανάτου, ἀναστείλας τὴν ἐπελθοῦσαν ἀκτῖνα τῆς δυνάμεως, ὁ Σωτὴρ ἀπώλεσε μὲν τὸν θάνατον, τὸ δὲ θνητὸν σῶμα, ἀποβαλὼν πάθη, ἀνέστησεν. 3.61.8 Τὰ ψυχικὰ μὲν οὖν οὕτως ἀνίσταται καὶ ἀνασῴζεται· πιστεύσαντα δὲ τὰ πνευματικὰ ὑπὲρ ἐκεῖνα σῴζεται, "ἐνδύματα γάμων" τὰς ψυχὰς λαβόντα.

3.62.1 Κάθηται μὲν οὖν ὁ ψυχικὸς Χριστὸς ἐν δεξιᾷ τοῦ ∆ημιουργοῦ, καθὸ καὶ ὁ ∆αβὶδ λέγει· "Κάθου ἐκ 3.62.2 δεξιῶν μου", καὶ τὰ ἑξῆς. Κάθηται δὲ μέχρι συντελείας, "ἵνα ἴδωσιν εἰς ὃν ἐξεκέντησαν". Ἐξεκέντησαν δὲ τὸ φαινόμενον, ὃ ἦν σὰρξ τοῦ ψυχικοῦ. "Ὀστοῦν γὰρ αὐτοῦ οὐ συντριβήσεται", φησί· καθάπερ ἐπὶ τοῦ Ἀδὰμ τὴν ψυχὴν ὀστοῦν ἠλληγόρησεν ἡ προφητεία. 3.62.3 Αὐτὴ γὰρ ἡ ψυχὴ τοῦ Χριστοῦ, πάσχοντος τοῦ σώματος, ἑαυτὴν "εἰς τὰς χεῖρας τοῦ Πατρὸς παρακα τέθετο"· τὸ δ' ἐν τῷ ὀστέῳ πνευματικὸν οὐκέτι παρακατατίθεται, ἀλλ' αὐτὸς σῴζει. 3.63.1 Ἡ μὲν οὖν τῶν πνευματικῶν ἀνάπαυσις ἐν κυριακῇ, ἐν Ὀγδοάδι, ἣ Κυριακὴ ὀνομάζεται, παρὰ τῇ Μητρί, ἐχόντων τὰς ψυχάς, τὰ ἐνδύματα, ἄχρι συντελείας· αἱ δὲ ἄλλαι πισταὶ ψυχαί, παρὰ τῷ ∆ημιουργῷ· περὶ δὲ τὴν συντέλειαν, ἀναχωροῦσι καὶ αὗται εἰς Ὀγδόαδα. 3.63.2 Εἶτα, τὸ δεῖπνον τῶν γάμων κοινὸν πάντων τῶν σῳζομένων, ἄχρις ἂν ἀπισωθῇ πάντα καὶ ἄλληλα γνωρίσῃ.

3.64.1 Τὸ δὲ ἐντεῦθεν, ἀποθέμενα τὰ πνευματικὰ τὰς ψυχάς, ἅμα τῇ Μητρὶ κομιζομένῃ τὸν Νυμφίον, κομιζόμενα καὶ αὐτὰ τοὺς νυμφίους, τοὺς Ἀγγέλους ἑαυτῶν, εἰς τὸν Νυμφῶνα ἐντὸς τοῦ Ὅρου εἰσίασι, καὶ πρὸς τὴν τοῦ Πατρὸς ὄψιν ἔρχονται, Αἰῶνες νοεροὶ γενόμενα, εἰς τοὺς νοεροὺς καὶ αἰωνίους γάμους τῆς συζυγίας. Ὁ δὲ τοῦ δείπνου μὲν "ἀρχιτρίκλινος", τῶν γάμων δὲ παράνυμφος, "τοῦ