Excerpta ex Theodoto

 μαρτυρουμένου τοῦ πιστευομένου. Ἡ δὲ ἐπὶ τῷ Ποταμῷ, τοῖς μέλλουσι πιστεύειν· διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀ

 1.10.1 Ἀλλ' οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ Ἀρχάγγελοι, οὐδὲ οἱ Πρωτόκτιστοι, οὐδὲ μὴν οὐδ' αὐτός, ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώ

 οὐράνιος, 1.13.5 συναγωγὴ εὐλογημένη. τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.

 πάσης κτίσεως, ὅτι γεν νηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας· ἐν αὐτῷ γὰρ ὁ Πατὴρ τὰ πάντα ἐποίησεν. 1.19.5

 ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργή σαντι κατὰ τὴν παλαιὰν διαθήκην. 1.25.1 Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ Ὄντος

 2.31.3 Τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ Πατρός εἰσιν· Ὄνομα ἀνωνόμαστον, Μορφὴ καὶ Γνῶσις. Ὁ δὲ βουληθεὶς Αἰὼν τὸ ὑπὲρ τὴν Γνῶσιν λαβεῖν,

 2.39.1 Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κα

 3.46.1 Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβη κότος εἰς ἀσώματον ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν· εἶθ' οὕτως εἰς συγκρίματα καὶ σώ 3.46

 3.52.1 Τοῦτο τὸ σαρκίον ἀντίδικον ὁ Σωτὴρ εἶπεν καὶ ὁ Παῦλος νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ δῆσαι παραινεῖ καὶ ἁρπάσαι ὡς ἰσ

 πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν, ὃ ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι' αὐτῶν καὶ τὰ τούτοις ὁμοού 3.58.2 σια· Εἰ γὰρ ἡ ἀπαρ

 Νυμφίου δὲ Φίλος, ἑστὼς ἔμπροσθεν τοῦ νυμφῶνος, ἀκούων τῆς φωνῆς 3.65.2 τοῦ Νυμφίου, χαρᾷ χαίρει. Τοῦτο αὐτοῦ τὸ Πλήρωμα τῆς χαρᾶς καὶ τῆς ἀναπαύσε

 4.75.1 Ὅτι δέ ἐστι, φασίν, Εἱμαρμένη τοῖς ἄλλοις, τὰ ἀποτελέσματα προλεγόμενα δείκνυσιν· ἐναργὴς δὲ 4.75.2 ἀπόδειξις καὶ ἡ τῶν μαθημάτων θεωρία. Αὐτίκ

 λεόντων ἀνασῴζεται· διὸ καὶ πειρασμοὶ εὐθέως ἀγανακτούντων τῶν ἀφ' ὧν ἀφῃρέθη· κἄν τις φέρῃ προειδώς, τά γε ἔξω σαλεύουσιν.

2.31.3 Τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, "χάριτι τοῦ Πατρός εἰσιν"· Ὄνομα ἀνωνόμαστον, Μορφὴ καὶ Γνῶσις. Ὁ δὲ βουληθεὶς Αἰὼν τὸ ὑπὲρ τὴν Γνῶσιν λαβεῖν, ἐν 2.31.4 ἀγνωσίᾳ καὶ ἀμορφίᾳ ἐγένετο. Ὅθεν καὶ κένωμα Γνώσεως εἰργάσατο, ὅπερ ἐστὶ σκιὰ τοῦ Ὀνόματος· ὅπερ ἐστὶν Υἱός, Μορφὴ τῶν Αἰώνων. Οὕτως τὸ κατὰ μέρος ὄνομα τῶν Αἰώνων ἀπώλεια ἐστὶ τοῦ Ὀνόματος.

2.32.1 Ἐν Πληρώματι οὖν, ἑνότητος οὔσης, ἕκαστος τῶν Αἰώνων ἴδιον ἔχει πλήρωμα, τὴν συζυγίαν. Ὅσα οὖν ἐκ συζυγίας, φασί, προέρχεται, πληρώματά ἐστιν· ὅσα δὲ ἀπὸ ἑνός, εἰκόνες. 2.32.2 Ὅθεν ὁ Θεόδοτος τὸν Χριστὸν, ἐξ ἐννοίας προελθόντα τῆς Σοφίας, εἰκόνα τοῦ Πληρώματος ἐκάλεσεν. 2.32.3 Οὗτος δέ, καταλείψας τὴν Μητέρα, ἀνελθὼν εἰς τὸ Πλήρωμα, ἐκράθη, ὥσπερ τοῖς Ὅλοις, οὕτω δὲ καὶ 2.33.1 τῷ Παρακλήτῳ. Υἱόθετος μέντοι γέγονεν ὁ Χριστός, ὡς πρὸς τὰ πληρώματα "Ἐκλεκτὸς" γενόμενος καὶ "Πρωτότοκος" τῶν ἐνθάδε πραγμάτων. 2.33.2 Ἔστιν οὖν ὁ λόγος οὗτος παράκουσμα τοῦ ἡμετέρου, ἐκ τοῦ ὑποκειμένου "Πρωτότοκον" λέγοντος τὸν Σωτῆρα· καὶ ἔστιν ὡσπερεὶ Ῥίζα καὶ "Κεφαλὴ" ἡμῶν· ἡ δὲ Ἐκκλησία καρποὶ αὐτοῦ. 2.33.3 Χριστοῦ, φασί, τὸ ἀνοίκειον φυγόντος καὶ συστα λέντος εἰς τὸ Πλήρωμα, ἐκ τῆς μητρῴας γενομένου ἐννοίας, ἡ Μήτηρ αὖθις τὸν τῆς οἰκονομίας προηγά γετο Ἄρχοντα, εἰς τύπον τοῦ φυγόντος αὐτήν, κατ' ἐπιπόθησιν αὐτοῦ, κρείττονος ὑπάρχοντος, ὃς ἦν τύπος 2.33.4 τοῦ Πατρὸς τῶν ὅλων. ∆ιὸ καὶ ἥττων γίνεται, ὡς ἂν ἐκ πάθους τῆς ἐπιθυμίας συνεστώς. "Ἐμυσάχθη" μέντοι ἐνιδοῦσα τὴν "ἀποτομίαν" αὐτοῦ, ὥς φασιν αὐτοί.

2.34.1 Ἀλλὰ καὶ αἱ εὐώνυμοι δυνάμεις, πρῶται προβλη θεῖσαι τῶν δεξιῶν ὑπ' αὐτῆς, ὑπὸ τῆς τοῦ Φωτὸς παρουσίας οὐ μορφοῦνται, κατελείφθησαν δὲ αἱ ἀριστεραὶ ὑπὸ τοῦ Τόπου μορφωθῆναι. 2.34.2 Τῆς Μητρὸς οὖν μετὰ τοῦ Υἱοῦ καὶ τῶν σπερ μάτων εἰσελθούσης εἰς τὸ Πλήρωμα, τότε ὁ Τόπος τὴν ἐξουσίαν τῆς Μητρὸς καὶ τὴν τάξιν ἀπολήψεται ἣν νῦν ἔχει ἡ Μήτηρ. 2.35.1 Ὁ Ἰησοῦς, "τὸ Φῶς" ἡμῶν, ὡς λέγει ὁ Ἀπόστολος,"ἑαυτὸν κενώσας" (τουτέστιν· ἐκτὸς τοῦ Ὅρου γενόμενος, κατὰ Θεόδοτον), ἐπεὶ "Ἄγγελος" ἦν τοῦ Πληρώματος, τοὺς Ἀγγέλους τοῦ διαφέροντος 2.35.2 σπέρματος συνεξήγαγεν ἑαυτῷ. Καὶ αὐτὸς μὲν τὴν λύτρωσιν, ὡς ἀπὸ Πληρώματος προελθών, εἶχεν· τοὺς δὲ Ἀγγέλους εἰς διόρθωσιν τοῦ σπέρματος 2.35.3 ἤγαγεν. Ὡς γὰρ ὑπὲρ μέρους δέονται καὶ παρακα λοῦσι, καὶ δι' ἡμᾶς κατεχόμενοι, σπεύδοντες εἰσελθεῖν, ἄφεσιν ἡμῖν αἰτοῦνται, ἵνα συνεισέλθωμεν αὐτοῖς· 2.35.4 σχεδὸν γὰρ ἡμῶν χρείαν ἔχοντες, ἵνα εἰσέλθωσιν, ἐπεὶ ἄνευ ἡμῶν οὐκ ἐπιτρέπεται αὐτοῖς (διὰ τοῦτο γὰρ οὐδὲ ἡ Μήτηρ συνελήλυθεν ἄνευ ἡμῶν, φασίν), εἰκότως ὑπὲρ ἡμῶν δέονται. 2.36.1 Ἐν ἑνότητι μέντοι γε προεβλήθησαν οἱ Ἄγγελοι ἡμῶν, φασίν, εἷς ὄντες, ὡς ἀπὸ ἑνὸς προελθόντες. 2.36.2 Ἐπεὶ δὲ ἡμεῖς ἦμεν οἱ μεμερισμένοι, διὰ τοῦτο ἐβαπτίσατο ὁ Ἰησοῦς, τὸ ἀμέριστον μερισθῆναι, μέχρις ἡμᾶς ἑνώσῃ αὐτοῖς εἰς τὸ Πλήρωμα· ἵνα ἡμεῖς, οἱ πολλοί, ἓν γενόμενοι, οἱ πάντες τῷ ἑνὶ τῷ δι' ἡμᾶς μερισθέντι ἀνακραθῶμεν.

2.37.1 Οἱ ἀπὸ Ἀδὰμ ἐξελθόντες, οἱ μὲν ∆ίκαιοι, διὰ τῶν ἐκτισμένων τὴν ὁδὸν ποιούμενοι, παρὰ τῷ Τόπῳ κατείχοντο, κατὰ τοὺς Οὐαλεντινιανούς· οἱ δὲ ἕτεροι, ἐν τῷ τοῦ σκότου ἐκτισμένῳ ἐν τοῖς ἀριστεροῖς, ἔχοντες συναίσθησιν τοῦ πυρός. - "Ποταμὸς ἐκπορεύ εται πυρὸς ὑποκάτω τοῦ θρόνου" τοῦ Τόπου, καὶ ῥεῖ εἰς τὸ κενὸν τοῦ ἐκτισμένου, ὅ ἐστιν ἡ Γέεννα, ἀπὸ κτίσεως τοῦ πυρὸς ῥέοντος μὴ πληρουμένη. Καὶ αὐτὸς 2.38.2 δὲ ὁ Τόπος πύρινός ἐστι. ∆ιὰ τοῦτο, φησί, κατα πέτασμα ἔχει, ἵνα μὴ ἐκ τῆς προσόψεως ἀναλωθῇ τὰ πνεύματα. Μόνος δὲ ὁ Ἀρχάγγελος εἰσέρχεται πρὸς αὐτόν, οὗ κατ' εἰκόνα καὶ ὁ ἀρχιερεὺς ἅπαξ τοῦ 2.38.3 ἐνιαυτοῦ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῄει. Ἔνθεν καὶ ὁ Ἰησοῦς παρακληθεὶς συνεκαθέσθη τῷ Τόπῳ, ἵνα μένῃ τὰ πνεύματα καὶ μὴ προαναστῇ αὐτοῦ, καὶ ἵνα τὸν Τόπον ἡμερώσῃ καὶ τῷ σπέρματι δίοδον εἰς Πλήρωμα παράσχῃ.